Ἀρχεῖα κατηγορίας: Εὐριπίδης

ΗΛΕΚΤΡΑ

Εὐριπίδη

ΗΛΕΚΤΡΑ

[ed. G. Murray, Oxford 1913]

{ΑΥΤΟΥΡΓΟΣ}

Ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,

ὅθεν ποτ’ ἄρας ναυσὶ χιλίαις Ἄρη

ἐς γῆν ἔπλευσε Τρῳάδ’ Ἀγαμέμνων ἄναξ.

κτείνας δὲ τὸν κρατοῦντ’ ἐν Ἰλιάδι χθονὶ

Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,

ἀφίκετ’ ἐς τόδ’ Ἄργος, ὑψηλῶν δ’ ἐπὶ

ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.

κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι

θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ

καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.

χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν

ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,

ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.

οὓς δ’ ἐν δόμοισιν ἔλιφ’ ὅτ’ ἐς Τροίαν ἔπλει,

ἄρσενά τ’ Ὀρέστην θῆλύ τ’ Ἠλέκτρας θάλος,

τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς

μέλλοντ’ Ὀρέστην χερὸς ὑπ’ Αἰγίσθου θανεῖν

Στροφίῳ τ’ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·

ἣ δ’ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,

ταύτην ἐπειδὴ θαλερὸς εἶχ’ ἥβης χρόνος,

μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.

δείσας δὲ μή τῳ παῖδ’ ἀριστέων τέκοι

Ἀγαμέμνονος ποινάτορ’, εἶχεν ἐν δόμοις

Αἴγισθος οὐδ’ ἥρμοζε νυμφίῳ τινί.

ἐπεὶ δὲ καὶ τοῦτ’ ἦν φόβου πολλοῦ πλέων,

μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,

κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως

μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.

ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ’ ὀλωλότα,

παίδων δ’ ἔδεισε μὴ φθονηθείη φόνῳ.

ἐκ τῶνδε δὴ τοιόνδ’ ἐμηχανήσατο

Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς

Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ’ ὃς ἂν κτάνῃ,

ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν

δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο

γεγῶσιν-οὐ δὴ τοῦτό γ’ ἐξελέγχομαι·

λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ

πένητες, ἔνθεν ηὑγένει’ ἀπόλλυται-

ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.

εἰ γάρ νιν ἔσχεν ἀξίωμ’ ἔχων ἀνήρ,

εὕδοντ’ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος

φόνον δίκη τ’ ἂν ἦλθεν Αἰγίσθῳ τότε.

ἣν οὔποθ’ ἁνὴρ ὅδε-σύνοιδέ μοι Κύπρις-

ᾔσχυνεν εὐνῇ· παρθένος δ’ ἔτ’ ἐστὶ δή.

αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα

λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.

στένω δὲ τὸν λόγοισι κηδεύοντ’ ἐμοὶ

ἄθλιον Ὀρέστην, εἴ ποτ’ εἰς Ἄργος μολὼν

γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.

ὅστις δέ μ’ εἶναί φησι μῶρον, εἰ λαβὼν

νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,

γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος

τὸ σῶφρον, ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.

{ΗΛΕΚΤΡΑ}

[54] ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,

ἐν ᾗ τόδ’ ἄγγος τῷδ’ ἐφεδρεῦον κάρᾳ

φέρουσα πηγὰς ποταμίας μετέρχομαι-

οὐ δή τι χρείας ἐς τοσόνδ’ ἀφιγμένη,

ἀλλ’ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς-

γόους τ’ ἀφίημ’ αἰθέρ’ ἐς μέγαν πατρί.

ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,

ἐξέβαλέ μ’ οἴκων, χάριτα τιθεμένη πόσει·

τεκοῦσα δ’ ἄλλους παῖδας Αἰγίσθῳ πάρα

πάρεργ’ Ὀρέστην κἀμὲ ποιεῖται δόμων . . .

{Αυ.} τί γὰρ τάδ’, ὦ δύστην’, ἐμὴν μοχθεῖς χάριν

πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,

καὶ ταῦτ’ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;

{Ηλ.} ἐγώ σ’ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·

ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.

μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς

ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.

δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω

μόχθου ‘πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,

συνεκκομίζειν σοι πόνους. ἅλις δ’ ἔχεις

τἄξωθεν ἔργα· τἀν δόμοις δ’ ἡμᾶς χρεὼν

ἐξευτρεπίζειν. εἰσιόντι δ’ ἐργάτῃ

θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.

{Αυ.} εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω

πηγαὶ μελάθρων τῶνδ’. ἐγὼ δ’ ἅμ’ ἡμέρᾳ

βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.

ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα

βίον δύναιτ’ ἂν ξυλλέγειν ἄνευ πόνου.

{ΟΡΕΣΤΗΣ}

[82] Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ

πιστὸν νομίζω καὶ φίλον ξένον τ’ ἐμοί·

μόνος δ’ Ὀρέστην τόνδ’ ἐθαύμαζες φίλων,

πράσσονθ’ ἃ πράσσω δείν’ ὑπ’ Αἰγίσθου παθών,

ὅς μου κατέκτα πατέρα . . . χἡ πανώλεθρος

μήτηρ. ἀφῖγμαι δ’ ἐκ θεοῦ μυστηρίων

Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,

φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.

νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς

δάκρυά τ’ ἔδωκα καὶ κόμης ἀπηρξάμην

πυρᾷ τ’ ἐπέσφαξ’ αἷμα μηλείου φόνου,

λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.

καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,

δυοῖν δ’ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην

πρὸς τέρμονας γῆς τῆσδ’, ἵν’ ἐκβάλω ποδὶ

ἄλλην ἐπ’ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,

ζητῶν τ’ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις

ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·

ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν

λαβὼν τά γ’ εἴσω τειχέων σαφῶς μάθω.

νῦν οὖν-Ἕως γὰρ λευκὸν ὄμμ’ ἀναίρεται-

ἔξω τρίβου τοῦδ’ ἴχνος ἀλλαξώμεθα.

ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ

φανήσεται νῷν, ἥντιν’ ἱστορήσομεν

εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.

ἀλλ’-εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,

πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ

φέρουσαν-ἑζώμεσθα κἀκπυθώμεθα

δούλης γυναικός, ἤν τι δεξώμεσθ’ ἔπος

ἐφ’ οἷσι, Πυλάδη, τήνδ’ ἀφίγμεθα χθόνα.

[111]

{Ηλ.} σύντειν’-ὥρα-ποδὸς ὁρμάν· ὤ, {[στρ.}

ἔμβα, ἔμβα κατακλαίουσα·

ἰώ μοί μοι.

ἐγενόμαν Ἀγαμέμνονος

καί μ’ ἔτεκεν Κλυταιμήστρα

στυγνὰ Τυνδάρεω κόρα,

κικλήσκουσι δέ μ’ ἀθλίαν

Ἠλέκτραν πολιῆται.

φεῦ φεῦ σχετλίων πόνων

καὶ στυγερᾶς ζόας.

ὦ πάτερ, σὺ δ’ ἐν Ἀΐδα

κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς

Αἰγίσθου τ’, Ἀγάμεμνον.

[124]

ἴθι τὸν αὐτὸν ἔγειρε γόον,

ἄναγε πολύδακρυν ἁδονάν.

[126]

σύντειν’-ὥρα-ποδὸς ὁρμάν· ὤ, {[ἀντ.}

ἔμβα, ἔμβα, κατακλαίουσα·

ἰώ μοί μοι.

τίνα πόλιν, τίνα δ’ οἶκον, ὦ

τλᾶμον σύγγον’, ἀλατεύεις

οἰκτρὰν ἐν θαλάμοις λιπὼν

πατρῴοις ἐπὶ συμφοραῖς

ἀλγίσταισιν ἀδελφάν;

ἔλθοις τῶνδε πόνων ἐμοὶ

τᾷ μελέᾳ λυτήρ,

ὦ Ζεῦ Ζεῦ, πατρί θ’ αἱμάτων

ἐχθίστων ἐπίκουρος, Ἄρ-

γει κέλσας πόδ’ ἀλάταν.

[139]

θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- {[στρ.}

λοῦσ’, ἵνα πατρὶ γόους νυχίους

ἐπορθροβοάσω,

ἰαχάν, Ἀΐδα μέλος,

[143] Ἀΐδα, πάτερ, σοι

κατὰ γᾶς ἐνέπω γόους

οἷς ἀεὶ τὸ κατ’ ἦμαρ

διέπομαι, κατὰ μὲν φίλαν

ὄνυχι τεμνομένα δέραν

χέρα τε κρᾶτ’ ἐπὶ κούριμον

τιθεμένα θανάτῳ σῷ.

[149]

αἶ αἶ, δρύπτε κάρα·

οἷα δέ τις κύκνος ἀχέτας

ποταμίοις παρὰ χεύμασιν

πατέρα φίλτατον καλεῖ,

ὀλόμενον δολίοις βρόχων

ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,

πάτερ, ἐγὼ κατακλαίομαι,

[156]

λουτρὰ πανύσταθ’ ὑδρανάμενον χροῒ {[ἀντ.}

κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.

ἰώ μοι, μοι

πικρᾶς μὲν πελέκεως τομᾶς

σᾶς, πάτερ, πικρᾶς δ’ ἐκ

Τροΐας ὁδίου βουλᾶς·

[162] οὐ μίτραισι γυνή σε

δέξατ’ οὐδ’ ἐπὶ στεφάνοις,

ξίφεσι δ’ ἀμφιτόμοις λυγρὰν

Αἰγίσθου λώβαν θεμένα

[166] δόλιον ἔσχεν ἀκοίταν.

{ΧΟΡΟΣ}

[167] Ἀγαμέμνονος ὦ κόρα, {[στρ.}

[167] ἤλυθον, Ἠλέκτρα, ποτὶ

σὰν ἀγρότειραν αὐλάν.

ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ

Μυκηναῖος ὀρειβάτας·

ἀγγέλλει δ’ ὅτι νῦν τριταί-

αν καρύσσουσιν θυσίαν

Ἀργεῖοι, πᾶσαι δὲ παρ’ Ἥ-

ραν μέλλουσιν παρθενικαὶ στείχειν.

{Ηλ.} οὐκ ἐπ’ ἀγλαΐαις, φίλαι,

θυμὸν οὐδ’ ἐπὶ χρυσέοις

ὅρμοις ἐκπεπόταμαι

τάλαιν’, οὐδ’ ἱστᾶσα χοροὺς

Ἀργείαις ἅμα νύμφαις

εἱλικτὸν κρούσω πόδ’ ἐμόν.

δάκρυσι νυχεύ-

ω, δακρύων δέ μοι μέλει

δειλαίᾳ τὸ κατ’ ἦμαρ.

σκέψαι μου πιναρὰν κόμαν

καὶ τρύχη τάδ’ ἐμῶν πέπλων,

εἰ πρέποντ’ Ἀγαμέμνονος

κούρᾳ ‘σται βασιλείᾳ

τᾷ Τροίᾳ θ’, ἃ ‘μοῦ πατέρος

μέμναταί ποθ’ ἁλοῦσα.

[189]

{Χο.} μεγάλα θεός· ἀλλ’ ἴθι, {[ἀντ.}

καὶ παρ’ ἐμοῦ χρῆσαι πολύ-

[191] πηνα φάρεα δῦναι,

χρύσεά τε-χαρίσαι-προσθήματ’ ἀγλαΐας.

δοκεῖς τοῖσι σοῖς δακρύοις

μὴ τιμῶσα θεούς, κρατή-

σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,

ἀλλ’ εὐχαῖσι θεοὺς σεβί-

ζουσ’ ἕξεις εὐαμερίαν, ὦ παῖ.

{Ηλ.} οὐδεὶς θεῶν ἐνοπᾶς κλύει

τᾶς δυσδαίμονος, οὐ παλαι-

ῶν πατρὸς σφαγιασμῶν.

οἴμοι τοῦ καταφθιμένου

τοῦ τε ζῶντος ἀλάτα,

ὅς που γᾶν ἄλλαν κατέχει,

μέλεος ἀλαί-

νων ποτὶ θῆσσαν ἑστίαν,

τοῦ κλεινοῦ πατρὸς ἐκφύς.

αὐτὰ δ’ ἐν χερνῆσι δόμοις

ναίω ψυχὰν τακομένα

δωμάτων πατρίων φυγάς,

οὐρείας ἀν’ ἐρίπνας.

μάτηρ δ’ ἐν λέκτροις φονίοις

ἄλλῳ σύγγαμος οἰκεῖ.

[212]

{Χο.} πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει

σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.

[214]

{Ηλ.} οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.

ξένοι τινὲς παρ’ οἶκον οἵδ’ ἐφεστίους

εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·

φυγῇ σὺ μὲν κατ’ οἶμον, ἐς δόμους δ’ ἐγὼ

φῶτας κακούργους ἐξαλύξωμεν ποδί.

{Ορ.} μέν’, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.

{Ηλ.} ὦ Φοῖβ’ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.

{Ορ.} ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.

{Ηλ.} ἄπελθε, μὴ ψαῦ’ ὧν σε μὴ ψαύειν χρεών.

{Ορ.} οὐκ ἔσθ’ ὅτου θίγοιμ’ ἂν ἐνδικώτερον.

{Ηλ.} καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;

{Ορ.} μείνασ’ ἄκουσον, καὶ τάχ’ οὐκ ἄλλως ἐρεῖς.

{Ηλ.} ἕστηκα· πάντως δ’ εἰμὶ σή· κρείσσων γὰρ εἶ.

{Ορ.} ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.

{Ηλ.} ὦ φίλτατ’, ἆρα ζῶντος ἢ τεθνηκότος;

{Ορ.} ζῇ· πρῶτα γάρ σοι τἀγάθ’ ἀγγέλλειν θέλω.

{Ηλ.} εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.

{Ορ.} κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.

{Ηλ.} ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;

{Ορ.} οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.

{Ηλ.} οὔ που σπανίζων τοῦ καθ’ ἡμέραν βίου;

{Ορ.} ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.

{Ηλ.} λόγον δὲ δὴ τίν’ ἦλθες ἐκ κείνου φέρων;

{Ορ.} εἰ ζῇς, ὅπου τε ζῶσα συμφορᾶς ἔχεις.

{Ηλ.} οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.

{Ορ.} λύπαις γε συντετηκός, ὥστε με στένειν.

{Ηλ.} καὶ κρᾶτα πλόκαμόν τ’ ἐσκυθισμένον ξυρῷ.

{Ορ.} δάκνει σ’ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.

{Ηλ.} οἴμοι, τί γάρ μοι τῶνδέ γ’ ἐστὶ φίλτερον;

{Ορ.} φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;

{Ηλ.} ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.

{Ορ.} ἐκ τοῦ δὲ ναίεις ἐνθάδ’ ἄστεως ἑκάς;

{Ηλ.} ἐγημάμεσθ’, ὦ ξεῖνε, θανάσιμον γάμον.

{Ορ.} ᾤμωξ’ ἀδελφὸν σόν. Μυκηναίων τίνι;

{Ηλ.} οὐχ ᾧ πατήρ μ’ ἤλπιζεν ἐκδώσειν ποτέ.

{Ορ.} εἴφ’, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.

{Ηλ.} ἐν τοῖσδ’ ἐκείνου τηλορὸς ναίω δόμοις.

{Ορ.} σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.

{Ηλ.} πένης ἀνὴρ γενναῖος ἔς τ’ ἔμ’ εὐσεβής.

{Ορ.} ἡ δ’ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;

{Ηλ.} οὐπώποτ’ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.

{Ορ.} ἅγνευμ’ ἔχων τι θεῖον ἤ σ’ ἀπαξιῶν;

{Ηλ.} γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.

{Ορ.} καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;

{Ηλ.} οὐ κύριον τὸν δόντα μ’ ἡγεῖται, ξένε.

{Ορ.} ξυνῆκ’· Ὀρέστῃ μή ποτ’ ἐκτείσῃ δίκην.

{Ηλ.} τοῦτ’ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.

{Ορ.} φεῦ·

[262] γενναῖον ἄνδρ’ ἔλεξας, εὖ τε δραστέον.

{Ηλ.} εἰ δή ποθ’ ἥξει γ’ ἐς δόμους ὁ νῦν ἀπών.

{Ορ.} μήτηρ δέ σ’ ἡ τεκοῦσα ταῦτ’ ἠνέσχετο;

{Ηλ.} γυναῖκες ἀνδρῶν, ὦ ξέν’, οὐ παίδων φίλαι.

{Ορ.} τίνος δέ σ’ οὕνεχ’ ὕβρισ’ Αἴγισθος τάδε;

{Ηλ.} τεκεῖν μ’ ἐβούλετ’ ἀσθενῆ, τοιῷδε δούς.

{Ορ.} ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;

{Ηλ.} τοιαῦτ’ ἐβούλευσ’· ὧν ἐμοὶ δοίη δίκην.

{Ορ.} οἶδεν δέ σ’ οὖσαν παρθένον μητρὸς πόσις;

{Ηλ.} οὐκ οἶδε· σιγῇ τοῦθ’ ὑφαιρούμεσθά νιν.

{Ορ.} αἵδ’ οὖν φίλαι σοι τούσδ’ ἀκούουσιν λόγους;

{Ηλ.} ὥστε στέγειν γε τἀμὰ καὶ σ’ ἔπη καλῶς.

{Ορ.} τί δῆτ’ Ὀρέστης πρὸς τόδ’, Ἄργος ἢν μόλῃ;

{Ηλ.} ἤρου τόδ’; αἰσχρόν γ’ εἶπας· οὐ γὰρ νῦν ἀκμή;

{Ορ.} ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;

{Ηλ.} τολμῶν ὑπ’ ἐχθρῶν οἷ’ ἐτολμήθη πατήρ.

{Ορ.} ἦ καὶ μετ’ αὐτοῦ μητέρ’ ἂν τλαίης κτανεῖν;

{Ηλ.} ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.

{Ορ.} λέγω τάδ’ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;

{Ηλ.} θάνοιμι μητρὸς αἷμ’ ἐπισφάξασ’ ἐμῆς.

{Ορ.} φεῦ·

[282] εἴθ’ ἦν Ὀρέστης πλησίον κλύων τάδε.

{Ηλ.} ἀλλ’, ὦ ξέν’, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.

{Ορ.} νέα γάρ, οὐδὲν θαῦμ’, ἀπεζεύχθης νέου.

{Ηλ.} εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.

{Ορ.} ἆρ’ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;

{Ηλ.} πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.

{Ορ.} ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;

{Ηλ.} ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.

{Ορ.} οἴμοι, τόδ’ οἷον εἶπας· . . . αἴσθησις γὰρ οὖν

κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.

λέξον δ’, ἵν’ εἰδὼς σῷ κασιγνήτῳ φέρω

λόγους ἀτερπεῖς, ἀλλ’ ἀναγκαίους κλύειν.

ἔνεστι δ’ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,

σοφοῖσι δ’ ἀνδρῶν· καὶ γὰρ οὐδ’ ἀζήμιον

γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.

{Χο.} κἀγὼ τὸν αὐτὸν τῷδ’ ἔρον ψυχῆς ἔχω.

πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ

οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.

{Ηλ.} λέγοιμ’ ἄν, εἰ χρή-χρὴ δὲ πρὸς φίλον λέγειν-

τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.

ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,

ἄγγελλ’ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,

πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,

πίνῳ θ’ ὅσῳ βέβριθ’, ὑπὸ στέγαισί τε

οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,

αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,

ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,

αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,

ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.

ἀναίνομαι γυναῖκας οὖσα παρθένος,

ἀναίνομαι δὲ Κάστορ’, ᾧ πρὶν ἐς θεοὺς

ἐλθεῖν ἔμ’ ἐμνήστευον, οὖσαν ἐγγενῆ.

μήτηρ δ’ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν

θρόνῳ κάθηται, πρὸς δ’ ἕδραισιν Ἀσίδες

δμωαὶ στατίζουσ’, ἃς ἔπερσ’ ἐμὸς πατήρ,

Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι

πόρπαισιν. αἷμα δ’ ἔτι πατρὸς κατὰ στέγας

μέλαν σέσηπεν, ὃς δ’ ἐκεῖνον ἔκτανεν,

ἐς ταὐτὰ βαίνων ἅρματ’ ἐκφοιτᾷ πατρί,

καὶ σκῆπτρ’ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει

μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.

Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος

οὔπω χοάς ποτ’ οὐδὲ κλῶνα μυρσίνης

[325] ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.

μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις

ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ

πέτροις τε λεύει μνῆμα λάινον πατρός,

καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·

Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς

παρὼν ἀμύνει; -ταῦτ’ ἀπὼν ὑβρίζεται.

ἀλλ’, ὦ ξέν’, ἱκετεύω σ’, ἀπάγγειλον τάδε.

πολλοὶ δ’ ἐπιστέλλουσιν, ἑρμηνεὺς δ’ ἐγώ,

αἱ χεῖρες ἡ γλῶσσ’ ἡ ταλαίπωρός τε φρήν,

κάρα τ’ ἐμὸν ξυρῆκες, ὅ τ’ ἐκεῖνον τεκών.

αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,

ὁ δ’ ἄνδρ’ ἕν’ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,

νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.

{Χο.} καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,

λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.

{Αυ.} ἔα· τίνας τούσδ’ ἐν πύλαις ὁρῶ ξένους;

τίνος δ’ ἕκατι τάσδ’ ἐπ’ ἀγραύλους πύλας

προσῆλθον; ἦ ‘μοῦ δεόμενοι; γυναικί τοι

αἰσχρὸν μετ’ ἀνδρῶν ἑστάναι νεανιῶν.

{Ηλ.} ὦ φίλτατ’, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·

τὸν ὄντα δ’ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι

ἥκουσ’ Ὀρέστου πρός με κήρυκες λόγων.

ἀλλ’, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.

{Αυ.} τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;

{Ηλ.} ἔστιν λόγῳ γοῦν, φασὶ δ’ οὐκ ἄπιστ’ ἐμοί.

{Αυ.} ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;

{Ηλ.} ἐν ἐλπίσιν ταῦτ’· ἀσθενὴς φεύγων ἀνήρ.

{Αυ.} ἦλθον δ’ Ὀρέστου τίν’ ἀγορεύοντες λόγον;

{Ηλ.} σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.

{Αυ.} οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.

{Ηλ.} ἴσασιν, οὐδὲν τῶνδ’ ἔχουσιν ἐνδεές.

{Αυ.} οὐκοῦν πάλαι χρῆν τοῖσδ’ ἀνεπτύχθαι πύλας;

χωρεῖτ’ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων

ξενίων κυρήσεθ’, οἷ’ ἐμὸς κεύθει δόμος.

αἴρεσθ’, ὀπαδοί, τῶνδ’ ἔσω τεύχη δόμων.

καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι

μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,

οὔτοι τό γ’ ἦθος δυσγενὲς παρέξομαι.

{Ορ.} πρὸς θεῶν, ὅδ’ ἁνὴρ ὃς συνεκκλέπτει γάμους

τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;

{Ηλ.} οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.

{Ορ.} φεῦ·

[367] οὐκ ἔστ’ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·

ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.

ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς

τὸ μηδὲν ὄντα, χρηστά τ’ ἐκ κακῶν τέκνα,

λιμόν τ’ ἐν ἀνδρὸς πλουσίου φρονήματι,

γνώμην τε μεγάλην ἐν πένητι σώματι.

πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;

πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.

ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ’ ἔχει νόσον

πενία, διδάσκει δ’ ἄνδρα τῇ χρείᾳ κακόν.

ἀλλ’ εἰς ὅπλ’ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων

μάρτυς γένοιτ’ ἂν ὅστις ἐστὶν ἁγαθός;

κράτιστον εἰκῇ ταῦτ’ ἐᾶν ἀφειμένα.

οὗτος γὰρ ἁνὴρ οὔτ’ ἐν Ἀργείοις μέγας

οὔτ’ αὖ δοκήσει δωμάτων ὠγκωμένος,

ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.

οὐ μὴ φρονήσεθ’, οἳ κενῶν δοξασμάτων

πλήρεις πλανᾶσθε, τῇ δ’ ὁμιλίᾳ βροτοὺς

κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;

οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ

καὶ δώμαθ’· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν

ἀγάλματ’ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ

μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·

ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.

ἀλλ’-ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ’ οὐ παρὼν

Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ’ ἥκομεν-

δεξώμεθ’ οἴκων καταλύσεις. χωρεῖν χρεών,

δμῶες, δόμων τῶνδ’ ἐντός. ὡς ἐμοὶ πένης

εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.

αἰνῶ μὲν οὖν τοῦδ’ ἀνδρὸς ἐσδοχὰς δόμων,

ἐβουλόμην δ’ ἄν, εἰ κασίγνητός με σὸς

ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.

ἴσως δ’ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι

χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.

{Χο.} νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ

θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν

μόλις προβαίνουσ’ ἡ τύχη σταίη καλῶς.

{Ηλ.} ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν

τί τούσδ’ ἐδέξω μείζονας σαυτοῦ ξένους;

{Αυ.} τί δ’; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,

οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ’ ὁμῶς;

{Ηλ.} ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,

ἔλθ’ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,

ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους

τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς

ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·

κέλευε δ’ αὐτὸν τῶνδ’ ἐμοὐσαφιγμένων

ἐλθεῖν, ξένων τ’ ἐς δαῖτα πορσῦναί τινα.

ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,

ζῶντ’ εἰσακούσας παῖδ’ ὃν ἐκσῴζει ποτέ.

οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα

λάβοιμεν ἄν τι· πικρὰ δ’ ἀγγείλαιμεν ἄν,

εἰ ζῶντ’ Ὀρέστην ἡ τάλαιν’ αἴσθοιτ’ ἔτι.

{Αυ.} ἀλλ’, εἰ δοκεῖ σοι, τούσδ’ ἀπαγγελῶ λόγους

γέροντι· χώρει δ’ ἐς δόμους ὅσον τάχος

καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ

χρῄζουσ’ ἂν εὕροι δαιτὶ προσφορήματα.

ἔστιν δὲ δὴ τοσαῦτά γ’ ἐν δόμοις ἔτι,

ὥσθ’ ἕν γ’ ἐπ’ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.

ἐν τοῖς τοιούτοις δ’ ἡνίκ’ ἂν γνώμης πέσω,

σκοπῶ τὰ χρήμαθ’ ὡς ἔχει μέγα σθένος,

ξένοις τε δοῦναι σῶμά τ’ ἐς νόσους πεσὸν

δαπάναισι σῷσαι· τῆς δ’ ἐφ’ ἡμέραν βορᾶς

ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ

ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.

[431]

{Χο.} κλειναὶ νᾶες, αἵ ποτ’ ἔβατε Τροίαν {[στρ.}

τοῖς ἀμετρήτοις ἐρετμοῖς

πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,

ἵν’ ὁ φίλαυλος ἔπαλλε δελ-

φὶς πρῴραις κυανεμβόλοι-

σιν εἱλισσόμενος,

πορεύων τὸν τᾶς Θέτιδος

κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ

σὺν Ἀγαμέμνονι Τρωίας

ἐπὶ Σιμουντίδας ἀκτάς.

[441]

Νηρῇδες δ’ Εὐβοῖδας ἄκρας λιποῦσαι {[ἀντ.}

μόχθους ἀσπιστὰς ἀκμόνων

Ἡφαίστου χρυσέων ἔφερον τευχέων,

ἀνά τε Πήλιον ἀνά τε πρυ-

μνὰς Ὄσσας ἱερᾶς νάπας

† Νυμφαίας σκοπιὰς

κόρας μάτευσ’, † ἔνθα πατὴρ

ἱππότας τρέφεν Ἑλλάδι φῶς

Θέτιδος εἰνάλιον γόνον

ταχύπορον πόδ’ Ἀτρείδαις.

Ἰλιόθεν δ’ ἔκλυόν τινος ἐν λιμέσιν {[στρ.}

Ναυπλίοισι βεβῶτος

τᾶς σᾶς, ὦ Θέτιδος παῖ,

κλεινᾶς ἀσπίδος ἐν κύκλῳ

τοιάδε σήματα, δείματα

Φρύγια, τετύχθαι·

περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ

Περσέα λαιμοτόμαν ὑπὲρ

ἁλὸς ποτανοῖσι πεδί-

λοισι φυὰν Γοργόνος ἴ-

σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-

μᾷ, τῷ Μαί-

[463] ας ἀγροτῆρι κούρῳ·

[463]

ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων {[ἀντ.}

κύκλος ἀελίοιο

ἵπποις ἂμ πτεροέσσαις

ἄστρων τ’ αἰθέριοι χοροί,

Πλειάδες, Ὑάδες, Ἕκτορος

ὄμμασι τροπαῖοι·

ἐπὶ δὲ χρυσοτύπῳ κράνει

Σφίγγες ὄνυξιν ἀοίδιμον

ἄγραν φέρουσαι· περιπλεύ-

ρῳ δὲ κύτει πύρπνοος ἔ-

σπευδε δρόμῳ λέαινα χαλ-

[474] αῖς Πειρη-

ναῖον ὁρῶσα πῶλον.

[475]

ἄορι δ’ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-

λον, κελαινὰ δ’ ἀμφὶ νῶθ’ ἵετο κόνις.

[479] τοιῶνδ’ ἄνακτα δοριπόνων

ἔκανεν ἀνδρῶν, Τυνδαρίς,

σὰ λέχεα, κακόφρων κούρα.

[483] τοιγάρ σέ ποτ’ οὐρανίδαι

πέμψουσιν θανάτοις· ἦ σὰν

ἔτ’ ἔτι φόνιον ὑπὸ δέραν

ὄψομαι αἷμα χυθὲν σιδάρῳ.

[486]

{ΠΡΕΣΒΥΣ}

[487] ποῦ ποῦ νεᾶνις πότνι’ ἐμὴ δέσποινά τε,

Ἀγαμέμνονος παῖς, ὅν ποτ’ ἐξέθρεψ’ ἐγώ;

ὡς πρόσβασιν τῶνδ’ ὀρθίαν οἴκων ἔχει

ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.

ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον

διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.

ὦ θύγατερ-ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ-

ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων

ποίμνης νεογνὸν θρέμμ’ ὑποσπάσας τόδε

[496] στεφάνους τε τευχέων τ’ ἐξελὼν τυρεύματα,

παλαιόν τε θησαύρισμα Διονύσου τόδε

ὀσμῇ κατῆρες, μικρόν, ἀλλ’ ἐπεσβαλεῖν

ἡδὺ σκύφον τοῦδ’ ἀσθενεστέρῳ ποτῷ.

ἴτω φέρων τις τοῖς ξένοις τάδ’ ἐς δόμους·

ἐγὼ δὲ τρύχει τῷδ’ ἐμῶν πέπλων κόρας

δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.

{Ηλ.} τί δ’, ὦ γεραιέ, διάβροχον τόδ’ ὄμμ’ ἔχεις;

μῶν τἀμὰ διὰ χρόνου σ’ ἀνέμνησεν κακά;

ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις

καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ’ ἐν χεροῖν ἔχων

ἀνόνητ’ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;

{Πρ.} ἀνόνηθ’· ὅμως δ’ οὖν τοῦτό γ’ οὐκ ἠνεσχόμην.

ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ’ ὁδοῦ

καὶ προσπεσὼν ἔκλαυσ’ ἐρημίας τυχών,

σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,

ἔσπεισα, τύμβῳ δ’ ἀμφέθηκα μυρσίνας.

πυρᾶς δ’ ἐπ’ αὐτῆς οἶν μελάγχιμον πόκῳ

σφάγιον ἐσεῖδον αἷμά τ’ οὐ πάλαι χυθὲν

ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.

κἀθαύμασ’, ὦ παῖ, τίς ποτ’ ἀνθρώπων ἔτλη

πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.

ἀλλ’ ἦλθ’ ἴσως που σὸς κασίγνητος λάθρᾳ,

μολὼν δ’ ἐθαύμασ’ ἄθλιον τύμβον πατρός.

σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,

εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·

φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,

τὰ πόλλ’ ὅμοια σώματος πεφυκέναι.

{Ηλ.} οὐκ ἄξι’ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,

εἰ κρυπτὸν ἐς γῆν τήνδ’ ἂν Αἰγίσθου φόβῳ

δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.

ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,

ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,

ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ’ ἀμήχανον.

πολλοῖς δ’ ἂν εὕροις βοστρύχους ὁμοπτέρους

καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.

{Πρ.} σὺ δ’ εἰς ἴχνος βᾶσ’ ἀρβύλης σκέψαι βάσιν

εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.

{Ηλ.} πῶς δ’ ἂν γένοιτ’ ἂν ἐν κραταιλέῳ πέδῳ

γαίας ποδῶν ἔκμακτρον; εἰ δ’ ἔστιν τόδε,

δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ’ ἴσος

ἀνδρός τε καὶ γυναικός, ἀλλ’ ἅρσην κρατεῖ.

{Πρ.} οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,

[538] . . . . . . .

κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,

ἐν ᾧ ποτ’ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;

{Ηλ.} οὐκ οἶσθ’, Ὀρέστης ἡνίκ’ ἐκπίπτει χθονός,

νέαν μ’ ἔτ’ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,

πῶς ἂν τότ’ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,

εἰ μὴ ξυναύξοινθ’ οἱ πέπλοι τῷ σώματι;

ἀλλ’ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος

† ἐκείρατ’, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς † . . .

{Πρ.} οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν

αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.

{Ηλ.} οἵδ’ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.

{Πρ.} ἀλλ’ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·

πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.

ὅμως δέ. -χαίρειν τοὺς ξένους προσεννέπω.

{Ορ.} χαῖρ’, ὦ γεραιέ. -τοῦ ποτ’, Ἠλέκτρα, τόδε

παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;

{Ηλ.} οὗτος τὸν ἁμὸν πατέρ’ ἔθρεψεν, ὦ ξένε.

{Ορ.} τί φῄς; ὅδ’ ὃς σὸν ἐξέκλεψε σύγγονον;

{Ηλ.} ὅδ’ ἔσθ’ ὁ σώσας κεῖνον, εἴπερ ἔστ’ ἔτι.

{Ορ.} ἔα·

[558] τί μ’ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν

λαμπρὸν χαρακτῆρ’; ἢ προσεικάζει μέ τῳ;

{Ηλ.} ἴσως Ὀρέστου σ’ ἥλιχ’ ἥδεται βλέπων.

{Ορ.} φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;

{Ηλ.} καὐτὴ τόδ’ εἰσορῶσα θαυμάζω, ξένε.

{Πρ.} ὦ πότνι’, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.

{Ηλ.} τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;

{Πρ.} λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.

{Ηλ.} ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;

{Πρ.} βλέψον νυν ἐς τόνδ’, ὦ τέκνον, τὸν φίλτατον.

{Ηλ.} πάλαι δέδορκα, μὴ σύ γ’ οὐκέτ’ εὖ φρονῇς.

{Πρ.} οὐκ εὖ φρονῶ ‘γὼ σὸν κασίγνητον βλέπων;

{Ηλ.} πῶς εἶπας, ὦ γεραί’, ἀνέλπιστον λόγον;

{Πρ.} ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.

{Ηλ.} ποῖον χαρακτῆρ’ εἰσιδών, ᾧ πείσομαι;

{Πρ.} οὐλὴν παρ’ ὀφρύν, ἥν ποτ’ ἐν πατρὸς δόμοις

νεβρὸν διώκων σοῦ μέθ’ ᾑμάχθη πεσών.

{Ηλ.} πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.

{Πρ.} ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;

{Ηλ.} ἀλλ’ οὐκέτ’, ὦ γεραιέ· συμβόλοισι γὰρ

τοῖς σοῖς πέπεισμαι θυμόν. -ὦ χρόνῳ φανείς,

ἔχω σ’ ἀέλπτως . . . {Ορ.} κἀξ ἐμοῦ γ’ ἔχῃ χρόνῳ.

{Ηλ.} οὐδέποτε δόξασα. {Ορ.} οὐδ’ ἐγὼ γὰρ ἤλπισα.

{Ηλ.} ἐκεῖνος εἶ σύ; {Ορ.} σύμμαχός γέ σοι μόνος.

ἢν δ’ ἀνσπάσωμαί γ’ ὃν μετέρχομαι βόλον . . .

πέποιθα δ’· ἢ χρὴ μηκέθ’ ἡγεῖσθαι θεούς,

εἰ τἄδικ’ ἔσται τῆς δίκης ὑπέρτερα.

{Χο.} ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,

κατέλαμψας, ἔδειξας ἐμφανῆ

πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ

πατρίων ἀπὸ δωμάτων τάλας

ἀλαίνων ἔβα.

θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει

νίκαν, ὦ φίλα.

[594] ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς

[594] ἐς θεούς, τύχᾳ σοι τύχᾳ

κασίγνητον ἐμβατεῦσαι πόλιν.

{Ορ.} εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων

ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.

σὺ δ’, ὦ γεραιέ-καίριος γὰρ ἤλυθες-

λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;

[μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;]

ἔστιν τί μοι κατ’ Ἄργος εὐμενὲς φίλων;

ἢ πάντ’ ἀνεσκευάσμεθ’, ὥσπερ αἱ τύχαι;

τῷ ξυγγένωμαι; νύχιος ἢ καθ’ ἡμέραν;

ποίαν ὁδὸν τραπώμεθ’ εἰς ἐχθροὺς ἐμούς;

{Πρ.} ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.

εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,

κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.

σὺ δ’-ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις

οὐδ’ ἐλλέλοιπας ἐλπίδ’-ἴσθι μου κλύων,

ἐν χειρὶ τῇ σῇ πάντ’ ἔχεις καὶ τῇ τύχῃ,

πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.

{Ορ.} τί δῆτα δρῶντες τοῦδ’ ἂν ἐξικοίμεθα;

{Πρ.} κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.

{Ορ.} ἥκω ‘πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;

{Πρ.} τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ’ ἂν εἰ θέλοις.

{Ορ.} φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;

{Πρ.} ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.

{Ορ.} εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.

{Πρ.} κἀμοῦ γ’ ἄκουσον· ἄρτι γάρ μ’ ἐσῆλθέ τι.

{Ορ.} ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ’ ἐγώ.

{Πρ.} Αἴγισθον εἶδον, ἡνίχ’ εἷρπον ἐνθάδε.

{Ορ.} προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;

{Πρ.} ἀγρῶν πέλας τῶνδ’ ἱπποφορβίων ἔπι.

{Ορ.} τί δρῶνθ’; ὁρῶ γὰρ ἐλπίδ’ ἐξ ἀμηχάνων.

{Πρ.} Νύμφαις ἐπόρσυν’ ἔροτιν, ὡς ἔδοξέ μοι.

{Ορ.} τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;

{Πρ.} οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.

{Ορ.} πόσων μετ’ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;

{Πρ.} οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.

{Ορ.} οὔ πού τις ὅστις γνωριεῖ μ’ ἰδών, γέρον;

{Πρ.} δμῶες μέν εἰσιν, οἳ σέ γ’ οὐκ εἶδόν ποτε.

{Ορ.} ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;

{Πρ.} δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.

{Ορ.} πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;

{Πρ.} στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.

{Ορ.} ὁδὸν παρ’ αὐτήν, ὡς ἔοικ’, ἀγροὺς ἔχει;

{Πρ.} ὅθεν γ’ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.

{Ορ.} πικρόν γε συνθοινάτορ’, ἢν θεὸς θέλῃ.

{Πρ.} τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.

{Ορ.} καλῶς ἔλεξας. -ἡ τεκοῦσα δ’ ἐστὶ ποῦ;

{Πρ.} Ἄργει· παρέσται δ’ οὖν πόσει θοίνην ἔπι.

{Ορ.} τί δ’ οὐχ ἅμ’ ἐξωρμᾶτ’ ἐμὴ μήτηρ πόσει;

[643] {Πρ.} ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.

{Ορ.} ξυνῆχ’· ὕποπτος οὖσα γιγνώσκει πόλει.

{Πρ.} τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.

{Ορ.} πῶς οὖν ἐκείνην τόνδε τ’ ἐν ταὐτῷ κτενῶ;

{Ηλ.} ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.

{Ορ.} καὶ μὴν ἐκεῖνά γ’ ἡ τύχη θήσει καλῶς.

{Ηλ.} ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.

{Πρ.} ἔσται τάδ’· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;

{Ηλ.} λέγ’, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·

λεχώ μ’ ἀπάγγελλ’ οὖσαν ἄρσενος τόκῳ.

{Πρ.} πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;

{Ηλ.} δέχ’ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.

{Πρ.} καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;

{Ηλ.} ἥξει κλύουσα λόχιά μου νοσήματα.

{Πρ.} πόθεν; τί δ’ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;

{Ηλ.} ναί· καὶ δακρύσει γ’ ἀξίωμ’ ἐμῶν τόκων.

{Πρ.} ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.

{Ηλ.} ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.

{Πρ.} καὶ μὴν ἐπ’ αὐτάς γ’ εἶσι σῶν δόμων πύλας.

{Ηλ.} οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;

{Πρ.} εἰ γὰρ θάνοιμι τοῦτ’ ἰδὼν ἐγώ ποτε.

{Ηλ.} πρώτιστα μέν νυν τῷδ’ ὑφήγησαι, γέρον . . .

{Πρ.} Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;

{Ηλ.} ἔπειτ’ ἀπαντῶν μητρὶ τἀπ’ ἐμοῦ φράσον.

{Πρ.} ὥστ’ αὐτά γ’ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.

{Ηλ.} σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.

{Ορ.} στείχοιμ’ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ’ ὁδοῦ.

{Πρ.} καὶ μὴν ἐγὼ πέμποιμ’ ἂν οὐκ ἀκουσίως.

{Ορ.} ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖ’ ἐχθρῶν γενοῦ . . .

{Ηλ.} οἴκτιρέ θ’ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν . . .

{Πρ.} οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.

{Ηλ.} Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς . . .

{Ορ.} νίκην δὸς ἡμῖν, εἰ δίκαι’ αἰτούμεθα.

{Πρ.} δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.

{Ορ.} σύ τ’, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ . . .

{Ηλ.} καὶ Γαῖ’ ἄνασσα, χεῖρας ᾗ δίδωμ’ ἐμὰς . . .

{Πρ.} ἄμυν’ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.

{Ορ.} νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.

{Ηλ.} οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ . . .

[683] {Πρ.} χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.

[682] {Ηλ.} ἤκουσας, ὦ δείν’ ἐξ ἐμῆς μητρὸς παθών;

[684] {Πρ.} πάντ’, οἶδ’, ἀκούει τάδε πατήρ· στείχειν δ’ ἀκμή.

{Ηλ.} καί σοι προφωνῶ πρὸς τάδ’ Αἴγισθον θανεῖν·

ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,

τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·

παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.

δόμων ἔσω βᾶσ’ εὐτρεπὲς ποήσομαι.

ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,

ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου

τἀναντί’ ἔσται τῶνδε· ταῦτά σοι λέγω.

{Ορ.} πάντ’ οἶδα. {Ηλ.} πρὸς τάδ’ ἄνδρα γίγνεσθαί σε χρή.

ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε

κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ’ ἐγὼ

πρόχειρον ἔγχος χειρὶ βαστάζουσ’ ἐμῇ.

οὐ γάρ ποτ’ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη

δίκην ὑφέξω, σῶμ’ ἐμὸν καθυβρίσαι.

[698]

{Χο.} ἀταλᾶς ὑπὸ ματρὸς {[στρ.}

[699] Ἀργείων

ὀρέων ποτὲ κληδὼν ἐν

πολιαῖσι μένει φήμαις

εὐαρμόστοις ἐν καλάμοις

Πᾶνα μοῦσαν ἡδύθροον

πνέοντ’, ἀγρῶν ταμίαν,

χρυσέαν καλλιπλόκαμον

πορεῦσαι. πετρίνοις δ’ ἐπι-

στὰς κᾶρυξ ἰάχει βάθροις·

Ἀγορὰν ἀγοράν, Μυκη-

ναῖοι, στείχετε μακαρίων

ὀψόμενοι τυράννων

φάσματα † δείματα. . . . χοροὶ δ’ Ἀτρει-

δᾶν † ἐγέραιρον οἴκους·

[712]

θυμέλαι δ’ ἐπίτναντο χρυ- {[ἀντ.}

[713] σήλατοι,

σελαγεῖτο δ’ ἀν’ ἄστυ πῦρ

ἐπιβώμιον Ἀργείων·

λωτὸς δὲ φθόγγον κελάδει

κάλλιστον, Μουσᾶν θεράπων·

μολπαὶ δ’ ηὔξοντ’ ἐραταί,

χρυσέας ἀρνὸς ἐπίλογοι,

Θυέστου· κρυφίαις γὰρ εὐ-

[720] ναῖς πείσας ἄλοχον φίλαν

Ἀτρέως, τέρας ἐκκομί-

ζει πρὸς δώματα· νεόμενος δ’

εἰς ἀγόρους ἀυτεῖ

τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-

λον κατὰ δῶμα ποίμναν.

[725]

τότε δὴ τότε φαεν- {[στρ.}

νὰς ἄστρων μετέβασ’ ὁδοὺς

Ζεὺς καὶ φέγγος ἀελίου

[730] λευκόν τε πρόσωπον ἀ-

οῦς, τὰ δ’ ἕσπερα νῶτ’ ἐλαύ-

νει θερμᾷ φλογὶ θεοπύρῳ,

νεφέλαι δ’ ἔνυδροι πρὸς ἄρ-

κτον, ξηραί τ’ Ἀμμωνίδες ἕ-

δραι φθίνουσ’ ἀπειρόδροσοι,

καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.

[736]

λέγεται, τὰν δὲ πί- {[ἀντ.}

στιν σμικρὰν παρ’ ἔμοιγ’ ἔχει,

στρέψαι θερμὰν ἀέλιον

χρυσωπὸν ἕδραν ἀλλά-

ξαντα δυστυχίᾳ βροτεί-

ῳ θνατᾶς ἕνεκεν δίκας.

φοβεροὶ δὲ βροτοῖσι μῦ-

θοι κέρδος πρὸς θεῶν θεραπεί-

αν. ὧν οὐ μνασθεῖσα πόσιν

κτείνεις, κλεινῶν συγγενέτειρ’ ἀδελφῶν.

[746]

{-} ἔα ἔα·

[747] φίλαι, βοῆς ἠκούσατ’-ἢ δοκὼ κενὴ

ὑπῆλθέ μ’; -ὥστε νερτέρα βροντὴ Διός;

ἰδού, τάδ’ οὐκ ἄσημα πνεύματ’ αἴρεται·

δέσποιν’, ἄμειψον δώματ’, Ἠλέκτρα, τάδε.

{Ηλ.} φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;

{Χο.} οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.

{Ηλ.} ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ’ ὅμως.

{Χο.} μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.

{Ηλ.} Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;

{Χο.} οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.

{Ηλ.} σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;

{Χο.} ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.

{Ηλ.} οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;

{Χο.} ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.

{ΑΓΓΕΛΟΣ}

[761] ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,

νικῶντ’ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,

Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ

Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.

{Ηλ.} τίς δ’ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;

{Αγ.} οὐκ οἶσθ’ ἀδελφοῦ μ’ εἰσορῶσα πρόσπολον;

{Ηλ.} ὦ φίλτατ’, ἔκ τοι δείματος δυσγνωσίαν

εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.

τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;

{Αγ.} τέθνηκε· δίς σοι ταὔθ’, ἃ γοῦν βούλῃ, λέγω.

{Ηλ.} ὦ θεοί, Δίκη τε πάνθ’ ὁρῶσ’, ἦλθές ποτε.

ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου

κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.

{Αγ.} ἐπεὶ μελάθρων τῶνδ’ ἀπήραμεν πόδα,

ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν

ἔνθ’ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.

κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,

δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·

ἰδών τ’ ἀυτεῖ· Χαίρετ’, ὦ ξένοι· τίνες

πόθεν πορεύεσθ’; ἔστε τ’ ἐκ ποίας χθονός;

ὁ δ’ εἶπ’ Ὀρέστης· Θεσσαλοί· πρὸς δ’ Ἀλφεὸν

θύσοντες ἐρχόμεσθ’ Ὀλυμπίῳ Διί.

κλύων δὲ ταῦτ’ Αἴγισθος ἐννέπει τάδε·

Νῦν μὲν παρ’ ἡμῖν χρὴ συνεστίους ἐμοὶ

θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν

Νύμφαις· ἑῷοι δ’ ἐξαναστάντες λέχους

ἐς ταὐτὸν ἥξετ’. ἀλλ’ ἴωμεν ἐς δόμους-

καὶ ταῦθ’ ἅμ’ ἠγόρευε καὶ χερὸς λαβὼν

παρῆγεν ἡμᾶς-οὐδ’ ἀπαρνεῖσθαι χρεών·

[ἐπεὶ δ’ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·]

λούτρ’ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,

ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.

ἀλλ’ εἶπ’ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα

λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.

εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,

Αἴγισθ’, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ’, ἄναξ.

τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·

λόγχας δὲ θέντες δεσπότου φρουρήματα

δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·

οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ’ ᾖρον κανᾶ,

ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ’ ἐσχάρας

λέβητας ὤρθουν· πᾶσα δ’ ἐκτύπει στέγη.

λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν

[804] ἔβαλλε βωμούς, τοιάδ’ ἐννέπων ἔπη·

Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν

καὶ τὴν κατ’ οἴκους Τυνδαρίδα δάμαρτ’ ἐμὴν

πράσσοντας ὡς νῦν, τοὺς δ’ ἐμοὺς ἐχθροὺς κακῶς

-λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ’ ἐμὸς

τἀναντί’ ηὔχετ’, οὐ γεγωνίσκων λόγους,

λαβεῖν πατρῷα δώματ’. ἐκ κανοῦ δ’ ἑλὼν

Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα

τεμὼν ἐφ’ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,

κἄσφαξ’ ἐπ’ ὤμων μόσχον ὡς ἦραν χεροῖν

δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·

Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς

εἶναι τόδ’, ὅστις ταῦρον ἀρταμεῖ καλῶς

ἵππους τ’ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,

δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.

ὁ δ’ εὐκρότητον Δωρίδ’ ἁρπάσας χεροῖν,

ῥίψας ἀπ’ ὤμων εὐπρεπῆ πορπάματα,

Πυλάδην μὲν εἵλετ’ ἐν πόνοις ὑπηρέτην,

δμῶας δ’ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,

λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·

θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς

δισσοὺς διαύλους ἵππιος διήνυσε,

κἀνεῖτο λαγόνας. ἱερὰ δ’ ἐς χεῖρας λαβὼν

Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν

σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας

κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.

χὣ μὲν σκυθράζει, δεσπότης δ’ ἀνιστορεῖ·

Τί χρῆμ’ ἀθυμεῖς; -Ὦ ξέν’, ὀρρωδῶ τινα

δόλον θυραῖον. ἔστι δ’ ἔχθιστος βροτῶν

Ἀγαμέμνονος παῖς πολέμιός τ’ ἐμοῖς δόμοις·

ὃ δ’ εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,

πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια

θοινασόμεσθα, Φθιάδ’ ἀντὶ Δωρικῆς

οἴσει τις ἡμῖν κοπίδ’, ἀπορρήξω χέλυν;

λαβὼν δὲ κόπτει. σπλάγχνα δ’ Αἴγισθος λαβὼν

ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω

ὄνυχας ἐπ’ ἄκρους στὰς κασίγνητος σέθεν

ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ

ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμ’ ἄνω κάτω

ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.

δμῶες δ’ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,

πολλοὶ μάχεσθαι πρὸς δύ’· ἀνδρείας δ’ ὕπο

ἔστησαν ἀντίπρῳρα σείοντες βέλη

Πυλάδης Ὀρέστης τ’. εἶπε δ’· Οὐχὶ δυσμενὴς

ἥκω πόλει τῇδ’ οὐδ’ ἐμοῖς ὀπάοσιν,

φονέα δὲ πατρὸς ἀντετιμωρησάμην

τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,

πατρὸς παλαιοὶ δμῶες. οἳ δ’, ἐπεὶ λόγων

ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ’ ὑπὸ

γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.

στέφουσι δ’ εὐθὺς σοῦ κασιγνήτου κάρα

χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ

κάρα ‘πιδείξων οὐχὶ Γοργόνος φέρων,

ἀλλ’ ὃν στυγεῖς Αἴγισθον· αἷμα δ’ αἵματος

πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.

[858]

{Χο.} θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, {[στρ.}

ὡς νεβρὸς οὐράνιον

πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.

νικᾷ στεφαναφορίαν

† κρείσσω τοῖς † παρ’ Ἀλφειοῦ ῥεέθροισι τελέσσας

κασίγνητος σέθεν· ἀλλ’ ἐπάειδε

καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.

[865]

{Ηλ.} ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,

ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,

νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ’ ἐλεύθεροι,

ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.

φέρ’, οἷα δὴ ‘´χω καὶ δόμοι κεύθουσί μου

κόμης ἀγάλματ’ ἐξενέγκωμαι, φίλαι,

στέψω τ’ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.

[872]

{Χο.} σὺ μέν νυν ἀγάλματ’ ἄειρε {[ἀντ.}

κρατί· τὸ δ’ ἁμέτερον

χωρήσεται Μούσαισι χόρευμα φίλον.

νῦν οἱ πάρος ἁμέτεροι

γαίας τυραννεύσουσι φίλοι βασιλῆες,

δικαίως . . . τοὺς δ’ ἀδίκως καθελόντες.

ἀλλ’ ἴτω ξύναυλος βοὰ χαρᾷ.

{Ηλ.} ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου

γεγώς, Ὀρέστα, τῆς ὑπ’ Ἰλίῳ μάχης,

δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.

ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν

ἀγῶν’ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν

Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.

σύ τ’, ὦ παρασπίστ’, ἀνδρὸς εὐσεβεστάτου

παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς

δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδ’ ἴσον μέρος

ἀγῶνος· αἰεὶ δ’ εὐτυχεῖς φαίνοισθέ μοι.

{Ορ.} θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης

ἀρχηγέτας τῆσδ’, εἶτα κἄμ’ ἐπαίνεσον

τὸν τῶν θεῶν τε τῆς τύχης θ’ ὑπηρέτην.

ἥκω γὰρ οὐ λόγοισιν ἀλλ’ ἔργοις κτανὼν

Αἴγισθον· ὡς δὲ τῷ σάφ’ εἰδέναι τάδε

προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,

ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,

ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,

πήξασ’ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν

[δοῦλος, πάροιθε δεσπότης κεκλημένος.]

{Ηλ.} αἰσχύνομαι μέν, βούλομαι δ’ εἰπεῖν ὅμως.

{Ορ.} τί χρῆμα; λέξον· ὡς φόβου γ’ ἔξωθεν εἶ.

{Ηλ.} νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.

{Ορ.} οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.

{Ηλ.} δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.

{Ορ.} λέγ’, εἴ τι χρῄζεις, σύγγον’· ἀσπόνδοισι γὰρ

νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.

{Ηλ.} εἶἑν· τίν’ ἀρχὴν πρῶτά σ’ ἐξείπω κακῶν,

ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;

καὶ μὴν δι’ ὄρθρων γ’ οὔποτ’ ἐξελίμπανον

θρυλοῦσ’ ἅ γ’ εἰπεῖν ἤθελον κατ’ ὄμμα σόν,

εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα

τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι

ἐκεῖν’ ἅ σε ζῶντ’ ἤθελον λέξαι κακά.

ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς

καὶ τόνδ’ ἔθηκας, οὐδὲν ἠδικημένος,

κἄγημας αἰσχρῶς μητέρ’ ἄνδρα τ’ ἔκτανες

στρατηλατοῦνθ’ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.

ἐς τοῦτο δ’ ἦλθες ἀμαθίας ὥστ’ ἤλπισας

ὡς ἐς σὲ ἐμὴν δὴ μητέρ’ οὐχ ἕξοις κακὴν

γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.

ἴστω δ’, ὅταν τις διολέσας δάμαρτά του

κρυπταῖσιν εὐναῖς εἶτ’ ἀναγκασθῇ λαβεῖν,

δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν

ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ’ οἷ δ’ ἔχειν.

ἄλγιστα δ’ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·

ᾔδησθα γὰρ δῆτ’ ἀνόσιον γήμας γάμον,

μήτηρ δὲ σ’ ἄνδρα δυσσεβῆ κεκτημένη.

ἄμφω πονηρὼ δ’ ὄντ’ ἀφαιρεῖσθον τύχην

† κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. †

πᾶσιν δ’ ἐν Ἀργείοισιν ἤκουες τάδε·

Ὁ τῆς γυναικός-οὐχὶ τἀνδρὸς ἡ γυνή.

καίτοι τόδ’ αἰσχρόν, προστατεῖν γε δωμάτων

γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ

τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς

οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.

ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη

τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.

ὃ δ’ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,

ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·

τὰ δ’ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.

ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.

ἣ μὲν γὰρ αἰεὶ παραμένουσ’ αἴρει κακά·

ὁ δ’ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν

ἐξέπτατ’ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.

ἃ δ’ ἐς γυναῖκας-παρθένῳ γὰρ οὐ καλὸν

λέγειν-σιωπῶ, γνωρίμως δ’ αἰνίξομαι.

ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους

κάλλει τ’ ἀραρώς. ἀλλ’ ἔμοιγ’ εἴη πόσις

μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.

τὰ γὰρ τέκν’ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,

τὰ δ’ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.

ἔρρ’, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ

δίκην δέδωκας. -ὧδέ τις κακοῦργος ὢν

μή μοι τὸ πρῶτον βῆμ’ ἐὰν δράμῃ καλῶς,

νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας

γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.

{Χο.} ἔπραξε δεινά, δεινὰ δ’ ἀντέδωκε σοὶ

καὶ τῷδ’· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.

{Ηλ.} εἶἑν· κομίζειν τοῦδε σῶμ’ ἔσω χρεὼν

σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ

μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.

{Ορ.} ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.

{Ηλ.} τί δ’; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;

[964] {Ορ.} οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ’ ἐγείνατο.

{Ηλ.} καλῶς ἄρ’ ἄρκυν ἐς μέσην πορεύεται . . .

καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.

{Ορ.} τί δῆτα δρῶμεν μητέρ’; ἦ φονεύσομεν;

{Ηλ.} μῶν σ’ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;

{Ορ.} φεῦ·

[969] πῶς γὰρ κτάνω νιν, ἥ μ’ ἔθρεψε κἄτεκεν;

{Ηλ.} ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.

{Ορ.} ὦ Φοῖβε, πολλήν γ’ ἀμαθίαν ἐθέσπισας . . .

{Ηλ.} ὅπου δ’ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;

{Ορ.} ὅστις μ’ ἔχρησας μητέρ’, ἣν οὐ χρῆν, κτανεῖν.

{Ηλ.} βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;

{Ορ.} μητροκτόνος νῦν φεύξομαι, τόθ’ ἁγνὸς ὤν.

{Ηλ.} καὶ μή γ’ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.

{Ορ.} ἐγὼ δὲ μητρὸς-; τῷ φόνου δώσω δίκας;

{Ηλ.} τῷ δ’ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;

{Ορ.} ἆρ’ αὔτ’ ἀλάστωρ εἶπ’ ἀπεικασθεὶς θεῷ;

{Ηλ.} ἱερὸν καθίζων τρίποδ’; ἐγὼ μὲν οὐ δοκῶ.

{Ορ.} οὐδ’ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.

{Ηλ.} οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.

{Ορ.} ἀλλ’ ἦ τὸν αὐτὸν τῇδ’ ὑποστήσω δόλον;

{Ηλ.} ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.

{Ορ.} ἔσειμι· δεινοῦ δ’ ἄρχομαι προβλήματος

καὶ δεινὰ δράσω γε-εἰ θεοῖς δοκεῖ τάδε,

ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.

[987]

{Χο.} [ἰώ,]

[988] βασίλεια γύναι χθονὸς Ἀργείας,

παῖ Τυνδάρεω,

καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν

Διός, οἳ φλογερὰν αἰθέρ’ ἐν ἄστροις

ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις

τιμὰς σωτῆρας ἔχοντες·

χαῖρε, σεβίζω σ’ ἴσα καὶ μάκαρας

πλούτου μεγάλης τ’ εὐδαιμονίας.

τὰς σὰς δὲ τύχας θεραπεύεσθαι

καιρός. ὦ βασίλεια.

{ΚΛΥΤΑΙΜΗΣΤΡΑ}

[998] ἔκβητ’ ἀπήνης, Τρῳάδες, χειρὸς δ’ ἐμῆς

λάβεσθ’, ἵν’ ἔξω τοῦδ’ ὄχου στήσω πόδα.

σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι

Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς

ἐξαίρετ’, ἀντὶ παιδὸς ἣν ἀπώλεσα

σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

{Ηλ.} οὔκουν ἐγώ-δούλη γὰρ ἐκβεβλημένη

δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους-

μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;

{Κλ.} δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.

{Ηλ.} τί δ’; αἰχμάλωτόν τοί μ’ ἀπῴκισας δόμων,

ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,

ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.

{Κλ.} τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα

ἐς οὓς ἐχρῆν ἥκιστ’ ἐβούλευσεν φίλων.

λέξω δὲ . . . καίτοι δόξ’ ὅταν λάβῃ κακὴ

γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.

ὡς μὲν παρ’ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ

μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃς,

στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;

ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,

οὐχ ὥστε θνῄσκειν, οὐδ’ ἃ γειναίμην ἐγώ.

κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως

λέκτροισι πείσας ᾤχετ’ ἐκ δόμων ἄγων

πρυμνοῦχον Αὖλιν, ἔνθ’ ὑπερτείνας πυρᾶς

λευκὴν διήμησ’ Ἰφιγόνης παρηΐδα.

κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,

ἢ δῶμ’ ὀνήσων τἄλλα τ’ ἐκσῴζων τέκνα,

ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ’ ἂν ἦν·

νῦν δ’ οὕνεχ’ Ἑλένη μάργος ἦν ὅ τ’ αὖ λαβὼν

ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,

τούτων ἕκατι παῖδ’ ἐμὴν διώλεσεν.

ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη

οὐκ ἠγριώμην οὐδ’ ἂν ἔκτανον πόσιν·

ἀλλ’ ἦλθ’ ἔχων μοι μαινάδ’ ἔνθεον κόρην

λέκτροις τ’ ἐπεισέφρηκε, καὶ νύμφα δύο

ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.

μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·

ὅταν δ’, ὑπόντος τοῦδ’, ἁμαρτάνῃ πόσις

τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει

γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.

κἄπειτ’ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,

οἱ δ’ αἴτιοι τῶνδ’ οὐ κλύουσ’ ἄνδρες κακῶς.

εἰ δ’ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,

κτανεῖν μ’ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν

Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ

ἠνέσχετ’ ἂν ταῦτ’; εἶτα τὸν μὲν οὐ θανεῖν

κτείνοντα χρῆν τἄμ’, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;

ἔκτειν’, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον

πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν

τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;

λέγ’, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,

ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.

{Χο.} δίκαι’ ἔλεξας· ἡ δίκη δ’ αἰσχρῶς ἔχει.

γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,

ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,

οὐδ’ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.

{Ηλ.} μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους

λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.

{Κλ.} καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.

{Ηλ.} † ἆρα † κλύουσα, μῆτερ, εἶτ’ ἔρξεις κακῶς;

{Κλ.} οὐκ ἔστι, τῇ σῇ δ’ ἡδὺ προσθήσω φρενί.

{Ηλ.} λέγοιμ’ ἄν· ἀρχὴ δ’ ἥδε μοι προοιμίου·

εἴθ’ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.

τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν

Ἑλένης τε καὶ σοῦ, δύο δ’ ἔφυτε συγγόνω,

ἄμφω ματαίω Κάστορός τ’ οὐκ ἀξίω.

ἣ μὲν γὰρ ἁρπασθεῖσ’ ἑκοῦσ’ ἀπώλετο,

σὺ δ’ ἄνδρ’ ἄριστον Ἑλλάδος διώλεσας,

σκῆψιν προτείνουσ’, ὡς ὑπὲρ τέκνου πόσιν

ἔκτεινας· οὐ γάρ σ’ ὡς ἔγωγ’ ἴσασιν εὖ.

ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,

νέον τ’ ἀπ’ οἴκων ἀνδρὸς ἐξωρμημένου,

ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.

γυνὴ δ’, ἀπόντος ἀνδρός, ἥτις ἐκ δόμων

ἐς κάλλος ἀσκεῖ, διάγραφ’ ὡς οὖσαν κακήν.

οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς

φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.

μόνη δὲ πασῶν οἶδ’ ἐγὼ σ’ Ἑλληνίδων,

εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,

εἰ δ’ ἥσσον’ εἴη, συννεφοῦσαν ὄμματα,

Ἀγαμέμνον’ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.

καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·

ἄνδρ’ εἶχες οὐ κακίον’ Αἰγίσθου πόσιν,

ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·

Ἑλένης δ’ ἀδελφῆς τοιάδ’ ἐξειργασμένης

ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ

παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ’ ἔχει.

εἰ δ’, ὡς λέγεις, σὴν θυγατέρ’ ἔκτεινεν πατήρ,

ἐγὼ τί σ’ ἠδίκησ’ ἐμός τε σύγγονος;

πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους

ἡμῖν προσῆψας, ἀλλ’ ἐπηνέγκω λέχει

τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;

κοὔτ’ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,

οὔτ’ ἀντ’ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ

κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ’ ἀμείψεται

φόνον δικάζων φόνος, ἀποκτενῶ σ’ ἐγὼ

καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·

εἰ γὰρ δίκαι’ ἐκεῖνα, καὶ τάδ’ ἔνδικα.

[ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν

γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ

μεγάλων ἀμείνω σώφρον’ ἐν δόμοις λέχη.

{Χο.} τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,

τὰ δ’ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.]

{Κλ.} ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·

ἔστιν δὲ καὶ τόδ’· οἳ μέν εἰσιν ἀρσένων,

οἳ δ’ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.

συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν

χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.

σὺ δ’ ὧδ’ ἄλουτος καὶ δυσείματος χρόα

λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;

οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·

ὡς μᾶλλον ἢ χρῆν ἤλασ’ εἰς ὀργὴν πόσιν.

{Ηλ.} ὀψὲ στενάζεις, ἡνίκ’ οὐκ ἔχεις ἄκη.

πατὴρ μὲν οὖν τέθνηκε· τὸν δ’ ἔξω χθονὸς

πῶς οὐ κομίζῃ παῖδ’ ἀλητεύοντα σόν;

{Κλ.} δέδοικα· τοὐμὸν δ’, οὐχὶ τοὐκείνου, σκοπῶ.

πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.

{Ηλ.} τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;

[1117] {Κλ.} τρόποι τοιοῦτοι· καὶ σὺ δ’ αὐθάδης ἔφυς.

{Ηλ.} ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.

{Κλ.} καὶ μὴν ἐκεῖνος οὐκέτ’ ἔσται σοι βαρύς.

{Ηλ.} φρονεῖ μέγ’· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.

{Κλ.} ὁρᾷς; ἀν’ αὖ σὺ ζωπυρεῖς νείκη νέα.

{Ηλ.} σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικ’ ἐγώ.

{Κλ.} παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ’ ἐκάλεις, τέκνον;

{Ηλ.} ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·

τούτων ὕπερ μοι θῦσον-οὐ γὰρ οἶδ’ ἐγώ-

δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·

τρίβων γὰρ οὐκ εἴμ’, ἄτοκος οὖσ’ ἐν τῷ πάρος.

{Κλ.} ἄλλης τόδ’ ἔργον, ἥ σ’ ἔλυσεν ἐκ τόκων.

{Ηλ.} αὐτὴ ‘λόχευον κἄτεκον μόνη βρέφος.

{Κλ.} οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;

{Ηλ.} πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.

{Κλ.} ἀλλ’ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον

θύσω θεοῖσι· σοὶ δ’ ὅταν πράξω χάριν

τήνδ’, εἶμ’ ἐπ’ ἀγρὸν οὗ πόσις θυηπολεῖ

Νύμφαισιν. ἀλλὰ τούσδ’ ὄχους, ὀπάονες,

φάτναις ἄγοντες πρόσθεθ’· ἡνίκ’ ἂν δέ με

δοκῆτε θυσίας τῆσδ’ ἀπηλλάχθαι θεοῖς,

πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.

{Ηλ.} χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι

μή σ’ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.

θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.

κανοῦν δ’ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,

ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ

πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις

ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ’ ἐγὼ

δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.

[1146]

{Χο.} ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- {[στρ.}

σιν αὖραι δόμων. τότε μὲν λουτροῖς

ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,

ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,

τάδ’ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν

πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντ’ ἐμάν;

{-} . . . . . . . .

. . . . . . . .

παλίρρους δὲ τάνδ’ ὑπάγεται δίκαν {[ἀντ.}

διαδρόμου λέχους μέλεον, ἃ πόσιν

χρόνιον ἱκόμενον εἰς οἴκους

[1158-1159] Κυκλώπειά τ’ οὐράνια τείχε’ ὀξυθήκτου βέλους

[1160] ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσ’· ἆ τλάμων

πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν;

{-} ὀρεία τις ὡς λέαιν’ ὀργάδων

δρύοχα νεμομένα, τάδε κατήνυσεν.

{Κλ.} {}

ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.

{Χο.} κλύεις ὑπώροφον βοάν;

{Κλ.} ἰώ μοί μοι.

{Χο.} ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.

{-} νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·

σχέτλια μὲν ἔπαθες, ἀνόσια δ’ εἰργάσω,

τάλαιν’, εὐνέταν.

[1171]

{-} ἀλλ’ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι

πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,

τροπαῖα δείγματ’ ἀθλίων προσφθεγμάτων.

οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος

τῶν Τανταλείων οὐδ’ ἔφυ ποτ’ ἐκγόνων.

[1176]

{Ορ.} ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα {[στρ.}

βροτῶν, ἴδετε τάδ’ ἔργα φόνι-

α μυσαρά, δίγονα σώματ’ ἐν

χθονὶ κείμενα πλαγᾷ

χερὸς ὑπ’ ἐμᾶς, ἄποιν’ ἐμῶν

[1181] πημάτων. . . .

[1181] . . . . .

{Ηλ.} δακρύτ’ ἄγαν, ὦ σύγγον’, αἰτία δ’ ἐγώ.

διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδ’,

ἅ μ’ ἔτικτε κούραν.

{Χο.} ἰὼ τύχας, σᾶς τύχας,

μᾶτερ τεκοῦσ’ ,

ἄλαστα μέλεα καὶ πέρα

παθοῦσα σῶν τέκνων ὑπαί.

πατρὸς δ’ ἔτεισας φόνον δικαίως.

[1189]

{Ορ.} ἰὼ Φοῖβ’, ἀνύμνησας δίκαι’ {[ἀντ.}

ἄφαντα, φανερὰ δ’ ἐξέπρα-

ξας ἄχεα, φόνια δ’ ὤπασας

λάχε’ ἀπὸ γᾶς [τᾶς] Ἑλλανίδος.

τίνα δ’ ἑτέραν μόλω πόλιν;

τίς ξένος, τίς εὐσεβὴς

ἐμὸν κάρα προσόψεται

ματέρα κτανόντος;

{Ηλ.} ἰὼ ἰώ μοι. ποῖ δ’ ἐγώ, τίν’ ἐς χορόν,

τίνα γάμον εἶμι; τίς πόσις με δέξεται

νυμφικὰς ἐς εὐνάς;

{Χο.} πάλιν, πάλιν φρόνημα σὸν

μετεστάθη πρὸς αὔραν·

φρονεῖς γὰρ ὅσια νῦν, τότ’ οὐ

φρονοῦσα, δεινὰ δ’ εἰργάσω,

φίλα, κασίγνητον οὐ θέλοντα.

[1205]

{Ορ.} κατεῖδες, οἷον ἁ τάλαιν’ ἔξω πέπλων {[στρ.}

ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,

ἰώ μοι, πρὸς πέδῳ

τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δ’ ἐγὼ . . .

{Χο.} σάφ’ οἶδα, δι’ ὀδύνας ἔβας,

ἰήιον κλύων γόον

[1211] ματρός, ἅ σ’ ἔτικτε.

[1211]

[1214] {Ορ.} βοὰν δ’ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν {[ἀντ.}

τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω·

παρῄδων τ’ ἐξ ἐμᾶν

ἐκρίμναθ’, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.

{Χο.} τάλαινα· πῶς ἔτλας φόνον

δι’ ὀμμάτων ἰδεῖν σέθεν

ματρὸς ἐκπνεούσας;

{Ορ.} ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς {[στρ.}

φασγάνῳ κατηρξάμαν

ματέρος ἔσω δέρας μεθείς.

{Ηλ.} ἐγὼ δ’ ἐπεγκέλευσά σοι

ξίφους τ’ ἐφηψάμαν ἅμα.

{Χο.} δεινότατον παθέων ἔρεξας.

[1226]

{Ορ.} λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις {[ἀντ.}

καθάρμοσον σφαγάς.

φονέας ἔτικτες ἆρά σοι.

{Ηλ.} ἰδού, φίλᾳ τε κοὐ φίλᾳ

φάρεα τάδ’ ἀμφιβάλλομεν.

{Χο.} τέρμα κακῶν μεγάλων δόμοισιν.

[1232]

{-} ἀλλ’ οἵδε δόμων ὑπὲρ ἀκροτάτων

φαίνουσι τίνες-δαίμονες ἢ θεῶν

τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γ’

ἥδε κέλευθος· τί ποτ’ ἐς φανερὰν

ὄψιν βαίνουσι βροτοῖσιν;

{ΔΙΟΣΚΟΥΡΟΙ}

[1238] Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε

καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,

Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.

δεινὸν δὲ ναὸς ἀρτίως πόντου σάλον

παύσαντ’ ἀφίγμεθ’ Ἄργος, ὡς ἐσείδομεν

σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.

δίκαια μέν νυν ἥδ’ ἔχει, σὺ δ’ οὐχὶ δρᾷς·

Φοῖβός τε, Φοῖβος-ἀλλ’ ἄναξ γάρ ἐστ’ ἐμός,

σιγῶ· σοφὸς δ’ ὢν οὐκ ἔχρησέ σοι σοφά.

αἰνεῖν δ’ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ

πράσσειν ἃ Μοῖρα Ζεύς τ’ ἔκρανε σοῦ πέρι.

Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,

σὺ δ’ Ἄργος ἔκλιπ’· οὐ γὰρ ἔστι σοι πόλιν

τήνδ’ ἐμβατεύειν, μητέρα κτείναντι σήν.

δειναὶ δὲ κῆρές αἱ κυνώπιδες θεαὶ

τροχηλατήσουσ’ ἐμμανῆ πλανώμενον.

ἐλθὼν δ’ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας

πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας

δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,

γοργῶφ’ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.

ἔστιν δ’ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ

ἕζοντ’ ἐπὶ ψήφοισιν αἵματος πέρι,

Ἁλιρρόθιον ὅτ’ ἔκταν’ ὠμόφρων Ἄρης,

μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,

πόντου κρέοντος παῖδ’, ἵν’ εὐσεβεστάτη

ψῆφος βεβαία τ’ ἐστὶν † ἔκ τε τοῦ † θεοῖς.

ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.

ἴσαι δέ σ’ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ

ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν

ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.

καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,

νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ’ ἀεί.

δειναὶ μὲν οὖν θεαὶ τῷδ’ ἄχει πεπληγμέναι

πάγον παρ’ αὐτὸν χάσμα δύσονται χθονός,

σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·

σὲ δ’ Ἀρκάδων χρὴ πόλιν ἐπ’ Ἀλφειοῦ ῥοαῖς

οἰκεῖν Λυκαίου πλησίον σηκώματος·

ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.

σοὶ μὲν τάδ’ εἶπον· τόνδε δ’ Αἰγίσθου νέκυν

Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.

μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν

Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,

Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων

ἥκει λιποῦσ’ Αἴγυπτον οὐδ’ ἦλθεν Φρύγας·

Ζεὺς δ’, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,

εἴδωλον Ἑλένης ἐξέπεμψ’ ἐς Ἴλιον.

Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ’ ἔχων

[1285] Ἀχαιίδος γῆς οἴκαδ’ ἐσπορευέτω,

καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω

Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·

σὺ δ’ Ἰσθμίας γῆς αὐχέν’ ἐμβαίνω ποδὶ

χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.

πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου

εὐδαιμονήσεις τῶνδ’ ἀπαλλαχθεὶς πόνων.

[1291]

{Χο.} ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς

τὰς ὑμετέρας ἡμῖν πελάθειν;

{Δι.} θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.

{Ηλ.} κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;

{Δι.} καὶ σοί· Φοίβῳ τήνδ’ ἀναθήσω

πρᾶξιν φονίαν.

{Χο.} πῶς ὄντε θεὼ τῆσδέ τ’ ἀδελφὼ

τῆς καπφθιμένης

οὐκ ἠρκέσατον κῆρας μελάθροις;

{Δι.} μοῖρά τ’ ἀνάγκης ἦγ’ ᾗ τὸ χρεών,

Φοίβου τ’ ἄσοφοι γλώσσης ἐνοπαί.

{Ηλ.} τίς δ’ ἔμ’ Ἀπόλλων, ποῖοι χρησμοὶ

φονίαν ἔδοσαν μητρὶ γενέσθαι;

{Δι.} κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,

μία δ’ ἀμφοτέρους

ἄτη πατέρων διέκναισεν.

{Ορ.} ὦ σύγγονέ μοι, χρονίαν σ’ ἐσιδὼν

τῶν σῶν εὐθὺς φίλτρων στέρομαι

καὶ σ’ ἀπολείψω σοῦ λειπόμενος.

{Δι.} πόσις ἔστ’ αὐτῇ καὶ δόμος· οὐχ ἥδ’

οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει

πόλιν Ἀργείων.

{Ηλ.} καὶ τίνες ἄλλαι στοναχαὶ μείζους

ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;

{Ορ.} ἀλλ’ ἐγὼ οἴκων ἔξειμι πατρὸς

καὶ ἐπ’ ἀλλοτρίαις ψήφοισι φόνον

μητρὸς ὑφέξω.

{Δι.} θάρσει· Παλλάδος

ὁσίαν ἥξεις πόλιν· ἀλλ’ ἀνέχου.

{Ηλ.} περί μοι στέρνοις στέρνα πρόσαψον,

σύγγονε φίλτατε·

διὰ γὰρ ζευγνῦσ’ ἡμᾶς πατρίων

μελάθρων μητρὸς φόνιοι κατάραι.

{Ορ.} βάλε, πρόσπτυξον σῶμα· θανόντος δ’

ὡς ἐπὶ τύμβῳ καταθρήνησον.

{Δι.} φεῦ φεῦ· δεινὸν τόδ’ ἐγηρύσω

καὶ θεοῖσι κλύειν.

ἔνι γὰρ κἀμοὶ τοῖς τ’ οὐρανίδαις

οἶκτοι θνητῶν πολυμόχθων.

{Ορ.} οὐκέτι σ’ ὄψομαι.

{Ηλ.} οὐδ’ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.

{Ορ.} τάδε λοίσθιά μοι προσφθέγματά σου.

{Ηλ.} ὦ χαῖρε, πόλις·

χαίρετε δ’ ὑμεῖς πολλά, πολίτιδες.

{Ορ.} ὦ πιστοτάτη, στείχεις ἤδη;

{Ηλ.} στείχω βλέφαρον τέγγουσ’ ἁπαλόν.

[1340] {Ορ.} Πυλάδη, χαίρων ἴθι, νυμφεύου

δέμας Ἠλέκτρας.

[1341]

{Δι.} τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας

τάσδ’ ὑποφεύγων στεῖχ’ ἐπ’ Ἀθηνῶν·

δεινὸν γὰρ ἴχνος βάλλουσ’ ἐπὶ σοὶ

χειροδράκοντες χρῶτα κελαιναί,

δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·

νὼ δ’ ἐπὶ πόντον Σικελὸν σπουδῇ

σῴσοντε νεῶν πρῴρας ἐνάλους.

διὰ δ’ αἰθερίας στείχοντε πλακὸς

τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,

οἷσιν δ’ ὅσιον καὶ τὸ δίκαιον

φίλον ἐν βιότῳ, τούτους χαλεπῶν

ἐκλύοντες μόχθων σῴζομεν.

οὕτως ἀδικεῖν μηδεὶς θελέτω

μηδ’ ἐπιόρκων μέτα συμπλείτω·

θεὸς ὢν θνητοῖς ἀγορεύω.

{Χο.} χαίρετε· χαίρειν δ’ ὅστις δύναται

καὶ ξυντυχίᾳ μή τινι κάμνει

θνητῶν, εὐδαίμονα πράσσει.

Ιππόλυτος Ευριπίδου

ΙΠΠΟΛΥΤΟΣ

(Hippolytus, ed. J. Diggle, Euripidis fabulae, vol. 1. Oxford: Clarendon Press, 1984: 207-271.)

ΑΦΡΟΔΙΤΗ

Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος

θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ’ ἔσω·

ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν

ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,

τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,

σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.

ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·

τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.

δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα.

10 ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,

Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,

μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας

λέγει κακίστην δαιμόνων πεφυκέναι·

ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,

Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,

τιμᾶι, μεγίστην δαιμόνων ἡγούμενος,

χλωρὰν δ’ ἀν’ ὕλην παρθένωι ξυνὼν ἀεὶ

κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,

μείζω βροτείας προσπεσὼν ὁμιλίας.

20 τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;

ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε τιμωρήσομαι

Ἱππόλυτον ἐν τῆιδ’ ἡμέραι· τὰ πολλὰ δὲ

πάλαι προκόψασ’, οὐ πόνου πολλοῦ με δεῖ.

ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων

σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων

Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ

ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο

ἔρωτι δεινῶι τοῖς ἐμοῖς βουλεύμασιν.

καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,

30 πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον

γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθείσατο,

ἐρῶσ’ ἔρωτ’ ἔκδημον, Ἱππολύτωι δ’ ἔπι

τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.

ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα

μίασμα φεύγων αἵματος Παλλαντιδῶν

καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα

ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,

ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη

κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται

40 σιγῆι, ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.

ἀλλ’ οὔτι ταύτηι τόνδ’ ἔρωτα χρὴ πεσεῖν,

δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται.

καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν

κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος

ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,

μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῶι·

ἡ δ’ εὐκλεὴς μὲν ἀλλ’ ὅμως ἀπόλλυται

Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν

τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ

50 δίκην τοσαύτην ὥστε μοι καλῶς ἔχειν.

ἀλλ’ εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως

στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,

Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.

πολὺς δ’ ἅμ’ αὐτῶι προσπόλων ὀπισθόπους

κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν

ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεωιγμένας πύλας

Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.

ΙΠΠΟΛΥΤΟΣ

ἕπεσθ’ ἄιδοντες ἕπεσθε

τὰν Διὸς οὐρανίαν

60 Ἄρτεμιν, ἇι μελόμεσθα.

ΙΠ. ΚΑΙ ΘΕΡΑΠΟΝΤΕΣ

πότνια πότνια σεμνοτάτα,

Ζηνὸς γένεθλον,

χαῖρε χαῖρέ μοι, ὦ κόρα

Λατοῦς Ἄρτεμι καὶ Διός,

καλλίστα πολὺ παρθένων,

ἃ μέγαν κατ’ οὐρανὸν

ναίεις εὐπατέρειαν αὐ-

λάν, Ζηνὸς πολύχρυσον οἶκον.

70 χαῖρέ μοι, ὦ καλλίστα

καλλίστα τῶν κατ’ Ὄλυμπον.

Ιπ. σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου

λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,

ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ

οὔτ’ ἦλθέ πω σίδηρος, ἀλλ’ ἀκήρατον

μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,

Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,

ὅσοις διδακτὸν μηδὲν ἀλλ’ ἐν τῆι φύσει

80 τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ’ ἀεί,

τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.

ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης

ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.

μόνωι γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·

σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,

κλύων μὲν αὐδῆς, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.

τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.

ΘΕΡΑΠΩΝ

ἄναξ, θεοὺς γὰρ δεσπότας καλεῖν χρεών,

ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;

90 Ιπ. καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.

Θε. οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;

Ιπ. οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;

Θε. μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.

Ιπ. ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;

Θε. ἐν δ’ εὐπροσηγόροισίν ἐστί τις χάρις;

Ιπ. πλείστη γε, καὶ κέρδος γε σὺν μόχθωι βραχεῖ.

Θε. ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;

Ιπ. εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.

Θε. πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις;

100 Ιπ. τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῆι στόμα.

Θε. τήνδ’ ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.

Ιπ. πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.

Θε. σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.

Ιπ. οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.

Θε. τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.

Ιπ. ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.

Θε. εὐδαιμονοίης, νοῦν ἔχων ὅσον σε δεῖ.

Ιπ. χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους

σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας

110 τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν

ἵππους, ὅπως ἂν ἅρμασι ζεύξας ὕπο

βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.

τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.

Θε. ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον

φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν

προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,

δέσποινα Κύπρι· χρὴ δὲ συγγνώμην ἔχειν.

εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων

μάταια βάζει, μὴ δόκει τούτου κλύειν·

120 σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.

ΧΟΡΟΣ

στρ. α Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,

βαπτὰν κάλπισι πα-

γὰν ῥυτὰν προιεῖσα κρημνῶν.

τόθι μοί τις ἦν φίλα

πορφύρεα φάρεα

ποταμίαι δρόσωι

τέγγουσα, θερμᾶς δ’ ἐπὶ νῶτα πέτρας

εὐαλίου κατέβαλλ’· ὅθεν μοι

130 πρώτα φάτις ἦλθε δεσποίνας,

ἀντ. α τειρομέναν νοσερᾶι κοίται δέμας ἐντὸς ἔχειν

οἴκων, λεπτὰ δὲ φά-

ρη ξανθὰν κεφαλὰν σκιάζειν·

τριτάταν δέ νιν κλύω

τάνδ’ ἀβρωσίαι

στόματος ἁμέραν

Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,

κρυπτῶι πάθει θανάτου θέλουσαν

140 κέλσαι ποτὶ τέρμα δύστανον.

στρ. β †σὺ γὰρ† ἔνθεος, ὦ κούρα,

εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας

ἢ σεμνῶν Κορυβάντων

φοιτᾶις ἢ ματρὸς ὀρείας;

†σὺ δ’† ἀμφὶ τὰν πολύθη-

ρον Δίκτυνναν ἀμπλακίαις

ἀνίερος ἀθύτων πελανῶν τρύχηι;

φοιτᾶι γὰρ καὶ διὰ Λί-

μνας χέρσον θ’ ὕπερ πελάγους

150 δίναις ἐν νοτίαις ἅλμας.

ἀντ. β ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν

ἀρχαγόν, τὸν εὐπατρίδαν,

ποιμαίνει τις ἐν οἴκοις

κρυπτᾶι κοίται λεχέων σῶν;

ἢ ναυβάτας τις ἔπλευ-

σεν Κρήτας ἔξορμος ἀνὴρ

λιμένα τὸν εὐξεινότατον ναύταις

φήμαν πέμπων βασιλεί-

αι, λύπαι δ’ ὑπὲρ παθέων

160 εὐναία δέδεται ψυχά;

ἐπωιδ. φιλεῖ δὲ τᾶι δυστρόπωι γυναικῶν

ἁρμονίαι κακὰ

δύστανος ἀμηχανία συνοικεῖν

ὠδίνων τε καὶ ἀφροσύνας.

δι’ ἐμᾶς ἦιξέν ποτε νηδύος ἅδ’

αὔρα· τὰν δ’ εὔλοχον οὐρανίαν

τόξων μεδέουσαν ἀύτευν

Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ

σὺν θεοῖσι φοιτᾶι.

170 ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν

τήνδε κομίζουσ’ ἔξω μελάθρων.

στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται·

τί ποτ’ ἐστὶ μαθεῖν ἔραται ψυχή,

τί δεδήληται

δέμας ἀλλόχροον βασιλείας.

ΤΡΟΦΟΣ

ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι·

τί σ’ ἐγὼ δράσω, τί δὲ μὴ δράσω;

τόδε σοι φέγγος, λαμπρὸς ὅδ’ αἰθήρ,

ἔξω δὲ δόμων ἤδη νοσερᾶς

180 δέμνια κοίτης.

δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,

τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.

ταχὺ γὰρ σφάλληι κοὐδενὶ χαίρεις,

οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν

φίλτερον ἡγῆι.

κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·

τὸ μέν ἐστιν ἁπλοῦν, τῶι δὲ συνάπτει

λύπη τε φρενῶν χερσίν τε πόνος.

πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων

190 κοὐκ ἔστι πόνων ἀνάπαυσις.

ἀλλ’ ὅτι τοῦ ζῆν φίλτερον ἄλλο

σκότος ἀμπίσχων κρύπτει νεφέλαις.

δυσέρωτες δὴ φαινόμεθ’ ὄντες

τοῦδ’ ὅτι τοῦτο στίλβει κατὰ γῆν

δι’ ἀπειροσύνην ἄλλου βιότου

κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,

μύθοις δ’ ἄλλως φερόμεσθα.

ΦΑΙΔΡΑ

αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα·

λέλυμαι μελέων σύνδεσμα φίλων.

200 λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.

βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·

ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.

Τρ. θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς

μετάβαλλε δέμας·

ῥᾶιον δὲ νόσον μετά θ’ ἡσυχίας

καὶ γενναίου λήματος οἴσεις.

μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.

Φα. αἰαῖ·

πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος

καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,

210 ὑπό τ’ αἰγείροις ἔν τε κομήτηι

λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;

Τρ. ὦ παῖ, τί θροεῖς;

οὐ μὴ παρ’ ὄχλωι τάδε γηρύσηι,

μανίας ἔποχον ῥίπτουσα λόγον;

Φα. πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν

καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι

στείβουσι κύνες

βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.

πρὸς θεῶν· ἔραμαι κυσὶ θωύξαι

καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι

220 Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’

ἐν χειρὶ βέλος.

Τρ. τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;

τί κυνηγεσίων καὶ σοὶ μελέτη;

τί δὲ κρηναίων νασμῶν ἔρασαι;

πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς

κλειτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.

Φα. δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας

καὶ γυμνασίων τῶν ἱπποκρότων,

230 εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις

πώλους Ἐνετὰς δαμαλιζομένα.

Τρ. τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;

νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας

πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις

ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.

τάδε μαντείας ἄξια πολλῆς,

ὅστις σε θεῶν ἀνασειράζει

καὶ παρακόπτει φρένας, ὦ παῖ.

Φα. δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;

240 ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;

ἐμάνην, ἔπεσον δαίμονος ἄτηι.

φεῦ φεῦ τλήμων.

μαῖα, πάλιν μου κρύψον κεφαλήν,

αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.

κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει

καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.

τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾶι,

τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ

μὴ γιγνώσκοντ’ ἀπολέσθαι.

250 Τρ. κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος

σῶμα καλύψει;

πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος·

χρῆν γὰρ μετρίας εἰς ἀλλήλους

φιλίας θνητοὺς ἀνακίρνασθαι

καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,

εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν

ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι·

τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν

ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ

260 τῆσδ’ ὑπεραλγῶ.

βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις

φασὶ σφάλλειν πλέον ἢ τέρπειν

τῆι θ’ ὑγιείαι μᾶλλον πολεμεῖν.

οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ

τοῦ μηδὲν ἄγαν·

καὶ ξυμφήσουσι σοφοί μοι.

Χο. γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,

Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας,

ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·

270 σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.

Τρ. οὐκ οἶδ’, ἐλέγχουσ’· οὐ γὰρ ἐννέπειν θέλει.

Χο. οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;

Τρ. ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾶι τάδε.

Χο. ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.

Τρ. πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;

Χο. πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;

Τρ. θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.

Χο. θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.

Τρ. κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.

280 Χο. ὁ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;

Τρ. ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.

Χο. σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη

νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;

Τρ. ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.

οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,

ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῆις

οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.

ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων

λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ

290 στυγνὴν ὀφρῦν λύσασα καὶ γνώμης ὁδόν,

ἐγώ θ’ ὅπηι σοι μὴ καλῶς τόθ’ εἱπόμην

μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.

κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,

γυναῖκες αἵδε συγκαθιστάναι νόσον·

εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,

λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῆι τόδε.

εἶἑν, τί σιγᾶις; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,

ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,

ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.

300 φθέγξαι τι, δεῦρ’ ἄθρησον. ὦ τάλαιν’ ἐγώ,

γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,

ἴσον δ’ ἄπεσμεν τῶι πρίν· οὔτε γὰρ τότε

λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται.

ἀλλ’ ἴσθι μέντοι–πρὸς τάδ’ αὐθαδεστέρα

γίγνου θαλάσσης–εἰ θανῆι, προδοῦσα σοὺς

παῖδας, πατρώιων μὴ μεθέξοντας δόμων,

μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,

ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο,

νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,

310 Ἱππόλυτον … Φα. οἶμοι. Τρ. θιγγάνει σέθεν τόδε;

Φα. ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν

τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.

Τρ. ὁρᾶις; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις

παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.

Φα. φιλῶ τέκν’· ἄλληι δ’ ἐν τύχηι χειμάζομαι.

Τρ. ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;

Φα. χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.

Τρ. μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;

Φα. φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.

320 Τρ. Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;

Φα. μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.

Τρ. τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;

Φα. ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σ’ ἁμαρτάνω.

Τρ. οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.

Φα. τί δρᾶις; βιάζηι, χειρὸς ἐξαρτωμένη;

Τρ. καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.

Φα. κάκ’ ὦ τάλαινά σοι τάδ’, εἰ πεύσηι, κακά.

Τρ. μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;

Φα. ὀλῆι. τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.

330 Τρ. κἄπειτα κρύπτεις, χρήσθ’ ἱκνουμένης ἐμοῦ;

Φα. ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.

Τρ. οὔκουν λέγουσα τιμιωτέρα φανῆι;

Φα. ἄπελθε πρὸς θεῶν δεξιάν τ’ ἐμὴν μέθες.

Τρ. οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.

Φα. δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.

Τρ. σιγῶιμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.

Φα. ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.

Τρ. ὃν ἔσχε ταύρου, τέκνον; ἢ τί φὴις τόδε;

Φα. σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ.

340 Τρ. τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;

Φα. τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.

Τρ. ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;

Φα. ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.

Τρ. οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.

Φα. φεῦ·

πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

Τρ. οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.

Φα. τί τοῦθ’ ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;

Τρ. ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.

Φα. ἡμεῖς ἂν εἶμεν θατέρωι κεχρημένοι.

350 Τρ. τί φήις; ἐρᾶις, ὦ τέκνον; ἀνθρώπων τίνος;

Φα. ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος …

Τρ. Ἱππόλυτον αὐδᾶις; Φα. σοῦ τάδ’, οὐκ ἐμοῦ, κλύεις.

Τρ. οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.

γυναῖκες, οὐκ ἀνασχέτ’, οὐκ ἀνέξομαι

ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.

ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι

βίου θανοῦσα· χαίρετ’, οὐκέτ’ εἴμ’ ἐγώ.

οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ’ ὅμως,

κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,

360 ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,

ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.

Χο. ἄιες ὤ, ἔκλυες ὤν,

ἀνήκουστα τᾶς

τυράννου πάθεα μέλεα θρεομένας;

ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,

κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·

ὦ τάλαινα τῶνδ’ ἀλγέων·

ὦ πόνοι τρέφοντες βροτούς.

ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.

τίς σε παναμέριος ὅδε χρόνος μένει;

370 τελευτάσεταί τι καινὸν δόμοις·

ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα

Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.

Φα. Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον

οἰκεῖτε χώρας Πελοπίας προνώπιον,

ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῶι χρόνωι

θνητῶν ἐφρόντισ’ ἧι διέφθαρται βίος.

καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν

πράσσειν κακίον’· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν

πολλοῖσιν· ἀλλὰ τῆιδ’ ἀθρητέον τόδε·

380 τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,

οὐκ ἐκπονοῦμεν δ’, οἱ μὲν ἀργίας ὕπο,

οἱ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ

ἄλλην τιν’· εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,

μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,

αἰδώς τε· δισσαὶ δ’ εἰσίν, ἡ μὲν οὐ κακή,

ἡ δ’ ἄχθος οἴκων· εἰ δ’ ὁ καιρὸς ἦν σαφής,

οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.

ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,

οὐκ ἔσθ’ ὁποίωι φαρμάκωι διαφθερεῖν

ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.

390 λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.

ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως

κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν

ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον·

γλώσσηι γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν

φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,

αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.

τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν

τῶι σωφρονεῖν νικῶσα προυνοησάμην.

400 τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον

Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,

κράτιστον (οὐδεὶς ἀντερεῖ) βουλευμάτων.

ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ

μήτ’ αἰσχρὰ δρώσηι μάρτυρας πολλοὺς ἔχειν.

τὸ δ’ ἔργον ἤιδη τὴν νόσον τε δυσκλεᾶ,

γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,

μίσημα πᾶσιν· ὡς ὄλοιτο παγκάκως

ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη

πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων

410 τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν·

ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῆι,

ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.

μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,

λάθραι δὲ τόλμας οὐ καλὰς κεκτημένας·

αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,

βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν

οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην

τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῆι;

ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,

420 ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,

μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι

παρρησίαι θάλλοντες οἰκοῖεν πόλιν

κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.

δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ἦι,

ὅταν ξυνειδῆι μητρὸς ἢ πατρὸς κακά.

μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίωι,

γνώμην δικαίαν κἀγαθὴν ὅτωι παρῆι·

κακοὺς δὲ θνητῶν ἐξέφην’ ὅταν τύχηι,

προθεὶς κάτοπτρον ὥστε παρθένωι νέαι,

430 χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.

Χο. φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν

καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.

Τρ. δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως

ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·

νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς

αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.

οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου

πέπονθας, ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.

ἐρᾶις (τί τοῦτο θαῦμα;) σὺν πολλοῖς βροτῶν·

440 κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;

οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,

ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών.

Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῆι,

ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῆι μετέρχεται,

ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρηι μέγα,

τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.

φοιτᾶι δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίωι

κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·

ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον,

450 οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.

ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων

ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεὶ

ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων

Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε

ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως

ἔρωτος οὕνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῶι

ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,

στέργουσι δ’, οἶμαι, ξυμφορᾶι νικώμενοι.

σὺ δ’ οὐκ ἀνέξηι; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα

460 πατέρα φυτεύειν ἢ ‘πὶ δεσπόταις θεοῖς

ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.

πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν

νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;

πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσιν

συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ

τόδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.

οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·

οὐδὲ στέγην γὰρ ἧι κατηρεφεῖς δόμοι

καλῶς ἀκριβώσαις ἄν· ἐς δὲ τὴν τύχην

470 πεσοῦσ’ ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;

ἀλλ’ εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,

ἄνθρωπος οὖσα κάρτα γ’ εὖ πράξειας ἄν.

ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,

λῆξον δ’ ὑβρίζουσ’, οὐ γὰρ ἄλλο πλὴν ὕβρις

τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,

τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε·

νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.

εἰσὶν δ’ ἐπωιδαὶ καὶ λόγοι θελκτήριοι·

φανήσεταί τι τῆσδε φάρμακον νόσου.

480 ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,

εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.

Χο. Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα

πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.

ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων

τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.

Φα. τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας

δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι·

οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν

ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.

490 Τρ. τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων

δεῖ σ’ ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,

τὸν εὐθὺς ἐξειπόντας ἀμφὶ σοῦ λόγον.

εἰ μὲν γὰρ ἦν σοι μὴ ‘πὶ συμφοραῖς βίος

τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,

οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς

προῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας,

σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.

Φα. ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλήισεις στόμα

καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;

500 Τρ. αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι·

κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,

ἢ τοὔνομ’, ὧι σὺ κατθανῆι γαυρουμένη.

Φα. ἆ μή σε πρὸς θεῶν, εὖ λέγεις γὰρ αἰσχρὰ δέ,

πέρα προβῆις τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ

ψυχὴν ἔρωτι, τἀισχρὰ δ’ ἢν λέγηις καλῶς

ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.

Τρ. εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν,

εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.

ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια

510 ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,

ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβηι φρενῶν

παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένηι κακή.

δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου

σημεῖον, ἢ πλόκον τιν’ ἢ πέπλων ἄπο,

λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.

Φα. πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;

Τρ. οὐκ οἶδ’· ὄνασθαι, μὴ μαθεῖν, βούλου, τέκνον.

Φα. δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῆις σοφή.

Τρ. πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι. δειμαίνεις δὲ τί;

520 Φα. μή μοί τι Θησέως τῶνδε μηνύσηις τόκωι.

Τρ. ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.

μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,

συνεργὸς εἴης· τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ

τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.

στρ. α Χο. Ἔρως Ἔρως, ὁ κατ’ ὀμμάτων

στάζων πόθον, εἰσάγων γλυκεῖαν

ψυχᾶι χάριν οὓς ἐπιστρατεύσηι,

μή μοί ποτε σὺν κακῶι φανείης

μηδ’ ἄρρυθμος ἔλθοις.

530 οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος

οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν

Ἔρως ὁ Διὸς παῖς.

ἀντ. α ἄλλως ἄλλως παρά τ’ Ἀλφεῶι

Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις

βούταν φόνον Ἑλλὰς ἀέξει,

Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,

τὸν τᾶς Ἀφροδίτας

540 φιλτάτων θαλάμων κληιδοῦχον, οὐ σεβίζομεν,

πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς

θνατοὺς ὅταν ἔλθηι.

στρ. β τὰν μὲν Οἰχαλίαι

πῶλον ἄζυγα λέκτρων,

ἄνανδρον τὸ πρὶν καὶ ἄνυμφον, οἴκων

ζεύξασ’ ἀπ’ Εὐρυτίων

550 δρομάδα ναΐδ’ ὅπως τε βάκ-

χαν σὺν αἵματι, σὺν καπνῶι,

φονίοισι νυμφείοις

Ἀλκμήνας τόκωι Κύπρις ἐξέδωκεν· ὦ

τλάμων ὑμεναίων.

ἀντ. β ὦ Θήβας ἱερὸν

τεῖχος, ὦ στόμα Δίρκας,

συνείποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρπει·

βροντᾶι γὰρ ἀμφιπύρωι

560 τοκάδα τὰν διγόνοιο Βάκ-

χου νυμφευσαμένα πότμωι

φονίωι κατηύνασεν.

δεινὰ γὰρ τὰ πάντ’ ἐπιπνεῖ, μέλισσα δ’ οἵ-

α τις πεπόταται.

Φα. σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα.

Χο. τί δ’ ἐστί, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;

Φα. ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.

Χο. σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.

Φα. ἰώ μοι, αἰαῖ·

570 ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.

Χο. τίνα θροεῖς αὐδάν; τίνα βοᾶις λόγον;

ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,

φρένας ἐπίσσυτος;

Φα. ἀπωλόμεσθα· ταῖσδ’ ἐπιστᾶσαι πύλαις

ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.

Χο. σὺ παρὰ κλῆιθρα, σοὶ μέλει πομπίμα

φάτις δωμάτων·

ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;

580 Φα. ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾶι

Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.

Χο. ἰὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·

γεγώνει δ’ οἵα διὰ πύλας ἔμολεν

ἔμολέ σοι βοά.

Φα. καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,

590 τὴν δεσπότου προδοῦσαν ἐξαυδᾶι λέχος.

Χο. ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.

τί σοι μήσομαι;

τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι,

αἰαῖ ἒ ἔ, πρόδοτος ἐκ φίλων.

Φα. ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,

φίλως καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.

Χο. πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;

Φα. οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος,

600 τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.

Ιπ. ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,

οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.

Τρ. σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.

Ιπ. οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.

Τρ. ναί, πρός σε τῆσδε δεξιᾶς εὐωλένου.

Ιπ. οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψηι πέπλων;

Τρ. ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσηι.

Ιπ. τί δ’, εἴπερ, ὡς φήις, μηδὲν εἴρηκας κακόν;

Τρ. ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.

610 Ιπ. τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.

Τρ. ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσηις.

Ιπ. ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.

Τρ. ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσηι;

Ιπ. ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

Τρ. σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

Ιπ. ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν

γυναῖκας ἐς φῶς ἡλίου κατώικισας;

εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,

οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,

620 ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς

ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος

παίδων πρίασθαι σπέρμα του τιμήματος,

τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν

ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.

[νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν

μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.]

τούτωι δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·

προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ

φερνὰς ἀπώικισ’, ὡς ἀπαλλαχθῆι κακοῦ.

630 ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν

γέγηθε κόσμον προστιθεὶς ἀγάλματι

καλὸν κακίστωι καὶ πέπλοισιν ἐκπονεῖ

δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

[ἔχει δ’ ἀνάγκην· ὥστε κηδεύσας καλῶς

γαμβροῖσι χαίρων σώιζεται πικρὸν λέχος,

ἢ χρηστὰ λέκτρα πενθεροὺς δ’ ἀνωφελεῖς

λαβὼν πιέζει τἀγαθῶι τὸ δυστυχές.]

ῥᾶιστον δ’ ὅτωι τὸ μηδέν· ἀλλ’ ἀνωφελὴς

εὐηθίαι κατ’ οἶκον ἵδρυται γυνή.

640 σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις

εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.

τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις

ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ

γνώμηι βραχείαι μωρίαν ἀφηιρέθη.

χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,

ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη

θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα

μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.

νῦν δ’ †αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ† κακὰ

650 βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.

ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,

λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·

ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι

ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,

ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;

εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σώιζει, γύναι·

εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ἡιρέθην,

οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.

νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἐκδημῆι χθονὸς

660 Θησεύς, ἄπειμι, σῖγα δ’ ἕξομεν στόμα·

θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ

πῶς νιν προσόψηι, καὶ σὺ καὶ δέσποινα σή.

[τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.]

ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι

γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·

ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.

ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω

ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.

Φα. τάλανες ὦ κακοτυχεῖς

γυναικῶν πότμοι·

670 τίν’ ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον

σφαλεῖσαι κάθαμμα λύειν λόγου;

ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·

πᾶι ποτ’ ἐξαλύξω τύχας;

πῶς δὲ πῆμα κρύψω, φίλαι;

τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν

πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων

φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος

πέραν δυσεκπέρατον ἔρχεται βίου.

κακοτυχεστάτα γυναικῶν ἐγώ.

680 Χο. φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,

δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.

Φα. ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,

οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς

πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

οὐκ εἶπον, οὐ σῆς προυνοησάμην φρενός,

σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;

σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς

θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων·

οὗτος γὰρ ὀργῆι συντεθηγμένος φρένας

690 ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,

ἐρεῖ δὲ Πιτθεῖ τῶι γέροντι συμφοράς,

πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.

ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους

πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.

Τρ. δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,

τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·

ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξηι, λέγειν.

ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι

ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.

700 εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·

πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

Φα. ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,

τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;

Τρ. μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.

ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.

Φα. παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς

παρήινεσάς μοι κἀπεχείρησας κακά.

ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι

φρόντιζ’· ἐγὼ δὲ τἀμὰ θήσομαι καλῶς.

710 ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,

τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένηι·

σιγῆι καλύψαθ’ ἁνθάδ’ εἰσηκούσατε.

Χο. ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,

μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.

Φα. καλῶς ἐλέξαθ’· ἓν δὲ †προτρέπουσ’ ἐγὼ†

εὕρημα δή τι τῆσδε συμφορᾶς ἔχω

ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον

αὐτή τ’ ὄνασθαι πρὸς τὰ νῦν πεπτωκότα.

οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους

720 οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι

αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.

Χο. μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;

Φα. θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.

Χο. εὔφημος ἴσθι. Φα. καὶ σύ γ’ εὖ με νουθέτει.

ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,

ψυχῆς ἀπαλλαχθεῖσα τῆιδ’ ἐν ἡμέραι

τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.

ἀτὰρ κακόν γε χἀτέρωι γενήσομαι

θανοῦσ’, ἵν’ εἰδῆι μὴ ‘πὶ τοῖς ἐμοῖς κακοῖς

730 ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι

κοινῆι μετασχὼν σωφρονεῖν μαθήσεται.

στρ. α Χο. ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,

ἵνα με πτεροῦσσαν ὄρνιν

θεὸς ἐν ποταναῖς

ἀγέλαις θείη·

ἀρθείην δ’ ἐπὶ πόντιον

κῦμα τᾶς Ἀδριηνᾶς

ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ,

ἔνθα πορφύρεον σταλάσ-

σουσ’ ἐς οἶδμα τάλαιναι

740 κόραι Φαέθοντος οἴκτωι δακρύων

τὰς ἠλεκτροφαεῖς αὐγάς·

ἀντ. α Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν

ἀνύσαιμι τᾶν ἀοιδῶν,

ἵν’ ὁ πορφυρέας πον-

τομέδων λίμνας

ναύταις οὐκέθ’ ὁδὸν νέμει,

σεμνὸν τέρμονα κυρῶν

οὐρανοῦ, τὸν Ἄτλας ἔχει,

κρῆναί τ’ ἀμβρόσιαι χέον-

ται Ζηνὸς παρὰ κοίταις,

ἵν’ ὀλβιόδωρος αὔξει ζαθέα

750 χθὼν εὐδαιμονίαν θεοῖς.

στρ. β ὦ λευκόπτερε Κρησία

πορθμίς, ἃ διὰ πόντιον

κῦμ’ ἁλίκτυπον ἅλμας

ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων

κακονυμφοτάταν ὄνασιν·

ἦ γὰρ ἀπ’ ἀμφοτέρων οἱ Κρησίας ἐκ γᾶς

δυσόρνις

760 ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τ’ ἀ-

κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ-

χὰς ἐπ’ ἀπείρου τε γᾶς ἔβασαν.

ἀντ. β ἀνθ’ ὧν οὐχ ὁσίων ἐρώ-

των δεινᾶι φρένας Ἀφροδί-

τας νόσωι κατεκλάσθη·

χαλεπᾶι δ’ ὑπέραντλος οὖσα συμφορᾶι τεράμνων

ἄπο νυμφιδίων κρεμαστὸν

770 ἅψεται ἀμφὶ βρόχον λευκᾶι καθαρμόζουσα δειρᾶι,

δαίμονα στυγνὸν καταιδεσθεῖσα τάν τ’ εὔ-

δοξον ἀνθαιρουμένα φήμαν ἀπαλλάσ-

σουσά τ’ ἀλγεινὸν φρενῶν ἔρωτα.

Τρ. (ἔσωθεν)

ἰοὺ ἰού·

βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·

ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.

Χο. φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ

γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.

780 Τρ. οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον

σίδηρον, ὧι τόδ’ ἅμμα λύσομεν δέρης;

Χο. φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους

λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;

– τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;

τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.

Τρ. ὀρθώσατ’ ἐκτείναντες ἄθλιον νέκυν·

πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.

Χο. ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·

ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.

ΘΗΣΕΥΣ

790 γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοὴ

†ἠχὼ βαρεῖα προσπόλων† ἀφίκετο;

οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος

πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.

μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;

πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν

λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.

Χο. οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,

Θησεῦ· νέοι θανόντες ἀλγύνουσί σε.

Θη. οἴμοι, τέκνων μοι μή τι συλᾶται βίος;

800 Χο. ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.

Θη. τί φήις; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;

Χο. βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.

Θη. λύπηι παχνωθεῖσ’ ἢ ἀπὸ συμφορᾶς τίνος;

Χο. τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμους,

Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.

Θη. αἰαῖ, τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα

πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;

χαλᾶτε κλῆιθρα, πρόσπολοι, πυλωμάτων,

ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν

810 γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.

Χο. ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·

ἔπαθες, εἰργάσω

τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,

αἰαῖ τόλμας,

βιαίως θανοῦσ’ ἀνοσίωι τε συμ-

φορᾶι, σᾶς χερὸς πάλαισμα μελέας.

τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;

Θη. ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ τάλας,

τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,

ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,

820 κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·

κατακονὰ μὲν οὖν ἀβίοτος βίου.

κακῶν δ’, ὦ τάλας, πέλαγος εἰσορῶ

τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν

μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.

τίνι λόγωι, τάλας, τίνι τύχαν σέθεν

βαρύποτμον, γύναι, προσαυδῶν τύχω;

ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,

πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.

830 αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·

πρόσωθεν δέ ποθεν ἀνακομίζομαι

τύχαν δαιμόνων ἀμπλακίαισι τῶν

πάροιθέν τινος.

Χο. οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνωι κακά,

πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.

Θη. τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας

μετοικεῖν σκότωι θανών, ὦ τλάμων,

τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·

ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.

840 †τίνος κλύω† πόθεν θανάσιμος τύχα,

γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;

εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον

στέγει τυραννὸν δῶμα προσπόλων ἐμῶν;

ὤμοι μοι < > σέθεν,

μέλεος, οἷον εἶδον ἄλγος δόμων,

οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·

ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.

ἔλιπες ἔλιπες, ὦ φίλα

γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾶι

850 φέγγος θ’ ἁλίοιο καὶ νυκτὸς ἀ-

στερωπὸν σέλας.

Χο. ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος·

δάκρυσί μου βλέφαρα καταχυθέντα τέγ-

γεται σᾶι τύχαι.

τὸ δ’ ἐπὶ τῶιδε πῆμα φρίσσω πάλαι.

Θη. ἔα ἔα·

τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς

ἠρτημένη; θέλει τι σημῆναι νέον;

ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς

ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;

860 θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως

οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.

καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου

τῆς οὐκέτ’ οὔσης οἵδε προσσαίνουσί με.

φέρ’ ἐξελίξας περιβολὰς σφραγισμάτων

ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.

Χο. φεῦ φεῦ, τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς

ἐπεισφρεῖ θεὸς κακόν· †ἐμοὶ [μὲν οὖν ἀβίοτος βίου]

τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν·†

ὀλομένους γάρ, οὐκέτ’ ὄντας, λέγω,

870 φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.

[ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήληις δόμους,

αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος

οἰωνὸν ὥστε μάντις εἰσορῶ κακόν.]

Θη. οἴμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῶι κακόν,

οὐ τλητὸν οὐδὲ λεκτόν· ὦ τάλας ἐγώ.

Χο. τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.

Θη. βοᾶι βοᾶι δέλτος ἄλαστα· πᾶι φύγω

βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,

οἷον οἷον εἶδον γραφαῖς μέλος

880 φθεγγόμενον τλάμων.

Χο. αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.

Θη. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις

καθέξω δυσεκπέρατον ὀλοὸν

κακόν· ἰὼ πόλις.

Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν

βίαι, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.

ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε

ἀρὰς ὑπέσχου τρεῖς, μιᾶι κατέργασαι

τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι

890 τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.

Χο. ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,

γνώσηι γὰρ αὖθις ἀμπλακών· ἐμοὶ πιθοῦ.

Θη. οὐκ ἔστι. καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,

δυοῖν δὲ μοίραιν θατέραι πεπλήξεται·

ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους

θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων

ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος

ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.

Χο. καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα

900 Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ

Θησεῦ, τὸ λῶιστον σοῖσι βούλευσαι δόμοις.

Ιπ. κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,

σπουδῆι· τὸ μέντοι πρᾶγμ’ ὅτωι στένεις ἔπι

οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.

ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,

νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·

ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε

οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.

τί χρῆμα πάσχει; τῶι τρόπωι διόλλυται;

910 πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.

σιγᾶις; σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς.

[ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν

κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.]

οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,

κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.

Θη. ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,

τί δὴ τέχνας μὲν μυρίας διδάσκετε

καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,

ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,

920 φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;

Ιπ. δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν

τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.

ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,

δέδοικα μή σου γλῶσσ’ ὑπερβάλληι κακοῖς.

Θη. φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον

σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,

ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,

δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,

τὴν μὲν δικαίαν τὴν δ’ ὅπως ἐτύγχανεν,

930 ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο

πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.

Ιπ. ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει

φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;

ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με

λόγοι, παραλλάσσοντες ἔξεδροι φρενῶν.

Θη. φεῦ τῆς βροτείας–ποῖ προβήσεται; –φρενός.

τί τέρμα τόλμης καὶ θράσους γενήσεται;

εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,

ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν

940 πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ

ἄλλην δεήσει γαῖαν ἣ χωρήσεται

τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.

σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς

ἤισχυνε τἀμὰ λέκτρα κἀξελέγχεται

πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.

δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθα,

τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.

σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ

ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;

950 οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ

θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.

ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς

σίτοις καπήλευ’ Ὀρφέα τ’ ἄνακτ’ ἔχων

βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·

ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ

φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ

σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.

τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;

ἐν τῶιδ’ ἁλίσκηι πλεῖστον, ὦ κάκιστε σύ·

960 ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι

τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;

μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον

τοῖς γνησίοισι πολέμιον πεφυκέναι;

κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις

εἰ δυσμενείαι σῆι τὰ φίλτατ’ ὤλεσεν.

ἀλλ’ ὡς τὸ σῶφρον ἀνδράσιν μὲν οὐκ ἔνι,

γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους

οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,

ὅταν ταράξηι Κύπρις ἡβῶσαν φρένα·

970 τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.

νῦν οὖν–τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις

νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;

ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,

καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόληις

μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.

εἰ γὰρ παθών γέ σου τάδ’ ἡσσηθήσομαι,

οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ

κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,

οὐδ’ αἱ θαλάσσηι σύννομοι Σκιρωνίδες

980 φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.

Χο. οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα

θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.

Ιπ. πάτερ, μένος μὲν ξύντασις τε σῶν φρενῶν

δεινή· τὸ μέντοι πρᾶγμ’, ἔχον καλοὺς λόγους,

εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.

ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,

ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος·

ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς

φαῦλοι παρ’ ὄχλωι μουσικώτεροι λέγειν.

990 ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,

γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν

ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν

οὐκ ἀντιλέξοντ’. εἰσορᾶις φάος τόδε

καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,

οὐδ’ ἢν σὺ μὴ φῆις, σωφρονέστερος γεγώς.

ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν

φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις

ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ

μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις,

1000 οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,

ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.

ἑνὸς δ’ ἄθικτος, ὧι με νῦν ἔχειν δοκεῖς·

λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας.

οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγωι κλύων

γραφῆι τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν

πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.

καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω·

δεῖ δή σε δεῖξαι τῶι τρόπωι διεφθάρην.

πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο

1010 πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον

ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;

μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.

ἀλλ’ ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;

†ἥκιστά γ’, εἰ μὴ† τὰς φρένας διέφθορεν

θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.

ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς

πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος

σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις·

πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν

1020 κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.

ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·

εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγὼ

καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,

ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·

νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς

ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων

μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.

ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος

[ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,]

1030 καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου

σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.

τί δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον

οὐκ οἶδ’, ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν·

ἐσωφρόνησε δ’ οὐκ ἔχουσα σωφρονεῖν,

ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.

Χο. ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφὴν

ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.

Θη. ἆρ’ οὐκ ἐπωιδὸς καὶ γόης πέφυχ’ ὅδε,

ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίαι

1040 ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;

Ιπ. καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·

εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,

ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,

εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.

Θη. ὡς ἄξιον τόδ’ εἶπας. οὐχ οὕτω θανῆι,

ὥσπερ σὺ σαυτῶι τόνδε προύθηκας νόμον·

ταχὺς γὰρ Ἅιδης ῥᾶιστος ἀνδρὶ δυστυχεῖ·

ἀλλ’ ἐκ πατρώιας φυγὰς ἀλητεύων χθονὸς

ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον.

1050 [μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.]

Ιπ. οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον

δέξηι καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾶις χθονός;

Θη. πέραν γε Πόντου καὶ τόπων Ἀτλαντικῶν,

εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.

Ιπ. οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων

φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;

Θη. ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη

κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα

φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.

1060 Ιπ. ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,

ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;

οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,

μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.

Θη. οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.

οὐκ εἶ πατρώιας ἐκτὸς ὡς τάχιστα γῆς;

Ιπ. ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων

δόμους ἔσειμι, τῆιδ’ ἐπ’ αἰτίαι φυγών;

Θη. ὅστις γυναικῶν λυμεῶνας ἥδεται

ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.

1070 Ιπ. αἰαῖ, πρὸς ἧπαρ· δακρύων ἐγγὺς τόδε,

εἰ δὴ κακός γε φαίνομαι δοκῶ τε σοί.

Θη. τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν

ὅτ’ ἐς πατρώιαν ἄλοχον ὑβρίζειν ἔτλης.

Ιπ. ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι

καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.

Θη. ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·

τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.

Ιπ. φεῦ·

εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον

1080 στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.

Θη. πολλῶι γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν

ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.

Ιπ. ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·

μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.

Θη. οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε

πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;

Ιπ. κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ γε θίξεται·

σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.

Θη. δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσηι λόγοις·

οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.

1090 Ιπ. ἄραρεν, ὡς ἔοικεν. ὦ τάλας ἐγώ,

ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.

ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,

σύνθακε, συγκύναγε, φευξούμεσθα δὴ

κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις

καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,

ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,

χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι.

ἴτ’, ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,

προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·

1100 ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον

ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῶι δοκεῖ πατρί.

ΘΕΡΑΠΟΝΤΕΣ

στρ. α ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας

ἔλθηι,

λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων

λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι

λεύσσων·

ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται

ἀνδράσιν αἰὼν

1110 πολυπλάνητος αἰεί.

ἀντ. α Χο. εἴθε μοι εὐξαμέναι θεόθεν τάδε μοῖρα

παράσχοι,

τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·

δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος

ἐνείη,

ῥάιδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ

1119 βίον συνευτυχοίην.

στρ. β Θε. οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω, παρὰ δ’ ἐλπίδ’

ἃ λεύσσω·

ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρ’ Ἀφαίας

εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς

ἄλλαν ἐπ’ αἶαν ἱέμενον.

ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,

ὦ δρυμὸς ὄρεος ὅθι κυνῶν

ὠκυπόδων μέτα θῆρας ἔναιρεν

1130 Δίκτυνναν ἀμφὶ σεμνάν.

ἀντ. β Χο. οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσηι

τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ

γυμνάδος ἵππου·

μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν

λήξει πατρῶιον ἀνὰ δόμον·

ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι

Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·

1140 νυμφιδία δ’ ἀπόλωλε φυγᾶι σᾶι

λέκτρων ἅμιλλα κούραις.

ἐπωιδ. ἐγὼ δὲ σᾶι δυστυχίαι

δάκρυσιν διοίσω

πότμον ἄποτμον. ὦ τάλαινα μᾶτερ,

ἔτεκες ἀνόνατα· φεῦ,

μανίω θεοῖσιν.

ἰὼ ἰώ·

συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς

οὐδὲν ἄτας αἴτιον

1150 πέμπετε τῶνδ’ ἀπ’ οἴκων;

καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ

σπουδῆι σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.

ΑΓΓΕΛΟΣ

ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν

εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι

σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω;

Χο. ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.

Αγ. Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον

σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν

ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.

1160 Θη. τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα

δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;

Αγ. Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·

δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.

Θη. πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος

ὅτου κατήισχυν’ ἄλοχον ὡς πατρὸς βίαι;

Αγ. οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος

ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῶι πατρὶ

πόντου κρέοντι παιδὸς ἠράσω πέρι.

Θη. ὦ θεοί, Πόσειδόν θ’· ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ

1170 ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.

πῶς καὶ διώλετ’; εἰπέ, τῶι τρόπωι Δίκης

ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντά με;

Αγ. ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας

ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας

κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων

ὡς οὐκέτ’ ἐν γῆι τῆιδ’ ἀναστρέψοι πόδα

Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.

ὁ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος

ἡμῖν ἐπ’ ἀκτάς, μυρία δ’ ὀπισθόπους

1180 φίλων ἅμ’ ἔστειχ’ ἡλίκων ὁμήγυρις.

χρόνωι δὲ δή ποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·

Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.

ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,

δμῶες, πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.

τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,

καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας

πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.

μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,

αὐταῖς ἐν ἀρβύλαισιν ἁρμόσας πόδας.

1190 καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·

Ζεῦ, μηκέτ’ εἴην εἰ κακὸς πέφυκ’ ἀνήρ·

αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ

ἤτοι θανόντας ἢ φάος δεδορκότας.

κἀν τῶιδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν

πώλοις ἁμαρτῆι· πρόσπολοι δ’ ὑφ’ ἅρματος

πέλας χαλινῶν εἱπόμεσθα δεσπότηι

τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.

ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,

ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς

1200 πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.

ἔνθεν τις ἠχὼ χθόνιος, ὡς βροντὴ Διός,

βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·

ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν

ἵπποι, παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς

πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους

ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν

κῦμ’ οὐρανῶι στηρίζον, ὥστ’ ἀφηιρέθη

Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν,

ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.

1210 κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν

πολὺν καχλάζον ποντίωι φυσήματι

χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.

αὐτῶι δὲ σὺν κλύδωνι καὶ τρικυμίαι

κῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·

οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη

φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ

κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.

εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·

καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν

1220 πολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν,

ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνήρ,

ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·

αἱ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γνάθοις

βίαι φέρουσιν, οὔτε ναυκλήρου χερὸς

οὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων

μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ

γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,

προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν,

ταῦρος, φόβωι τέτρωρον ἐκμαίνων ὄχον·

1230 εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,

σιγῆι πελάζων ἄντυγι ξυνείπετο,

ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν

ἁψῖδα πέτρωι προσβαλὼν ὀχήματος.

σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνω

τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα,

αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς

δεσμὸν δυσεξέλικτον ἕλκεται δεθείς,

σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα

θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·

1240 Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,

μή μ’ ἐξαλείψητ’. ὦ πατρὸς τάλαιν’ ἀρά·

τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;

πολλοὶ δὲ βουληθέντες ὑστέρωι ποδὶ

ἐλειπόμεσθα. χὠ μὲν ἐκ δεσμῶν λυθεὶς

τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτωι τρόπωι

πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·

ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας

ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός.

δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,

1250 ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,

τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός,

οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος

καὶ τὴν ἐν Ἴδηι γραμμάτων πλήσειέ τις

πεύκην· ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.

Χο. αἰαῖ, κέκρανται συμφορὰ νέων κακῶν,

οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.

Θη. μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε

λόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενος

θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,

1260 οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.

Αλ. πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον

δράσαντας ἡμᾶς σῆι χαρίζεσθαι φρενί;

φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν

οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσηι.

Θη. κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν

λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς

τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη.

Χο. σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν

ἄγεις, Κύπρι, σὺν δ’ ὁ ποι-

1270 κιλόπτερος ἀμφιβαλὼν

ὠκυτάτωι πτερῶι·

ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’

ἁλμυρὸν ἐπὶ πόντον,

θέλγει δ’ Ἔρως ὧι μαινομέναι κραδίαι

πτανὸς ἐφορμάσηι χρυσοφαής,

φύσιν ὀρεσκόων σκύμνων πελαγίων θ’

ὅσα τε γᾶ τρέφει

τά τ’ αἰθόμενος ἅλιος δέρκεται

1280 ἄνδρας τε· συμπάντων βασιληίδα τι-

μάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.

ΑΡΤΕΜΙΣ

σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι

παῖδ’ ἐπακοῦσαι·

Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ.

Θησεῦ, τί τάλας τοῖσδε συνήδηι,

παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας

ψεύδεσι μύθοις ἀλόχου πεισθεὶς

ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.

1290 πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις

δέμας αἰσχυνθείς,

ἢ πτηνὸν ἄω μεταβὰς βίοτον

πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;

ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι

κτητὸν βιότου μέρος ἐστίν.

ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν.

καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε·

ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα

τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνηι,

1300 καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ

γενναιότητα. τῆς γὰρ ἐχθίστης θεῶν

ἡμῖν ὅσαισι παρθένειος ἡδονὴ

δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν·

γνώμηι δὲ νικᾶν τὴν Κύπριν πειρωμένη

τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς,

ἣ σῶι δι’ ὅρκων παιδὶ σημαίνει νόσον.

ὁ δ’, ὥσπερ οὖν δίκαιον, οὐκ ἐφέσπετο

λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος

ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς·

1310 ἡ δ’ εἰς ἔλεγχον μὴ πέσηι φοβουμένη

ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν

δόλοισι σὸν παῖδ’, ἀλλ’ ὅμως ἔπεισέ σε.

Θη. οἴμοι.

Αρ. δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος,

τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξηις πλέον.

ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;

ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,

ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρῶν τινα.

πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς

1320 ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ἤινεσεν·

σὺ δ’ ἔν τ’ ἐκείνωι κἀν ἐμοὶ φαίνηι κακός,

ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα

ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνωι μακρῶι

σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆν

ἀρὰς ἐφῆκας παιδὶ καὶ κατέκτανες.

Θη. δέσποιν’, ὀλοίμην. Αρ. δείν’ ἔπραξας, ἀλλ’ ὅμως

ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·

Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τάδε,

πληροῦσα θυμόν. θεοῖσι δ’ ὦδ’ ἔχει νόμος·

οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίαι

1330 τῆι τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.

ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη

οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ

ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ

θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν

τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·

ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴ

λόγων ἐλέγχους, ὥστε σὴν πεῖσαι φρένα.

μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,

λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ

1340 θνήισκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς

αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.

Χο. καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,

σάρκας νεαρὰς ξανθόν τε κάρα

διαλυμανθείς. ὦ πόνος οἴκων,

οἷον ἐκράνθη δίδυμον μελάθροις

πένθος θεόθεν καταληπτόν.

Ιπ. αἰαῖ αἰαῖ·

δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου

χρησμοῖς ἀδίκοις διελυμάνθην.

1350 ἀπόλωλα τάλας, οἴμοι μοι.

διά μου κεφαλῆς ἄισσουσ’ ὀδύναι

κατά τ’ ἐγκέφαλον πηδᾶι σφάκελος·

σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.

ἒ ἔ·

ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς

βόσκημα χερός,

διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.

φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμα, δμῶες,

χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.

τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;

1360 πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε

τὸν κακοδαίμονα καὶ κατάρατον

πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾶις;

ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,

ὅδ’ ὁ σωφροσύνηι πάντας ὑπερσχών,

προῦπτον ἐς Ἅιδην στείχω, κατ’ ἄκρας

ὀλέσας βίοτον, μόχθους δ’ ἄλλως

τῆς εὐσεβίας

εἰς ἀνθρώπους ἐπόνησα.

1370 αἰαῖ αἰαῖ·

καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει·

μέθετέ με τάλανα,

καί μοι θάνατος παιὰν ἔλθοι.

†προσαπόλλυτέ μ’ ὄλλυτε τὸν δυσδαί-

μονα·† ἀμφιτόμου λόγχας ἔραμαι,

διαμοιρᾶσαι κατά τ’ εὐνᾶσαι

τὸν ἐμὸν βίοτον.

ὦ πατρὸς ἐμοῦ δύστανος ἀρά·

μιαιφόνον τι σύγγονον

1380 παλαιῶν προγεννη-

τόρων ἐξορίζεται

κακὸν οὐδὲ μένει,

ἔμολέ τ’ ἐπ’ ἐμέ–τί ποτε, τὸν οὐ-

δὲν ὄντ’ ἐπαίτιον κακῶν;

ἰώ μοί μοι.

τί φῶ; πῶς ἀπαλλά-

ξω βιοτὰν ἐμὰν

τοῦδ’ ἀνάλγητον πάθους;

εἴθε με κοιμάσειε τὸν

δυσδαίμον’ Ἅιδα μέλαι-

να νύκτερός τ’ ἀνάγκα.

Αρ. ὦ τλῆμον, οἵαι συμφορᾶι συνεζύγης·

1390 τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.

Ιπ. ἔα·

ὦ θεῖον ὀσμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς

ὢν ἠισθόμην σου κἀνεκουφίσθην δέμας.

ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.

Αρ. ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.

Ιπ. ὁρᾶις με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;

Αρ. ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.

Ιπ. οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης.

Αρ. οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.

Ιπ. οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.

1400 Αρ. Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.

Ιπ. οἴμοι, φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.

Αρ. τιμῆς ἐμέμφθη, σωφρονοῦντι δ’ ἤχθετο.

Ιπ. τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ἤισθημαι, μία.

Αρ. πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.

Ιπ. ὤιμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.

Αρ. ἐξηπατήθη δαίμονος βουλεύμασιν.

Ιπ. ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.

Θη. ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.

Ιπ. στένω σε μᾶλλον ἢ ‘μὲ τῆς ἁμαρτίας.

1410 Θη. εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.

Ιπ. ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.

Θη. ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.

Ιπ. τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.

Θη. δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.

Ιπ. φεῦ·

εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.

Αρ. ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον

θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας

ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,

σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν·

1420 ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς

ὃς ἂν μάλιστα φίλτατος κυρῆι βροτῶν

τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.

σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν

τιμὰς μεγίστας ἐν πόλει Τροζηνίαι

δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος

κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ

πένθη μέγιστα δακρύων καρπουμένωι·

ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων

ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν

1430 ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.

σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ

σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·

ἄκων γὰρ ὤλεσάς νιν, ἀνθρώποισι δὲ

θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.

καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,

Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ἧι διεφθάρης.

καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν

οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·

ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.

1440 Ιπ. χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·

μακρὰν δὲ λείπεις ῥαιδίως ὁμιλίαν.

λύω δὲ νεῖκος πατρὶ χρηιζούσης σέθεν·

καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.

αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·

λαβοῦ πάτερ μου καὶ κατόρθωσον δέμας.

Θη. οἴμοι, τέκνον, τί δρᾶις με τὸν δυσδαίμονα;

Ιπ. ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.

Θη. ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;

Ιπ. οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.

1450 Θη. τί φήις; ἀφίης αἵματός μ’ ἐλεύθερον;

Ιπ. τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.

Θη. ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνηι πατρί.

Ιπ. ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.

Θη. οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.

Ιπ. τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.

Θη. μή νυν προδῶις με, τέκνον, ἀλλὰ καρτέρει.

Ιπ. κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.

κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.

Θη. ὦ κλείν’ Ἀφαίας Παλλάδος θ’ ὁρίσματα,

1460 οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ,

ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.

Χο. κοινὸν τόδ’ ἄχος πᾶσι πολίταις

ἦλθεν ἀέλπτως.

πολλῶν δακρύων ἔσται πίτυλος·

τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς

φῆμαι μᾶλλον κατέχουσιν.

Ιφιγένεια εν Ταύροις

Εὐριπίδη
Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια
Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς
Μενέλαος Ἀγαμέμνων τε· τοῦ δ᾽ ἔφυν ἐγώ
τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, 5
ἣν ἀμφὶ δίναις ἃς θάμ᾽ Εὔριπος πυκναῖς
αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
ἔσφαξεν Ἑλένης οὕνεχ᾽, ὡς δοκεῖ, πατὴρ
Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον 10
Ἑλληνικὸν συνήγαγ᾽ Ἀγαμέμνων ἄναξ,
τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
λαβεῖν Ἀχαιοῖς τούς θ᾽ ὑβρισθέντας γάμους
Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
δεινῆς δ᾽ ἀπλοίας πνευμάτων τε τυγχάνων, 15
ἐς ἔμπυρ᾽ ἦλθε, καὶ λέγει Κάλχας τάδε·
ὦ τῆσδ᾽ ἀνάσσων Ἑλλάδος στρατηγίας,
Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,
πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι 20
κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
παῖδ᾽ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
τίκτει–τὸ καλλιστεῖον εἰς ἔμ᾽ ἀναφέρων–
ἣν χρή σε θῦσαι. καί μ᾽ Ὀδυσσέως τέχναις
μητρὸς παρείλοντ᾽ ἐπὶ γάμοις Ἀχιλλέως. 25
ἐλθοῦσα δ᾽ Αὐλίδ᾽ ἡ τάλαιν᾽ ὑπὲρ πυρᾶς
μεταρσία ληφθεῖσ᾽ ἐκαινόμην ξίφει·
ἀλλ᾽ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
πέμψασά μ᾽ ἐς τήνδ᾽ ᾤκισεν Ταύρων χθόνα, 30
οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
ἐς τοὔνομ᾽ ἦλθε τόδε ποδωκείας χάριν.
ναοῖσι δ᾽ ἐν τοῖσδ᾽ ἱερέαν τίθησί με·
ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ 35
Ἄρτεμις, ἑορτῆς, τοὔνομ᾽ ἧς καλὸν μόνον–
τὰ δ᾽ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη–
[θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,
ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.]
κατάρχομαι μέν, σφάγια δ᾽ ἄλλοισιν μέλει 40
ἄρρητ᾽ ἔσωθεν τῶνδ᾽ ἀνακτόρων θεᾶς.
ἃ καινὰ δ᾽ ἥκει νὺξ φέρουσα φάσματα,
λέξω πρὸς αἰθέρ᾽, εἴ τι δὴ τόδ᾽ ἔστ᾽ ἄκος.
ἔδοξ᾽ ἐν ὕπνῳ τῆσδ᾽ ἀπαλλαχθεῖσα γῆς
οἰκεῖν ἐν Ἄργει, παρθένοισι δ᾽ ἐν μέσαις 45
εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,
φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
δόμων πίτνοντα, πᾶν δ᾽ ἐρείψιμον στέγος
βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.
μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι 50
δόμων πατρῴων, ἐκ δ᾽ ἐπικράνων κόμας
ξανθὰς καθεῖναι, φθέγμα δ᾽ ἀνθρώπου λαβεῖν,
κἀγὼ τέχνην τήνδ᾽ ἣν ἔχω ξενοκτόνον
τιμῶσ᾽ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,
κλαίουσα. τοὔναρ δ᾽ ὧδε συμβάλλω τόδε· 55
τέθνηκ᾽ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες·
θνῄσκουσι δ᾽ οὓς ἂν χέρνιβες βάλωσ᾽ ἐμαί.
[οὐδ᾽ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·
Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτ᾽ ὠλλύμην ἐγώ.] 60
νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς
παροῦσ᾽ ἀπόντι–ταῦτα γὰρ δυναίμεθ᾽ ἄν–
σὺν προσπόλοισιν, ἃς ἔδωχ᾽ ἡμῖν ἄναξ
Ἑλληνίδας γυναῖκας. ἀλλ᾽ ἐξ αἰτίας
οὔπω τίνος πάρεισιν; εἶμ᾽ ἔσω δόμων 65
ἐν οἷσι ναίω τῶνδ᾽ ἀνακτόρων θεᾶς.

Ὀρέστης
ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.

Πυλάδης
ὁρῶ, σκοποῦμαι δ᾽ ὄμμα πανταχῆ στρέφων.

Ὀρέστης
Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ᾽ εἶναι θεᾶς
ἔνθ᾽ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν; 70

Πυλάδης
ἔμοιγ᾽, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.

Ὀρέστης
καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;

Πυλάδης
ἐξ αἱμάτων γοῦν ξάνθ᾽ ἔχει τριχώματα.

Ὀρέστης
θριγκοῖς δ᾽ ὑπ᾽ αὐτοῖς σκῦλ᾽ ὁρᾷς ἠρτημένα;

Πυλάδης
τῶν κατθανόντων γ᾽ ἀκροθίνια ξένων. 75
ἀλλ᾽ ἐγκυκλοῦντ᾽ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.

Ὀρέστης
ὦ Φοῖβε, ποῖ μ᾽ αὖ τήνδ᾽ ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμ᾽ ἐτεισάμην,
μητέρα κατακτάς, διαδοχαῖς δ᾽ Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς 80
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
ἐλθὼν δέ σ᾽ ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμ᾽ ἐς τέλος πόνων τ᾽ ἐμῶν,
οὓς ἐξεμόχθουν περιπολῶν καθ᾽ Ἑλλάδα–
σὺ δ᾽ εἶπας ἐλθεῖν Ταυρικῆς μ᾽ ὅρους χθονός, 85
ἔνθ᾽ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
λαβεῖν τ᾽ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
λαβόντα δ᾽ ἢ τέχναισιν ἢ τύχῃ τινί,
κίνδυνον ἐκπλήσαντ᾽, Ἀθηναίων χθονὶ 90
δοῦναι–τὸ δ᾽ ἐνθένδ᾽ οὐδὲν ἐρρήθη πέρα–
καὶ ταῦτα δράσαντ᾽ ἀμπνοὰς ἕξειν πόνων.

Ὀρέστης
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δ᾽ ἱστορῶ,
Πυλάδη–σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου– 95
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
ὑψηλά· πότερα δωμάτων προσαμβάσεις
ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς–
ὧν οὐδὲν ἴσμεν; ἢν δ᾽ ἀνοίγοντες πύλας 100
ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
θανούμεθ᾽. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
φεύγωμεν, ᾗπερ δεῦρ᾽ ἐναυστολήσαμεν.

Πυλάδης
φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ᾽ εἰώθαμεν,
τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον· 105
ναοῦ δ᾽ ἀπαλλαχθέντε κρύψωμεν δέμας
κατ᾽ ἄντρ᾽ ἃ πόντος νοτίδι διακλύζει μέλας–
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, 110
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
ὅρα δέ γ᾽ εἴσω τριγλύφων ὅποι κενὸν
δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
τολμῶσι, δειλοὶ δ᾽ εἰσὶν οὐδὲν οὐδαμοῦ. 115

Ὀρέστης
οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
ἀλλ᾽ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
οὐ γὰρ τὸ τοῦ θεοῦ γ᾽ αἴτιον γενήσεται 120
πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.

Χορός
εὐφαμεῖτ᾽, ὦ
πόντου δισσὰς συγχωρούσας
πέτρας Ἀξείνου ναίοντες. 125
ὦ παῖ τᾶς Λατοῦς,
Δίκτυνν᾽ οὐρεία,
πρὸς σὰν αὐλάν, εὐστύλων
ναῶν χρυσήρεις θριγκούς,
πόδα παρθένιον ὅσιον ὁσίας 130
κλῃδούχου δούλα πέμπω,
Ἑλλάδος εὐίππου πύργους
καὶ τείχη χόρτων τ᾽ εὐδένδρων 134
ἐξαλλάξασ᾽ Εὐρώπαν, 135
πατρῴων οἴκων ἕδρας.
ἔμολον· τί νέον; τίνα φροντίδ᾽ ἔχεις;
τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,
ὦ παῖ τοῦ τᾶς Τροίας πύργους
ἐλθόντος κλεινᾷ σὺν κώπᾳ 140
χιλιοναύτα
μυριοτευχοῦς Ἀτρείδα; [τῶν κλεινῶν;]

Ἰφιγένεια
ἰὼ δμωαί,
δυσθρηνήτοις ὡς θρήνοις
ἔγκειμαι, τᾶς οὐκ εὐμούσου 145
μολπᾶς [βοὰν] ἀλύροις ἐλέγοις, αἰαῖ,
αἰαῖ, κηδείοις οἴκτοισιν·
αἵ μοι συμβαίνουσ᾽ ἆται,
σύγγονον ἁμὸν κατακλαιομένα
ζωᾶς, οἵαν ἰδόμαν 150
ὄψιν ὀνείρων
νυκτός, τᾶς ἐξῆλθ᾽ ὄρφνα.
ὀλόμαν ὀλόμαν·
οὐκ εἴσ᾽ οἶκοι πατρῷοι·
οἴμοι φροῦδος γέννα.
φεῦ φεῦ τῶν Ἄργει μόχθων. 155
ἰὼ δαῖμον,
μόνον ὅς με κασίγνητον συλᾷς
Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς 159
μέλλω κρατῆρά τε τὸν φθιμένων 160
ὑδραίνειν γαίας ἐν νώτοις
πηγάς τ᾽ οὐρείων ἐκ μόσχων
Βάκχου τ᾽ οἰνηρὰς λοιβὰς 164
ξουθᾶν τε πόνημα μελισσᾶν, 165
ἃ νεκροῖς θελκτήρια κεῖται.
ἀλλ᾽ ἔνδος μοι πάγχρυσον 168
τεῦχος καὶ λοιβὰν Ἅιδα.
ὦ κατὰ γαίας Ἀγαμεμνόνιον 170
θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω·
δέξαι δ᾽· οὐ γὰρ πρὸς τύμβον σοι
ξανθὰν χαίταν, οὐ δάκρυ᾽ οἴσω.
τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην 175
πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
κεῖμαι σφαχθεῖσ᾽ ἁ τλάμων.

Χορός
ἀντιψάλμους ᾠδὰς ὕμνων τ᾽
Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν 180
δεσποίνᾳ γ᾽ ἐξαυδάσω,
τὰν ἐν θρήνοισιν μοῦσαν 183
νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς
Ἅιδας ὑμνεῖ δίχα παιάνων. 185
οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων·
ἔρρει φῶς σκήπτρων, οἴμοι,
πατρῴων οἴκων.
ἦν ἐκ τῶν εὐόλβων Ἄργει
βασιλέων ἀρχά, 190
μόχθος δ᾽ ἐκ μόχθων ᾄσσει·
δινευούσαις ἵπποισι <ῥιφαὶ
Πέλοπος> πταναῖς· ἀλλάξας δ᾽ ἐξ
ἕδρας ἱερὸν ὄμμ᾽ αὐγᾶς
ἅλιος. ἄλλαις δ᾽ ἄλλα προσέβα 195
χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,
φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν
ἔνθεν τῶν πρόσθεν δμαθέντων 199
Τανταλιδᾶν ἐκβαίνει ποινά γ᾽ 200
εἰς οἴκους, σπεύδει δ᾽ ἀσπούδαστ᾽
ἐπὶ σοὶ δαίμων.

Ἰφιγένεια
ἐξ ἀρχᾶς μοι δυσδαίμων
δαίμων τᾶς ματρὸς ζώνας
καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς 205
λόχιαι στερρὰν παιδείαν
Μοῖραι ξυντείνουσιν θεαί,
τᾷ μναστευθείσᾳ ᾽ξ Ἑλλάνων,
ἃν πρωτόγονον θάλος ἐν θαλάμοις
Λήδας ἁ τλάμων κούρα 210
σφάγιον πατρῴᾳ λώβᾳ
καὶ θῦμ᾽ οὐκ εὐγάθητον
ἔτεκεν, ἔτρεφεν εὐκταίαν·
ἱππείοις δ᾽ ἐν δίφροισι
ψαμάθων Αὐλίδος ἐπέβασαν 215
νύμφαιον, οἴμοι, δύσνυμφον
τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.
νῦν δ᾽ ἀξείνου πόντου ξείνα
δυσχόρτους οἴκους ναίω,
ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος, 220
οὐ τὰν Ἄργει μέλπουσ᾽ Ἥραν
οὐδ᾽ ἱστοῖς ἐν καλλιφθόγγοις
κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
Τιτάνων ποικίλλουσ᾽, ἀλλ᾽
αἱμόρραντον δυσφόρμιγγα 225
ξείνων αἱμάσσουσ᾽ ἄταν βωμούς,
οἰκτράν τ᾽ αἰαζόντων αὐδὰν
οἰκτρόν τ᾽ ἐκβαλλόντων δάκρυον.
καὶ νῦν κείνων μέν μοι λάθα,
τὸν δ᾽ Ἄργει δμαθέντα κλαίω 230
σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον, 232
ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ᾽
Ἄργει σκηπτοῦχον Ὀρέσταν. 235

Χορός
καὶ μὴν ὅδ᾽ ἀκτὰς ἐκλιπὼν θαλασσίους
βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.

Βουκόλος
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.

Ἰφιγένεια
τί δ᾽ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου; 240

Βουκόλος
ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα
πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,
θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. 245

Ἰφιγένεια
ποδαποί; τίνος γῆς σχῆμ᾽ ἔχουσιν οἱ ξένοι;

Βουκόλος
Ἕλληνες· ἓν τοῦτ᾽ οἶδα κοὐ περαιτέρω.

Ἰφιγένεια
οὐδ᾽ ὄνομ᾽ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;

Βουκόλος
Πυλάδης ἐκλῄζεθ᾽ ἅτερος πρὸς θατέρου.

Ἰφιγένεια
τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ᾽ ἦν; 250

Βουκόλος
οὐδεὶς τόδ᾽ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.

Ἰφιγένεια
πῶς δ᾽ εἴδετ᾽ αὐτοὺς κἀντυχόντες εἵλετε;

Βουκόλος
ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου–

Ἰφιγένεια
καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;

Βουκόλος
βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. 255

Ἰφιγένεια
ἐκεῖσε δὴ ᾽πάνελθε, πῶς νιν εἵλετε
τρόπῳ θ᾽ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.
χρόνιοι γὰρ ἥκουσ᾽· οὐδέ πω βωμὸς θεᾶς
Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.

Βουκόλος
ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων 260
βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν 265
ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
ἔλεξε δ᾽· Οὐχ ὁρᾶτε; δαίμονές τινες
θάσσουσιν οἵδε. –θεοσεβὴς δ᾽ ἡμῶν τις ὢν
ἀνέσχε χεῖρα καὶ προσηύξατ᾽ εἰσιδών·
ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, 270
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
εἴτ᾽ οὖν ἐπ᾽ ἀκταῖς θάσσετον Διοσκόρω,
ἢ Νηρέως ἀγάλμαθ᾽, ὃς τὸν εὐγενῆ
ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, 275
ἐγέλασεν εὐχαῖς, ναυτίλους δ᾽ ἐφθαρμένους
θάσσειν φάραγγ᾽ ἔφασκε τοῦ νόμου φόβῳ,
κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
ἔδοξε δ᾽ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. 280
κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
ἔστη κάρα τε διετίναξ᾽ ἄνω κάτω
κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,
μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·
Πυλάδη, δέδορκας τήνδε; τήνδε δ᾽ οὐχ ὁρᾷς 285
Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
δειναῖς ἐχίδναις εἰς ἔμ᾽ ἐστομωμένη;
ἣ δ᾽ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
πτεροῖς ἐρέσσει, μητέρ᾽ ἀγκάλαις ἐμὴν
ἔχουσα–πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. 290
οἴμοι, κτενεῖ με· ποῖ φύγω;
παρῆν δ᾽ ὁρᾶν 291a
οὐ ταῦτα μορφῆς σχήματ᾽, ἀλλ᾽ ἠλλάσσετο
φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,
ἃς φᾶσ᾽ Ἐρινῦς ἱέναι μιμήματα.
ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, 295
σιγῇ καθήμεθ᾽· ὃ δὲ χερὶ σπάσας ξίφος,
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
παίει σιδήρῳ λαγόνας ἐς πλευράς θ᾽ ἱείς,
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. 300
κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
πίπτοντα καὶ πορθούμεν᾽, ἐξωπλίζετο,
κόχλους τε φυσῶν συλλέγων τ᾽ ἐγχωρίους·
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. 305
πολλοὶ δ᾽ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
στάζων ἀφρῷ γένειον· ὡς δ᾽ ἐσείδομεν
προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν 310
ἀφρόν τ᾽ ἀπέψη σώματός τ᾽ ἐτημέλει
πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
φίλον δὲ θεραπείαισιν ἄνδρ᾽ εὐεργετῶν.
ἔμφρων δ᾽ ἀνᾴξας ὁ ξένος πεσήματος 315
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
ᾤμωξέ θ᾽· ἡμεῖς δ᾽ οὐκ ἀνίεμεν πέτροις
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
οὗ δὴ τὸ δεινὸν παρακέλευσμ᾽ ἠκούσαμεν· 320
Πυλάδη, θανούμεθ᾽, ἀλλ᾽ ὅπως θανούμεθα
κάλλισθ᾽· ἕπου μοι, φάσγανον σπάσας χερί. —
ὡς δ᾽ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
ἀλλ᾽, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι 325
ἔβαλλον αὐτούς· εἰ δὲ τούσδ᾽ ὠσαίατο,
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
ἀλλ᾽ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
οὐδεὶς τὰ τῆς θεοῦ θύματ᾽ εὐτύχει βαλών.
μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, 330
κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
πέτροισι χειρῶν φάσγαν᾽, ἐς δὲ γῆν γόνυ
καμάτῳ καθεῖσαν. πρὸς δ᾽ ἄνακτα τῆσδε γῆς
κομίζομέν νιν. ὃ δ᾽ ἐσιδὼν ὅσον τάχος
ἐς χέρνιβάς τε καὶ σφαγεῖ᾽ ἔπεμπέ σοι. 335
ηὔχου δὲ τοιάδ᾽, ὦ νεᾶνί, σοι ξένων
σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.

Χορός
θαυμάστ᾽ ἔλεξας τὸν μανένθ᾽, ὅστις ποτὲ 340
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.

Ἰφιγένεια
εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
τὰ δ᾽ ἐνθάδ᾽ ἡμεῖς ὅσια φροντιούμεθα–
ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,
Ἕλληνας ἄνδρας ἡνίκ᾽ ἐς χέρας λάβοις.
νῦν δ᾽ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
δοκοῦσ᾽ Ὀρέστην μηκέθ᾽ ἥλιον βλέπειν,
δύσνουν με λήψεσθ᾽, οἵτινές ποθ᾽ ἥκετε. 350
καὶ τοῦτ᾽ ἄρ᾽ ἦν ἀληθές, ᾐσθόμην, φίλαι·
οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
ἀλλ᾽ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας 355
Ἑλένην ἀπήγαγ᾽ ἐνθάδ᾽, ἥ μ᾽ ἀπώλεσεν,
Μενέλεών θ᾽, ἵν᾽ αὐτοὺς ἀντετιμωρησάμην,
τὴν ἐνθάδ᾽ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
οὗ μ᾽ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
ἔσφαζον, ἱερεὺς δ᾽ ἦν ὁ γεννήσας πατήρ. 360
οἴμοι–κακῶν γὰρ τῶν τότ᾽ οὐκ ἀμνημονῶ–
ὅσας γενείου χεῖρας ἐξηκόντισα
γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
λέγουσα τοιάδ᾽· ὦ πάτερ, νυμφεύομαι
νυμφεύματ᾽ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δ᾽ ἐμὲ 365
σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
μέλαθρον· ἡμεῖς δ᾽ ὀλλύμεσθα πρὸς σέθεν.
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ᾽, οὐχ ὁ Πηλέως,
ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις 370
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
ἔχουσ᾽, ἀδελφόν τ᾽ οὐκ ἀνειλόμην χεροῖν,
–ὃς νῦν ὄλωλεν–οὐ κασιγνήτῃ στόμα
συνῆψ᾽ ὑπ᾽ αἰδοῦς, ὡς ἰοῦσ᾽ ἐς Πηλέως 375
μέλαθρα· πολλὰ δ᾽ ἀπεθέμην ἀσπάσματα
ἐς αὖθις, ὡς ἥξουσ᾽ ἐς Ἄργος αὖ πάλιν.
ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων–
τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, 380
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
οὐκ ἔσθ᾽ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ 385
Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
τοὺς δ᾽ ἐνθάδ᾽, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· 390
οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.

Χορός
κυάνεαι κυάνεαι
σύνοδοι θαλάσσας, ἵν᾽ οἶ-
στρος ὁ πετόμενος Ἀργόθεν ἄ-
ξενον ἐπ᾽ οἶδμα διεπέρασεν . . . 395
Ἀσιήτιδα γαῖαν
Εὐρώπας διαμείψας.
τίνες ποτ᾽ ἄρα τὸν εὔυδρον δονακόχλοα 399
λιπόντες Εὐρώταν ἢ 400
ῥεύματα σεμνὰ Δίρκας
ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ
δίᾳ τέγγει
βωμοὺς καὶ περικίονας 405
ναοὺς αἷμα βρότειον;
ἦ ῥοθίοις εἰλατίνας
δικρότοισι κώπας ἔπλευ-
σαν ἐπὶ πόντια κύματα, νά-
ιον ὄχημα λινοπόροις αὔραις, 410
φιλόπλουτον ἅμιλλαν
αὔξοντες μελάθροισιν;
φίλα γὰρ ἐλπίς γ᾽, ἐπί τε πήμασιν βροτῶν 410
ἄπληστος ἀνθρώποις, ὄλ- 415
βου βάρος οἳ φέρονται
πλάνητες ἐπ᾽ οἶδμα πόλεις τε βαρβάρους περῶντες,
κοινᾷ δόξᾳ·
γνώμα δ᾽ οἷς μὲν ἄκαιρος ὄλ-
βου, τοῖς δ᾽ ἐς μέσον ἥκει. 420
πῶς πέτρας τὰς συνδρομάδας,
πῶς Φινεϊδᾶν ἀΰ-
πνους ἀκτὰς ἐπέρασαν
παρ᾽ ἅλιον
αἰγιαλὸν ἐπ᾽ Ἀμφιτρί- 425
τας ῥοθίῳ δραμόντες,
ὅπου πεντήκοντα κορᾶν
Νηρῄδων . . . . χοροὶ
μέλπουσιν ἐγκύκλιοι,
πλησιστίοισι πνοαῖς 430
συριζόντων κατὰ πρύμναν
εὐναίων πηδαλίων
αὔραις νοτίαις
ἢ πνεύμασι Ζεφύρου,
τὰν πολυόρνιθον ἐπ᾽ αἶ- 435
αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-
ος δρόμους καλλισταδίους,
ἄξεινον κατὰ πόντον;
εἴθ᾽ εὐχαῖσιν δεσποσύνοις
Λήδας Ἑλένα φίλα
παῖς ἐλθοῦσα τύχοι τὰν 440
Τρῳάδα λι-
ποῦσα πόλιν, ἵν᾽ ἀμφὶ χαί-
τᾳ δρόσον αἱματηρὰν
ἑλιχθεῖσα λαιμοτόμῳ
δεσποίνας χειρὶ θάνοι 445
ποινὰς δοῦσ᾽ ἀντιπάλους.
ἁδίσταν δ᾽ ἀγγελίαν
δεξαίμεσθ᾽, Ἑλλάδος ἐκ γᾶς
πλωτήρων εἴ τις ἔβα,
δουλείας ἐμέθεν 450
δειλαίας παυσίπονος·
κἀν γὰρ ὀνείροισι συνεί-
ην δόμοις πόλει τε πατρῴ-
ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ-
σιν, κοινὰν χάριν ὄλβου. 455
ἀλλ᾽ οἵδε χέρας δεσμοῖς δίδυμοι
συνερεισθέντες χωροῦσι, νέον
πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι.
τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
ναοῖσι πέλας τάδε βαίνει· 460
οὐδ᾽ ἀγγελίας ψευδεῖς ἔλακεν
βουφορβὸς ἀνήρ.
ὦ πότνι᾽, εἴ σοι τάδ᾽ ἀρεσκόντως
πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
ἃς ὁ παρ᾽ ἡμῖν νόμος οὐχ ὁσίας 465
[Ἕλλησι διδοὺς] ἀναφαίνει.

Ἰφιγένεια
εἶἑν·
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
ὡς ὄντες ἱεροὶ μηκέτ᾽ ὦσι δέσμιοι.
ναοῦ δ᾽ ἔσω στείχοντες εὐτρεπίζετε 470
ἃ χρὴ ᾽πὶ τοῖς παροῦσι καὶ νομίζεται.
φεῦ·
τίς ἆρα μήτηρ ἡ τεκοῦσ᾽ ὑμᾶς ποτε
πατήρ τ᾽; ἀδελφή τ᾽, εἰ γεγῶσα τυγχάνει . . .
οἵων στερεῖσα διπτύχων νεανιῶν
ἀνάδελφος ἔσται. –τὰς τύχας τίς οἶδ᾽ ὅτῳ 475
τοιαίδ᾽ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδ᾽ οὐδεὶς κακὸν

ἡ γὰρ τύχη παρήγαγ᾽ ἐς τὸ δυσμαθές.
πόθεν ποθ᾽ ἥκετ᾽, ὦ ταλαίπωροι ξένοι;
ὡς διὰ μακροῦ μὲν τήνδ᾽ ἐπλεύσατε χθόνα, 480
μακρὸν δ᾽ ἀπ᾽ οἴκων χρόνον ἔσεσθ᾽ ἀεὶ κάτω.

Ὀρέστης
τί ταῦτ᾽ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν
κακοῖσι λυπεῖς, ἥτις εἶ ποτ᾽, ὦ γύναι;
οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ. 485
οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντ᾽ οἰκτίζεται
σωτηρίας ἄνελπις· ὡς δύ᾽ ἐξ ἑνὸς
κακὼ συνάπτει, μωρίαν τ᾽ ὀφλισκάνει
θνῄσκει θ᾽ ὁμοίως· τὴν τύχην δ᾽ ἐᾶν χρεών.
ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε 490
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.

Ἰφιγένεια
πότερος ἄρ᾽ ὑμῶν ἐνθάδ᾽ ὠνομασμένος
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.

Ὀρέστης
ὅδ᾽, εἴ τι δή σοι τοῦτ᾽ ἐν ἡδονῇ μαθεῖν.

Ἰφιγένεια
ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς; 495

Ὀρέστης
τί δ᾽ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;

Ἰφιγένεια
πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;

Ὀρέστης
φιλότητί γ᾽· ἐσμὲν δ᾽ οὐ κασιγνήτω, γύναι.

Ἰφιγένεια
σοὶ δ᾽ ὄνομα ποῖον ἔθεθ᾽ ὁ γεννήσας πατήρ;

Ὀρέστης
τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ᾽ ἄν. 500

Ἰφιγένεια
οὐ τοῦτ᾽ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.

Ὀρέστης
ἀνώνυμοι θανόντες οὐ γελῴμεθ᾽ ἄν.

Ἰφιγένεια
τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα;

Ὀρέστης
τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.

Ἰφιγένεια
οὐδ᾽ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; 505

Ὀρέστης
ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.

Ἰφιγένεια
χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;

Ὀρέστης
τὸ κλεινὸν Ἄργος πατρίδ᾽ ἐμὴν ἐπεύχομαι.

Ἰφιγένεια
πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν᾽, εἶ κεῖθεν γεγώς;

Ὀρέστης
ἐκ τῶν Μυκηνῶν , αἵ ποτ᾽ ἦσαν ὄλβιαι. 510
Ἰφιγένεια
φυγὰς ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
Ὀρέστης
φεύγω τρόπον γε δή τιν᾽ οὐχ ἑκὼν ἑκών.
Ἰφιγένεια
ἆρ᾽ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
Ὀρέστης
ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
Ἰφιγένεια
καὶ μὴν ποθεινός γ᾽ ἦλθες ἐξ Ἄργους μολών. 515
Ὀρέστης
οὔκουν ἐμαυτῷ γ᾽· εἰ δὲ σοί, σὺ τοῦτ᾽ ἔρα.
Ἰφιγένεια
Τροίαν ἴσως οἶσθ᾽, ἧς ἁπανταχοῦ λόγος.
Ὀρέστης
ὡς μήποτ᾽ ὤφελόν γε μηδ᾽ ἰδὼν ὄναρ.
Ἰφιγένεια
φασίν νιν οὐκέτ᾽ οὖσαν οἴχεσθαι δορί.
Ὀρέστης
ἔστιν γὰρ οὕτως οὐδ᾽ ἄκραντ᾽ ἠκούσατε. 520
Ἰφιγένεια
Ἑλένη δ᾽ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
Ὀρέστης
ἥκει, κακῶς γ᾽ ἐλθοῦσα τῶν ἐμῶν τινι.
Ἰφιγένεια
καὶ ποῦ ᾽στι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
Ὀρέστης
Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
Ἰφιγένεια
ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. 525
Ὀρέστης
ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
Ἰφιγένεια
νόστος δ᾽ Ἀχαιῶν ἐγένεθ᾽, ὡς κηρύσσεται;
Ὀρέστης
ὡς πάνθ᾽ ἅπαξ με συλλαβοῦσ᾽ ἀνιστορεῖς.
Ἰφιγένεια
πρὶν γὰρ θανεῖν σε, τοῦδ᾽ ἐπαυρέσθαι θέλω.
Ὀρέστης
ἔλεγχ᾽, ἐπειδὴ τοῦδ᾽ ἐρᾷς· λέξω δ᾽ ἐγώ. 530
Ἰφιγένεια
Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
Ὀρέστης
ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
Ἰφιγένεια
ὦ πότνι᾽, ὡς εὖ. –τί γὰρ ὁ Λαέρτου γόνος;
Ὀρέστης
οὔπω νενόστηκ᾽ οἶκον, ἔστι δ᾽, ὡς λόγος.
Ἰφιγένεια
ὄλοιτο, νόστου μήποτ᾽ ἐς πάτραν τυχών. 535
Ὀρέστης
μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
Ἰφιγένεια
Θέτιδος δ᾽ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
Ὀρέστης
οὐκ ἔστιν· ἄλλως λέκτρ᾽ ἔγημ᾽ ἐν Αὐλίδι.
Ἰφιγένεια
δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
Ὀρέστης
τίς εἶ ποθ᾽; ὡς εὖ πυνθάνῃ τἀφ᾽ Ἑλλάδος. 540
Ἰφιγένεια
ἐκεῖθέν εἰμι· παῖς ἔτ᾽ οὖσ᾽ ἀπωλόμην.
Ὀρέστης
ὀρθῶς ποθεῖς ἄρ᾽ εἰδέναι τἀκεῖ, γύναι.
Ἰφιγένεια
τί δ᾽ ὁ στρατηγός, ὃν λέγουσ᾽ εὐδαιμονεῖν;
Ὀρέστης
τίς; οὐ γὰρ ὅν γ᾽ ἐγᾦδα τῶν εὐδαιμόνων.
Ἰφιγένεια
Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. 545
Ὀρέστης
οὐκ οἶδ᾽· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
Ἰφιγένεια
μὴ πρὸς θεῶν, ἀλλ᾽ εἴφ᾽, ἵν᾽ εὐφρανθῶ, ξένε.
Ὀρέστης
τέθνηχ᾽ ὁ τλήμων, πρὸς δ᾽ ἀπώλεσέν τινα.
Ἰφιγένεια
τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαιν᾽ ἐγώ.
Ὀρέστης
τί δ᾽ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι; 550
Ἰφιγένεια
τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ᾽ ἀναστένω.
Ὀρέστης
δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
Ἰφιγένεια
ὦ πανδάκρυτος ἡ κτανοῦσα . . . χὡ κτανών.
Ὀρέστης
παῦσαί νυν ἤδη μηδ᾽ ἐρωτήσῃς πέρα.
Ἰφιγένεια
τοσόνδε γ᾽, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ. 555
Ὀρέστης
οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχ᾽, οὗτος ὤλεσεν.
Ἰφιγένεια
ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
Ὀρέστης
πατρὸς θανόντος τήνδε τιμωρούμενος.
Ἰφιγένεια
φεῦ·
ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
Ὀρέστης
ἀλλ᾽ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. 560
Ἰφιγένεια
λείπει δ᾽ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
Ὀρέστης
λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
Ἰφιγένεια
τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
Ὀρέστης
οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
Ἰφιγένεια
τάλαιν᾽ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. 565
Ὀρέστης
κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ἰφιγένεια
ὁ τοῦ θανόντος δ᾽ ἔστι παῖς Ἄργει πατρός;
Ὀρέστης
ἔστ᾽, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ἰφιγένεια
ψευδεῖς ὄνειροι, χαίρετ᾽· οὐδὲν ἦτ᾽ ἄρα.
Ὀρέστης
οὐδ᾽ οἱ σοφοί γε δαίμονες κεκλημένοι 570
πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
ὄλωλεν–ὡς ὄλωλε τοῖσιν εἰδόσιν. 575

Χορός
φεῦ φεῦ· τί δ᾽ ἡμεῖς οἵ τ᾽ ἐμοὶ γεννήτορες;
ἆρ᾽ εἰσίν; ἆρ᾽ οὐκ εἰσί; τίς φράσειεν ἄν;
Ἰφιγένεια
ἀκούσατ᾽· ἐς γὰρ δή τιν᾽ ἥκομεν λόγον,
ὑμῖν τ᾽ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα
κἀμοί. τὸ δ᾽ εὖ μάλιστά γ᾽ οὕτω γίγνεται, 580
εἰ πᾶσι ταὐτὸν πρᾶγμ᾽ ἀρεσκόντως ἔχει.
θέλοις ἄν, εἰ σῴσαιμί σ᾽, ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τ᾽ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν 585
φονέα νομίζων χεῖρα, τοῦ νόμου δ᾽ ὕπο
θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι᾽ ἡγουμένης;
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις, τάς ἐμὰς ἐπιστολὰς
πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. 590
σὺ δ᾽–εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω–
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
οὗτος δ᾽, ἐπείπερ πόλις ἀναγκάζει τάδε, 595
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.

Ὀρέστης
καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
ὁ ναυστολῶν γάρ εἰμ᾽ ἐγὼ τὰς συμφοράς,
οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. 600
οὔκουν δίκαιον ἐπ᾽ ὀλέθρῳ τῷ τοῦδ᾽ ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
ἀλλ᾽ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
ἡμᾶς δ᾽ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων 605
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσῳσται. τυγχάνει δ᾽ ὅδ᾽ ὢν φίλος,
ὃν οὐδὲν ἧσσον ἢ ᾽μὲ φῶς ὁρᾶν θέλω.

Ἰφιγένεια
ὦ λῆμ᾽ ἄριστον, ὡς ἀπ᾽ εὐγενοῦς τινος
ῥίζης πέφυκας τοῖς φίλοις τ᾽ ὀρθῶς φίλος. 610
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ᾽ ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσ᾽ οὐχ ὁρῶσά νιν.
ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις 615
προθυμία σε τοῦδ᾽ ἔχουσα τυγχάνει.
Ὀρέστης
θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
Ἰφιγένεια
ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
Ὀρέστης
ἄζηλά γ᾽, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
Ἰφιγένεια
ἀλλ᾽ εἰς ἀνάγκην κείμεθ᾽, ἣν φυλακτέον. 620
Ὀρέστης
αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
Ἰφιγένεια
οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
Ὀρέστης
ὁ δὲ σφαγεὺς τίς; εἰ τάδ᾽ ἱστορεῖν με χρή.
Ἰφιγένεια
ἔσω δόμων τῶνδ᾽ εἰσὶν οἷς μέλει τάδε.
Ὀρέστης
τάφος δὲ ποῖος δέξεταί μ᾽, ὅταν θάνω; 625
Ἰφιγένεια
πῦρ ἱερὸν ἔνδον χάσμα τ᾽ εὐρωπὸν πέτρας.
Ὀρέστης
φεῦ·
πῶς ἄν μ᾽ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
Ἰφιγένεια
μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ᾽ εἶ,
ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, 630
ἀλλ᾽ ὧν γε δυνατὸν οὐδ᾽ ἐγὼ λείψω χάριν.
πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
ξανθῷ τ᾽ ἐλαίῳ σῶμα σὸν κατασβέσω,
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. 635
ἀλλ᾽ εἶμι δέλτον τ᾽ ἐκ θεᾶς ἀνακτόρων
οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ᾽μοὶ λάβῃς.
φυλάσσετ᾽ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ–
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
πέμψω πρὸς Ἄργος, ὃν μάλιστ᾽ ἐγὼ φιλῶ, 640
καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.

Χορός
κατολοφύρομαι σὲ τὸν χερνίβων
ῥανίσι μελόμενον αἱμακταῖς. 645
Ὀρέστης
οἶκτος γὰρ οὐ ταῦτ᾽, ἀλλὰ χαίρετ᾽, ὦ ξέναι.
Χορός
σὲ δὲ τύχας μάκαρος, ὦ
νεανία, σεβόμεθ᾽, ἐς
πάτραν ὅτι ποτ᾽ ἐπεμβάσῃ.
Πυλάδης
ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων. 650
Χορός
ὦ σχέτλιοι πομπαί.
φεῦ φεῦ, διόλλυσαι.
αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον;
ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, 655
σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
Ὀρέστης
Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί; 658
Πυλάδης
οὐκ οἶδ᾽· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
Ὀρέστης
τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς 660
ἀνήρεθ᾽ ἡμᾶς τούς τ᾽ ἐν Ἰλίῳ πόνους
νόστον τ᾽ Ἀχαιῶν τόν τ᾽ ἐν οἰωνοῖς σοφὸν
Κάλχαντ᾽ Ἀχιλλέως τ᾽ ὄνομα, καὶ τὸν ἄθλιον
Ἀγαμέμνον᾽ ὡς ᾤκτιρ᾽ ἀνηρώτα τέ με
γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος 665
ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε
δέλτον τ᾽ ἔπεμπε καὶ τάδ᾽ ἐξεμάνθανεν,
ὡς κοινὰ πράσσουσ᾽, Ἄργος εἰ πράσσει καλῶς.
Πυλάδης
ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,
πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα 670
ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.

Ὀρέστης
τίν᾽; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.

Πυλάδης
αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·
κοινῇ τ᾽ ἔπλευσα . . . δεῖ με καὶ κοινῇ θανεῖν. 675
καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
Ἄργει τε Φωκέων τ᾽ ἐν πολυπτύχῳ χθονί,
δόξω δὲ τοῖς πολλοῖσι–πολλοὶ γὰρ κακοί–
προδοὺς σεσῷσθαί σ᾽ αὐτὸς εἰς οἴκους μόνος
ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι 680
ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
ταῦτ᾽ οὖν φοβοῦμαι καὶ δι᾽ αἰσχύνης ἔχω,
κοὐκ ἔσθ᾽ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, 685
φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.

Ὀρέστης
εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,
ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
ταὔτ᾽ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ᾽ ἐμοὶ 690
κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμ᾽ οὐ κακῶς ἔχει,
πράσσονθ᾽ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
σὺ δ᾽ ὄλβιός τ᾽ εἶ, καθαρά τ᾽, οὐ νοσοῦντ᾽, ἔχεις
μέλαθρ᾽, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου 695
κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ᾽ ἔχειν–
ὄνομά τ᾽ ἐμοῦ γένοιτ᾽ ἄν, οὐδ᾽ ἄπαις δόμος
πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ᾽ ἄν.
ἀλλ᾽ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
ὅταν δ᾽ ἐς Ἑλλάδ᾽ ἵππιόν τ᾽ Ἄργος μόλῃς, 700
πρὸς δεξιᾶς σε τῆσδ᾽ ἐπισκήπτω τάδε·
τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,
καὶ δάκρυ᾽ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
ἄγγελλε δ᾽ ὡς ὄλωλ᾽ ὑπ᾽ Ἀργείας τινὸς
γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. 705
καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,
ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
καὶ χαῖρ᾽· ἐμῶν γὰρ φίλτατόν σ᾽ ηὗρον φίλων,
ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
ὦ πόλλ᾽ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. 710
ἡμᾶς δ᾽ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·
τέχνην δὲ θέμενος ὡς προσώταθ᾽ Ἑλλάδος
ἀπήλασ᾽, αἰδοῖ τῶν πάρος μαντευμάτων.
ᾧ πάντ᾽ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. 715

Πυλάδης
ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σ᾽ ἐγὼ
θανόντα μᾶλλον ἢ βλέπονθ᾽ ἕξω φίλον.
ἀτὰρ τὸ τοῦ θεοῦ σ᾽ οὐ διέφθορέν γέ πω
μάντευμα· καίτοι γ᾽ ἐγγὺς ἕστηκας φόνου. 720
ἀλλ᾽ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία
λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.

Ὀρέστης
σίγα· τὰ Φοίβου δ᾽ οὐδὲν ὠφελεῖ μ᾽ ἔπη·
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.

Ἰφιγένεια
ἀπέλθεθ᾽ ὑμεῖς καὶ παρευτρεπίζετε 725
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
ξένοι, πάρεισιν· ἃ δ᾽ ἐπὶ τοῖσδε βούλομαι,
ἀκούσατ᾽. οὐδεὶς αὑτὸς ἐν πόνοις ἀνὴρ
ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. 730
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
θῆται παρ᾽ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.

Ὀρέστης
τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;

Ἰφιγένεια
ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς 735
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
Ὀρέστης
ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
Ἰφιγένεια
τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Ὀρέστης
ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
Ἰφιγένεια
δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν; 740

Ὀρέστης
ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
Ἰφιγένεια
ναί.
πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
Ὀρέστης
ὄμνυ· σὺ δ᾽ ἔξαρχ᾽ ὅρκον ὅστις εὐσεβής.
Ἰφιγένεια
δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
Πυλάδης
τοῖς σοῖς φίλοισι γράμματ᾽ ἀποδώσω τάδε. 745
Ἰφιγένεια
κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.

Πυλάδης
τίν᾽ οὖν ἐπόμνυς τοισίδ᾽ ὅρκιον θεῶν;
Ἰφιγένεια
Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
Πυλάδης
ἐγὼ δ᾽ ἄνακτά γ᾽ οὐρανοῦ, σεμνὸν Δία.
Ἰφιγένεια
εἰ δ᾽ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ; 750
Πυλάδης
ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με;
Ἰφιγένεια
μήποτε κατ᾽ Ἄργος ζῶσ᾽ ἴχνος θείην ποδός.
Πυλάδης
ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
Ἰφιγένεια
ἀλλ᾽ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.

Πυλάδης
ἐξαίρετόν μοι δὸς τόδ᾽, ἤν τι ναῦς πάθῃ, 755
χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
ἀφανὴς γένηται, σῶμα δ᾽ ἐκσῴσω μόνον,
τὸν ὅρκον εἶναι τόνδε μηκέτ᾽ ἔμπεδον.
Ἰφιγένεια
ἀλλ᾽ οἶσθ᾽ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ·
τἀνόντα κἀγγεγραμμέν᾽ ἐν δέλτου πτυχαῖς 760
λόγῳ φράσω σοι πάντ᾽ ἀναγγεῖλαι φίλοις.
ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν,
αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα·
ἢν δ᾽ ἐν θαλάσσῃ γράμματ᾽ ἀφανισθῇ τάδε,
τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. 765

Πυλάδης
καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θ᾽ ὕπερ.
σήμαινε δ᾽ ᾧ χρὴ τάσδ᾽ ἐπιστολὰς φέρειν
πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.
Ἰφιγένεια
ἄγγελλ᾽ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος·
Ἡ ᾽ν Αὐλίδι σφαγεῖσ᾽ ἐπιστέλλει τάδε 770
ζῶσ᾽ Ἰφιγένεια, τοῖς ἐκεῖ δ᾽ οὐ ζῶσ᾽ ἔτι–
Ὀρέστης
ποῦ δ᾽ ἔστ᾽ ἐκείνη; κατθανοῦσ᾽ ἥκει πάλιν;
Ἰφιγένεια
ἥδ᾽ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με.
Κόμισαί μ᾽ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,
ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς 775
σφαγίων, ἐφ᾽ οἷσι ξενοφόνους τιμὰς ἔχω.

Ὀρέστης
Πυλάδη, τί λέξω; ποῦ ποτ᾽ ὄνθ᾽ ηὑρήμεθα;
Ἰφιγένεια
ἢ σοῖς ἀραία δώμασιν γενήσομαι.
Πυλάδης
Ὀρέστα–;
Ἰφιγένεια
ἵν᾽ αὖθις ὄνομα δὶς κλύων μάθῃς.
Πυλάδης
ὦ θεοί. 780
Ἰφιγένεια
τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;
Πυλάδης
οὐδέν· πέραινε δ᾽· ἐξέβην γὰρ ἄλλοσε.
τάχ᾽ οὐκ ἐρωτῶν σ᾽ εἰς ἄπιστ᾽ ἀφίξομαι.

Ἰφιγένεια
λέγ᾽ οὕνεκ᾽ ἔλαφον ἀντιδοῦσά μου θεὰ
Ἄρτεμις ἔσῳσέ μ᾽, ἣν ἔθυσ᾽ ἐμὸς πατήρ,
δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, 785
ἐς τήνδε δ᾽ ᾤκισ᾽ αἶαν. αἵδ᾽ ἐπιστολαί,
τάδ᾽ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.

Πυλάδης
ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
κάλλιστα δ᾽ ὀμόσασ᾽, οὐ πολὺν σχήσω χρόνον,
τὸν δ᾽ ὅρκον ὃν κατώμοσ᾽ ἐμπεδώσομεν. 790
ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
Ὀρέστης
δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς
τὴν ἡδονὴν πρῶτ᾽ οὐ λόγοις αἱρήσομαι.
ὦ φιλτάτη μοι σύγγον᾽, ἐκπεπληγμένος 795
ὅμως σ᾽ ἀπίστῳ περιβαλὼν βραχίονι
ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ᾽ ἐμοί.
Χορός
ξέν᾽, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.

Ὀρέστης
ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς 800
Ἀγαμέμνονος γεγῶσα, μή μ᾽ ἀποστρέφου,
ἔχουσ᾽ ἀδελφόν, οὐ δοκοῦσ᾽ ἕξειν ποτέ.
Ἰφιγένεια
ἐγώ σ᾽ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;
τὸ δ᾽ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
Ὀρέστης
οὐκ ἔστ᾽ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. 805
Ἰφιγένεια
ἀλλ᾽ ἡ Λάκαινα Τυνδαρίς σ᾽ ἐγείνατο;
Ὀρέστης
Πέλοπός γε παιδὶ παιδός, οὗ ᾽κπέφυκ᾽ ἐγώ.
Ἰφιγένεια
τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
Ὀρέστης
ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου.
Ἰφιγένεια
οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ᾽ ἐμέ. 810

Ὀρέστης
λέγοιμ᾽ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε·
Ἀτρέως Θυέστου τ᾽ οἶσθα γενομένην ἔριν;
Ἰφιγένεια
ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
Ὀρέστης
ταῦτ᾽ οὖν ὑφήνασ᾽ οἶσθ᾽ ἐν εὐπήνοις ὑφαῖς;
Ἰφιγένεια
ὦ φίλτατ᾽, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. 815
Ὀρέστης
εἰκώ τ᾽ ἐν ἱστοῖς ἡλίου μετάστασιν;
Ἰφιγένεια
ὕφηνα καὶ τόδ᾽ εἶδος εὐμίτοις πλοκαῖς.
Ὀρέστης
καὶ λούτρ᾽ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;

Ἰφιγένεια
οἶδ᾽· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ᾽ ἀφείλετο.
Ὀρέστης
τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν; 820
Ἰφιγένεια
μνημεῖά γ᾽ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.
Ὀρέστης
ἃ δ᾽ εἶδον αὐτός, τάδε φράσω τεκμήρια·
Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
ἐκτήσαθ᾽ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, 825
ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
Ἰφιγένεια
ὦ φίλτατ᾽, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
ἔχω σ᾽, Ὀρέστα, τηλύγετον [χθονὸς] ἀπὸ πατρίδος
Ἀργόθεν, ὦ φίλος. 830
Ὀρέστης
κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ᾽ ἐμόν.

Ἰφιγένεια
τόδ᾽ ἔτι βρέφος
ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ 835
νεαρὸν ἐν δόμοις.
ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου
ψυχά, τί φῶ; θαυμάτων 839
πέρα καὶ λόγου πρόσω τάδ᾽ ἐπέβα. 840
Ὀρέστης
τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
Ἰφιγένεια
ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι·
δέδοικα δ᾽ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
ἀμπτάμενος φύγῃ·
ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς, 845
Μυκήνα φίλα,
χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
ὅτι μοι συνομαίμονα τόνδε δόμοις
ἐξεθρέψω φάος.

Ὀρέστης
γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, 850
ὦ σύγγον᾽, ἡμῶν δυστυχὴς ἔφυ βίος.
Ἰφιγένεια
ἐγᾦδ᾽ ἁ μέλεος, οἶδ᾽, ὅτε φάσγανον
δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ. 854
Ὀρέστης
οἴμοι. δοκῶ γὰρ οὐ παρών σ᾽ ὁρᾶν ἐκεῖ. 855
Ἰφιγένεια
ἀνυμέναιος, σύγγον᾽, Ἀχιλλέως
ἐς κλισίαν λέκτρων
δολίαν ὅτ᾽ ἀγόμαν· 859
παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. 860
φεῦ φεῦ χερνίβων ἐκεῖ.

Ὀρέστης
ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
Ἰφιγένεια
ἀπάτορ᾽ ἀπάτορα πότμον ἔλαχον. 864
ἄλλα δ᾽ ἐξ ἄλλων κυρεῖ 865
δαίμονος τύχᾳ τινός. 867
Ὀρέστης
εἰ σόν γ᾽ ἀδελφόν, ὦ τάλαιν᾽, ἀπώλεσας. 866
Ἰφιγένεια
ὦ μελέα δεινᾶς τόλμας. δείν᾽ ἔτλαν 868
δείν᾽ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δ᾽ ὀλίγον 870
ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
δαϊχθεὶς χερῶν.
ἁ δ᾽ ἐπ᾽ αὐτοῖσι τίς τελευτά;
τίς τύχα μοι συγχωρήσει;
τίνα σοι πόρον εὑρομένα– 875
πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω 878
πατρίδ᾽ ἐς Ἀργείαν,
πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι; 880
τόδε τόδε σόν, ὦ μελέα ψυχά,
χρέος ἀνευρίσκειν.
πότερον κατὰ χέρσον, οὐχὶ ναΐ–; 884
ἀλλὰ ποδῶν ῥιπᾷ 885
θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
καὶ δι᾽ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν
στενοπόρου πέτρας μακρὰ κέλευθα να- 890
ΐοισιν δρασμοῖς.
τάλαινα, τάλαινα. 894
τίς ἂν οὖν τάδ᾽ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ 895
τί τῶν ἀδοκήτων,
πόρον ἄπορον ἐξανύσας, δυοῖν
τοῖν μόνοιν Ἀτρείδαιν
κακῶν ἔκλυσιν;

Χορός
ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα 900
τάδ᾽ εἶδον αὐτὴ κοὐ κλύουσ᾽ ἀπαγγελῶ.

Πυλάδης
τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·
λήξαντα δ᾽ οἴκτων κἀπ᾽ ἐκεῖν᾽ ἐλθεῖν χρεών,
ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας 905
λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ᾽κβάντας τύχης,
καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.

Ὀρέστης
καλῶς ἔλεξας· τῇ τύχῃ δ᾽ οἶμαι μέλειν
τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ, 910
σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.

Ἰφιγένεια
μηδέν μ᾽ ἐπίσχῃ γ᾽· οὐδ᾽ ἀποστήσει λόγου,
πρῶτον πυθέσθαι τίνα ποτ᾽ Ἠλέκτρα πότμον
εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντ᾽ ἐμοί.
Ὀρέστης
τῷδε ξυνοικεῖ βίον ἔχουσ᾽ εὐδαίμονα. 915
Ἰφιγένεια
οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
Ὀρέστης
Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
Ἰφιγένεια
ὁ δ᾽ ἐστί γ᾽ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ὀρέστης
ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ἰφιγένεια
οὐκ ἦν τόθ᾽ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. 920

Ὀρέστης
οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ἰφιγένεια
χαῖρ᾽ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ὀρέστης
κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ἰφιγένεια
τὰ δεινὰ δ᾽ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ὀρέστης
σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ. 925
Ἰφιγένεια
ἡ δ᾽ αἰτία τίς ἀνθ᾽ ὅτου κτείνει πόσιν;
Ὀρέστης
ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
Ἰφιγένεια
σιγῶ· τὸ δ᾽ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ὀρέστης
Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.

Ἰφιγένεια
οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους; 930
Ὀρέστης
οὔκ, ἀλλ᾽ Ἐρινύων δεῖμά μ᾽ ἐκβάλλει χθονός.
Ἰφιγένεια
ταῦτ᾽ ἆρ᾽ ἐπ᾽ ἀκταῖς κἀνθάδ᾽ ἠγγέλης μανείς;
Ὀρέστης
ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ἰφιγένεια
ἔγνωκα· μητρός σ᾽ οὕνεκ᾽ ἠλάστρουν θεαί.
Ὀρέστης
ὥσθ᾽ αἱματηρὰ στόμι᾽ ἐπεμβαλεῖν ἐμοί. 935
Ἰφιγένεια
τί γάρ ποτ᾽ ἐς γῆν τήνδ᾽ ἐπόρθμευσας πόδα;
Ὀρέστης
Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.

Ἰφιγένεια
τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;
Ὀρέστης
λέγοιμ᾽ ἄν· ἀρχαὶ δ᾽ αἵδε μοι πολλῶν πόνων.
ἐπεὶ τὰ μητρὸς ταῦθ᾽ ἃ σιγῶμεν κακὰ 940
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
ἐς τὰς Ἀθήνας δῆτ᾽ ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ 945
Ζεὺς εἵσατ᾽ ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δ᾽ ἐκεῖσε–πρῶτα μέν μ᾽ οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθ᾽, ὡς θεοῖς στυγούμενον·
οἳ δ᾽ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, 950
σιγῇ δ᾽ ἐτεκτήναντ᾽ ἀπόφθεγκτόν μ᾽, ὅπως
δαιτὸς γενοίμην πώματός τ᾽ αὐτοῖς δίχα,
ἐς δ᾽ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
κἀγὼ ᾽ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, 955
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
μέγα στενάζων οὕνεκ᾽ ἦ μητρὸς φονεύς.
κλύω δ᾽ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. 960
ὡς δ᾽ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
τὸ δ᾽ ἄλλο πρέσβειρ᾽ ἥπερ ἦν Ἐρινύων.
εἰπὼν ἀκούσας θ᾽ αἵματος μητρὸς πέρι,
Φοῖβός μ᾽ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι 965
ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·
νικῶν δ᾽ ἀπῆρα φόνια πειρατήρια.
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
ψῆφον παρ᾽ αὐτὴν ἱερὸν ὡρίσαντ᾽ ἔχειν·
ὅσαι δ᾽ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, 970
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ᾽ ἀεί,
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
ἐπώμοσ᾽ αὐτοῦ βίον ἀπορρήξειν θανών,
εἰ μή με σώσει Φοῖβος, ὅς μ᾽ ἀπώλεσεν. 975
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
Φοῖβός μ᾽ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
ἄγαλμ᾽ Ἀθηνῶν τ᾽ ἐγκαθιδρῦσαι χθονί.
ἀλλ᾽ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, 980
μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
ἀλλ᾽, ὦ φιληθεῖσ᾽, ὦ κασίγνητον κάρα,
σῷσον πατρῷον οἶκον, ἔκσῳσον δ᾽ ἐμέ·
ὡς τἄμ᾽ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, 985
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.

Χορός
δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ᾽ ἄγει.
Ἰφιγένεια
τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ᾽ ἐλθεῖν, ἔχω
Ἄργει γενέσθαι καὶ σέ, σύγγον᾽, εἰσιδεῖν. 990
θέλω δ᾽ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων
νοσοῦντά τ᾽ οἶκον, οὐχὶ τῷ κτανόντι με
θυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω·
σφαγῆς τε γὰρ σῆς χεῖρ᾽ ἀπαλλάξαιμεν ἂν
σῴσαιμί τ᾽ οἴκους. τὴν θεὸν δ᾽ ὅπως λάθω 995
δέδοικα καὶ τύραννον, ἡνίκ᾽ ἂν κενὰς
κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.
πῶς δ᾽ οὐ θανοῦμαι; τίς δ᾽ ἔνεστί μοι λόγος;
ἀλλ᾽, εἰ μὲν–ἕν τι–τοῦθ᾽ ὁμοῦ γενήσεται,
ἄγαλμά τ᾽ οἴσεις κἄμ᾽ ἐπ᾽ εὐπρύμνου νεὼς 1000
ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν·
τούτου δὲ χωρισθεῖσ᾽–ἐγὼ μὲν ὄλλυμαι,
σὺ δ᾽ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
οὐ μήν τι φεύγω γ᾽, οὐδέ σ᾽ εἰ θανεῖν χρεὼν
σῴσασαν· οὐ γὰρ ἀλλ᾽ ἀνὴρ μὲν ἐκ δόμων 1005
θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.

Ὀρέστης
οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·
ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ
καὶ ζῆν θέλοιμ᾽ ἂν καὶ θανὼν λαχεῖν ἴσον.
ἄξω δέ γ᾽, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, 1010
πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.
γνώμης δ᾽ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε
Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε
κομίσαι μ᾽ ἄγαλμα θεᾶς πόλισμ᾽ ἐς Παλλάδος

καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ 1015
συνθεὶς τάδ᾽ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.

Ἰφιγένεια
πῶς οὖν γένοιτ᾽ ἂν ὥστε μήθ᾽ ἡμᾶς θανεῖν,
λαβεῖν θ᾽ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ
νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα.
Ὀρέστης
ἆρ᾽ ἂν τύραννον διολέσαι δυναίμεθ᾽ ἄν; 1020
Ἰφιγένεια
δεινὸν τόδ᾽ εἶπας, ξενοφονεῖν ἐπήλυδας.
Ὀρέστης
ἀλλ᾽, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.
Ἰφιγένεια
οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα.
Ὀρέστης
τί δ᾽, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;
Ἰφιγένεια
ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; 1025
Ὀρέστης
κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ᾽ ἀληθείας τὸ φῶς.
Ἰφιγένεια
εἴσ᾽ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.
Ὀρέστης
οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;
Ἰφιγένεια
ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.
Ὀρέστης
ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω. 1030
Ἰφιγένεια
ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.
Ὀρέστης
δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Ἰφιγένεια
φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.
Ὀρέστης
χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.
Ἰφιγένεια
ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, 1035
Ὀρέστης
τίν᾽ αἰτίαν ἔχουσ᾽; ὑποπτεύω τι γάρ.
Ἰφιγένεια
οὐ καθαρὸν ὄντα· τὸ δ᾽ ὅσιον δώσω φόβῳ.
Ὀρέστης
τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ᾽ ἁλίσκεται;
Ἰφιγένεια
πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,
Ὀρέστης
ἔτ᾽ ἐν δόμοισι βρέτας, ἐφ᾽ ᾧ πεπλεύκαμεν. 1040
Ἰφιγένεια
κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.
Ὀρέστης
ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;
Ἰφιγένεια
οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.
Ὀρέστης
σὺ δ᾽ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;
Ἰφιγένεια
ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ᾽ ἐμοὶ μόνῃ. 1045
Ὀρέστης
Πυλάδης δ᾽ ὅδ᾽ ἡμῖν ποῦ τετάξεται πόνου;
Ἰφιγένεια
ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ᾽ ἔχων.
Ὀρέστης
λάθρα δ᾽ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;
Ἰφιγένεια
πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.
Ὀρέστης
καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. 1050
Ἰφιγένεια
σοὶ δὴ μέλειν χρὴ τἄλλ᾽ ὅπως ἕξει καλῶς.
Ὀρέστης
ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.
ἀλλ᾽ ἀντίαζε καὶ λόγους πειστηρίους
εὕρισκ᾽· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
τὰ δ᾽ ἄλλ᾽ ἴσως–. ἅπαντα συμβαίη καλῶς. 1055
Ἰφιγένεια
ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
καὶ τἄμ᾽ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν
ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
φίλου τ᾽ ἀδελφοῦ φιλτάτης τε συγγόνου.
καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ᾽ ἀρχέτω· 1060
γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος
σῴζειν τε κοινὰ πράγματ᾽ ἀσφαλέσταται.
σιγήσαθ᾽ ἡμῖν καὶ συνεκπονήσατε
φυγάς. καλόν τοι γλῶσσ᾽ ὅτῳ πιστὴ παρῇ.
ὁρᾶτε δ᾽ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, 1065
ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει.
σωθεῖσα δ᾽, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
σώσω σ᾽ ἐς Ἑλλάδ᾽. ἀλλὰ πρός σε δεξιᾶς
σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,
γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων 1070
μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ.
τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν–
φθέγξασθε–ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
Χορός
θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον· 1075
ὡς ἔκ γ᾽ ἐμοῦ σοι πάντα σιγηθήσεται–
ἴστω μέγας Ζεύς–ὧν ἐπισκήπτεις πέρι.
Ἰφιγένεια
ὄναισθε μύθων καὶ γένοισθ᾽ εὐδαίμονες.
σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·
ὡς αὐτίχ᾽ ἥξει τῆσδε κοίρανος χθονός, 1080
θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.
ὦ πότνι᾽, ἥπερ μ᾽ Αὐλίδος κατὰ πτυχὰς
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
σῶσόν με καὶ νῦν τούσδε τ᾽· ἢ τὸ Λοξίου
οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα. 1085
ἀλλ᾽ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδ᾽ οὐ πρέπει
ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.

Χορός
ὄρνις, ἃ παρὰ πετρίνας
πόντου δειράδας, ἀλκυών, 1090
ἔλεγον οἶτον ἀείδεις,
εὐξύνετον ξυνετοῖς βοάν,
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
ἐγώ σοι παραβάλλομαι
θρήνους, ἄπτερος ὅρνις, 1095
ποθοῦσ᾽ Ἑλλάνων ἀγόρους,
ποθοῦσ᾽ Ἄρτεμιν λοχίαν,
ἃ παρὰ Κύνθιον ὄχθον οἰ-
κεῖ φοίνικά θ᾽ ἁβροκόμαν
δάφναν τ᾽ εὐερνέα καὶ 1100
γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-
ας, Λατοῦς ὠδῖνα φίλαν,
λίμναν θ᾽ εἱλίσσουσαν ὕδωρ
κύκλιον, ἔνθα κύκνος μελῳ-
δὸς Μούσας θεραπεύει. 1105
ὦ πολλαὶ δακρύων λιβάδες,
αἳ παρηίδας εἰς ἐμὰς
ἔπεσον, ἁνίκα πύργων
ὀλομένων ἐν ναυσὶν ἔβαν
πολεμίων ἐρετμοῖσι καὶ λόγχαις. 1110
ζαχρύσου δὲ δι᾽ ἐμπολᾶς
νόστον βάρβαρον ἦλθον,
ἔνθα τᾶς ἐλαφοκτόνου
θεᾶς ἀμφίπολον κόραν
παῖδ᾽ Ἀγαμεμνονίαν λατρεύ- 1115
ω βωμούς τ᾽ οὐ μηλοθύτας,
ζηλοῦσ᾽ ἄταν διὰ παν-
τὸς δυσδαίμον᾽· ἐν γὰρ ἀνάγ-
καις οὐ κάμνεις σύντροφος ὤν.
μεταβάλλει δυσδαιμονία· 1120
τὸ δὲ μετ᾽ εὐτυχίας κακοῦ-
σθαι θνατοῖς βαρὺς αἰών.

καὶ σὲ μέν, πότνι᾽, Ἀργεία
πεντηκόντορος οἶκον ἄξει·
συρίζων θ᾽ ὁ κηροδέτας 1125
κάλαμος οὐρείου Πανὸς
κώπαις ἐπιθωΰξει,
ὁ Φοῖβός θ᾽ ὁ μάντις ἔχων
κέλαδον ἑπτατόνου λύρας
ἀείδων ἄξει λιπαρὰν 1130
εὖ σ᾽ Ἀθηναίων ἐπὶ γᾶν.
ἐμὲ δ᾽ αὐτοῦ λιποῦσα
βήσῃ ῥοθίοισι πλάταις·
ἀέρι δὲ [ἱστία] πρότονοι κατὰ πρῷραν ὑ-
πὲρ στόλον ἐκπετάσουσι πόδα 1135
ναὸς ὠκυπόμπου.
λαμπροὺς ἱπποδρόμους βαίην,
ἔνθ᾽ εὐάλιον ἔρχεται πῦρ·
οἰκείων δ᾽ ὑπὲρ θαλάμων 1140
πτέρυγας ἐν νώτοις ἁμοῖς
λήξαιμι θοάζουσα·
χοροῖς δ᾽ ἑσταίην, ὅθι καὶ
παρθένος, εὐδοκίμων γάμων,
παρὰ πόδ᾽ εἱλίσσουσα φίλας 1145
ματρὸς ἡλίκων θιάσους,
χαρίτων εἰς ἁμίλλας,
χαίτας ἁβρόπλουτον ἔριν,
ὀρνυμένα, πολυποίκιλα φάρεα
καὶ πλοκάμους περιβαλλομένα 1150
γένυσιν ἐσκίαζον.

Θόας
ποῦ ᾽σθ᾽ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ 1153
Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί; 1155
Χορός
ἥδ᾽ ἐστίν, ἥ σοι πάντ᾽, ἄναξ, ἐρεῖ σαφῶς.
Θόας
ἔα·
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ᾽ ἐν ὠλέναις;
Ἰφιγένεια
ἄναξ, ἔχ᾽ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.
Θόας
τί δ᾽ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις; 1160
Ἰφιγένεια
ἀπέπτυσ᾽· Ὁσίᾳ γὰρ δίδωμ᾽ ἔπος τόδε.
Θόας
τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.
Ἰφιγένεια
οὐ καθαρά μοι τὰ θύματ᾽ ἠγρεύσασθ᾽, ἄναξ.
Θόας
τί τοὐκδιδάξαν τοῦτό σ᾽; ἢ δόξαν λέγεις;
Ἰφιγένεια
βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. 1165
Θόας
αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
Ἰφιγένεια
αὐτόματον· ὄψιν δ᾽ ὀμμάτων ξυνήρμοσεν.
Θόας
ἡ δ᾽ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος;
Ἰφιγένεια
ἥδ᾽, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.
Θόας
ἀλλ᾽ ἦ τιν᾽ ἔκανον βαρβάρων ἀκτῆς ἔπι; 1170
Ἰφιγένεια
οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
Θόας
τίν᾽; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
Ἰφιγένεια
μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
Θόας
Ἄπολλον, οὐδ᾽ ἐν βαρβάροις ἔτλη τις ἄν.
Ἰφιγένεια
πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. 1175
Θόας
ἦ τῶνδ᾽ ἕκατι δῆτ᾽ ἄγαλμ᾽ ἔξω φέρεις;
Ἰφιγένεια
σεμνόν γ᾽ ὑπ᾽ αἰθέρ᾽, ὡς μεταστήσω φόνου.
Θόας
μίασμα δ᾽ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
Ἰφιγένεια
ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θόας
σοφήν σ᾽ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς. 1180
Ἰφιγένεια
καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
Θόας
τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
Ἰφιγένεια
τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
Θόας
ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.
Ἰφιγένεια
καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν. 1185
Θόας
σὺ δ᾽ ἐς τὸ τῆς θεοῦ γ᾽ ἐξένευσας εἰκότως.
Ἰφιγένεια
πᾶσάν γε μισοῦσ᾽ Ἑλλάδ᾽, ἥ μ᾽ ἀπώλεσεν.
Θόας
τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
Ἰφιγένεια
τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
Θόας
οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν; 1190
Ἰφιγένεια
ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
Θόας
πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;
Ἰφιγένεια
θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
Θόας
ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.
Ἰφιγένεια
καὶ τἀμά γ᾽ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι. 1195
Θόας
οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
Ἰφιγένεια
ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.
Θόας
ἄγ᾽ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθ᾽ ὁρᾶν.
Ἰφιγένεια
ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
Θόας
εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος. 1200
Ἰφιγένεια
οὐ γάρ ποτ᾽ ἄν νιν ἠράμην βάθρων ἄπο.
Θόας
δίκαιος ηὑσέβεια καὶ προμηθία.
Ἰφιγένεια
οἶσθά νυν ἅ μοι γενέσθω;
Θόας
σὸν τὸ σημαίνειν τόδε.
Ἰφιγένεια
δεσμὰ τοῖς ξένοισι πρόσθες.
Θόας
ποῖ δέ σ᾽ ἐκφύγοιεν ἄν;
Ἰφιγένεια
πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. 1205
Θόας
ἴτ᾽ ἐπὶ δεσμά, πρόσπολοι.
Ἰφιγένεια
κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους–
Θόας
ἔσται τάδε.
Ἰφιγένεια
κρᾶτα κρύψαντες πέπλοισιν.
Θόας
ἡλίου πρόσθεν φλογός.
Ἰφιγένεια
σῶν τέ μοι σύμπεμπ᾽ ὀπαδῶν.
Θόας
οἵδ᾽ ὁμαρτήσουσί σοι.
Ἰφιγένεια
καὶ πόλει πέμψον τιν᾽ ὅστις σημανεῖ–
Θόας
ποίας τύχας;
Ἰφιγένεια
ἐν δόμοις μίμνειν ἅπαντας. 1210
Θόας
μὴ συναντῷεν φόνῳ;
Ἰφιγένεια
μυσαρὰ γὰρ τὰ τοιάδ᾽ ἐστί.
Θόας
στεῖχε καὶ σήμαινε σύ–
Ἰφιγένεια
μηδέν᾽ εἰς ὄψιν πελάζειν.
Θόας
εὖ γε κηδεύεις πόλιν.
Ἰφιγένεια
καὶ φίλων γ᾽ οὓς δεῖ μάλιστα.
Θόας
τοῦτ᾽ ἔλεξας εἰς ἐμέ.
Ἰφιγένεια
. . .
Θόας
ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.
Ἰφιγένεια
σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ– 1215
Θόας
τί χρῆμα δρῶ;
Ἰφιγένεια
ἅγνισον πυρσῷ μέλαθρον.
Θόας
καθαρὸν ὡς μόλῃς πάλιν.
Ἰφιγένεια
ἡνίκ᾽ ἂν δ᾽ ἔξω περῶσιν οἱ ξένοι–
Θόας
τί χρή με δρᾶν;
Ἰφιγένεια
πέπλον ὀμμάτων προθέσθαι.
Θόας
μὴ παλαμναῖον λάβω.
Ἰφιγένεια
ἢν δ᾽ ἄγαν δοκῶ χρονίζειν–
Θόας
τοῦδ᾽ ὅρος τίς ἐστί μοι;
Ἰφιγένεια
θαυμάσῃς μηδέν. 1220
Θόας
τὰ τῆς θεοῦ πρᾶσσ᾽–ἐπεὶ σχολή–καλῶς.
Ἰφιγένεια
εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.
Θόας
συνεύχομαι.
Ἰφιγένεια
τούσδ᾽ ἄρ᾽ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους
καὶ θεᾶς κόσμους νεογνούς τ᾽ ἄρνας, ὡς φόνῳ φόνον
μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ᾽ ἄλλ᾽ ὅσα
προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια. 1225
ἐκποδὼν δ᾽ αὐδῶ πολίταις τοῦδ᾽ ἔχειν μιάσματος,
εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται,
φεύγετ᾽, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
ὦ Διὸς Λητοῦς τ᾽ ἄνασσα παρθέν᾽, ἢν νίψω φόνον 1230
τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
εὐτυχεῖς δ᾽ ἡμεῖς ἐσόμεθα. τἄλλα δ᾽ οὐ λέγουσ᾽, ὅμως
τοῖς τὰ πλείον᾽ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.

Χορός
εὔπαις ὁ Λατοῦς γόνος,
τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις 1235
χρυσοκόμαν
ἐν κιθάρᾳ σοφόν, ἅ τ᾽ ἐπὶ τόξων 1238
εὐστοχίᾳ γάνυται· φέρε
νιν ἀπὸ δειράδος εἰναλίας, 1240
λοχεῖα κλεινὰ λιποῦσα μά-
τηρ, τὰν ἀστάκτων ὑδάτων
βακχεύουσαν Διονύ-
σῳ Παρνάσιον κορυφάν·
ὅθι ποικιλόνωτος οἰ-
νωπὸς δράκων, 1245
σκιερᾷ κατάχαλκος εὐ-
φύλλῳ δάφνᾳ,
γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ-
ον Χθόνιον.
ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας
ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων 1250
ἔκανες, ὦ Φοῖβε, μαντείων δ᾽ ἐπέβας ζαθέων,
τρίποδί τ᾽ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ 1254
μαντείας βροτοῖς θεσφάτων νέμων 1255
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον 1257
γᾶς ἔχων μέλαθρον.

Θέμιν δ᾽ ἐπεὶ γᾶς ἰὼν
παῖδ᾽ ἀπενάσσατο ἀπὸ ζαθέων 1260
χρηστηρίων, νύχια
Χθὼν ἐτεκνώσατο φάσματ᾽ ὀ,
οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τ᾽
ἔπειθ᾽, ὅσσα τ᾽ ἔμελλε τυχεῖν, 1265
ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ-
νὰς ἔφραζον· Γαῖα δὲ τὰν
μαντεῖον ἀφείλετο τι-
μὰν Φοῖβον, φθόνῳ θυγατρός.
ταχύπους δ᾽ ἐς Ὄλυμπον ὁρ- 1270
μαθεὶς ἄναξ
χέρα παιδνὸν ἕλιξεν ἐκ
Διὸς θρόνων
Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ-
νιν θεᾶς. [νυχίους τ᾽ ἐνοπὰς.]
γέλασε δ᾽, ὅτι τέκος ἄφαρ ἔβα
πολύχρυσα θέλων λατρεύματα σχεῖν· 1275
ἐπὶ δ᾽ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς,
ἀπὸ δ᾽ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,
καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ, 1280
πολυάνορι δ᾽ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς
θεσφάτων ἀοιδαῖς.

Ἄγγελος
ὦ ναοφύλακες βώμιοί τ᾽ ἐπιστάται,
Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς; 1285
καλεῖτ᾽ ἀναπτύξαντες εὐγόμφους πύλας
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
Χορός
τί δ᾽ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
Ἄγγελος
βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων 1290
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
Χορός
ἄπιστον εἶπας μῦθον· ὃν δ᾽ ἰδεῖν θέλεις
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
Ἄγγελος
ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα. 1295
Χορός
οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
ὅπου κυρήσας τούσδ᾽ ἀπαγγελεῖς λόγους.
Ἄγγελος
ὁρᾶτ᾽, ἄπιστον ὡς γυναικεῖον γένος·
μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος.
Χορός
μαίνῃ· τί δ᾽ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα; 1300
οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
Ἄγγελος
οὔ, πρίν γ᾽ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον ἀρχηγὸς χθονός.
ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
καὶ δεσπότῃ σημήναθ᾽ οὕνεκ᾽ ἐν πύλαις 1305
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
Θόας
τίς ἀμφὶ δῶμα θεᾶς τόδ᾽ ἵστησιν βοήν,
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
Ἄγγελος
φεῦ·
πῶς ἔλεγον αἵδε, καί μ᾽ ἀπήλαυνον δόμων,
ὡς ἐκτὸς εἴης· σὺ δὲ κατ᾽ οἶκον ἦσθ᾽ ἄρα. 1310
Θόας
τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
Ἄγγελος
αὖθις τὰ τῶνδε σημανῶ· τὰ δ᾽ ἐν ποσὶ
παρόντ᾽ ἄκουσον. ἡ νεᾶνις ἣ ᾽νθάδε
βωμοῖς παρίστατ᾽, Ἰφιγένει᾽, ἔξω χθονὸς
σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς 1315
ἄγαλμ᾽ ἔχουσα· δόλια δ᾽ ἦν καθάρματα.
Θόας
πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη;
Ἄγγελος
σῴζουσ᾽ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ.
Θόας
τὸν ποῖον; ἆρ᾽ ὃν Τυνδαρὶς τίκτει κόρη;
Ἄγγελος
ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο. 1320
Θόας
ὦ θαῦμα–πῶς σε μεῖζον ὀνομάσας τύχω;
Ἄγγελος
μὴ ᾽νταῦθα τρέψῃς σὴν φρέν᾽, ἀλλ᾽ ἄκουέ μου·
σαφῶς δ᾽ ἀθρήσας καὶ κλύων ἐκφρόντισον
διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
Θόας
λέγ᾽· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον 1325
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
Ἄγγελος
ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας,
οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,
ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων
ἔχοντας, ἐξένευσ᾽ ἀποστῆναι πρόσω 1330
Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα
θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο,
αὐτὴ δ᾽ ὄπισθε δέσμ᾽ ἔχουσα τοῖν ξένοιν
ἔστειχε χερσί. καὶ τάδ᾽ ἦν ὕποπτα μέν,
ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ. 1335
χρόνῳ δ᾽, ἵν᾽ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,
ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα
μέλη μαγεύουσ᾽, ὡς φόνον νίζουσα δή.
ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,
ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι 1340
κτάνοιεν αὐτὴν δραπέται τ᾽ οἰχοίατο.
φόβῳ δ᾽ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα
σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος
στείχειν ἵν᾽ ἦσαν, καίπερ οὐκ ἐωμένοις.
κἀνταῦθ᾽ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος 1345
ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον,
ναύτας τε πεντήκοντ᾽ ἐπὶ σκαλμῶν πλάτας
ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας
ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δ᾽ ἐπωτίδων 1350
ἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακας
σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια,
πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν.
ἡμεῖς δ᾽ ἀφειδήσαντες, ὡς ἐσείδομεν
δόλια τεχνήματ᾽, εἰχόμεσθα τῆς ξένης 1355
πρυμνησίων τε, καὶ δι᾽ εὐθυντηρίας
οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.
λόγοι δ᾽ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετε
κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;
τίνος τίς ὢν σὺ τήνδ᾽ ἀπεμπολᾷς χθονός; 1360
ὁ δ᾽ εἶπ᾽· Ὀρέστης, τῆσδ᾽ ὅμαιμος, ὡς μάθῃς,
Ἀγαμέμνονος παῖς, τήνδ᾽ ἐμὴν κομίζομαι
λαβὼν ἀδελφήν, ἣν ἀπώλεσ᾽ ἐκ δόμων.

Ἄγγελος
ἀλλ᾽ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν· 1365
ὅθεν τὰ δεινὰ πλήγματ᾽ ἦν γενειάδων.
κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
ἡμεῖς τε· πυγμαί τ᾽ ἦσαν ἐγκροτούμεναι,
καὶ κῶλ᾽ ἀπ᾽ ἀμφοῖν τοῖν νεανίαιν ἅμα
ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, 1370
ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ
κάθαιμ᾽ ἔχοντες τραύμαθ᾽, οἳ δ᾽ ἐν ὄμμασιν·
ὄχθοις δ᾽ ἐπισταθέντες εὐλαβεστέρως 1375
ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
ἀλλ᾽ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
σταθέντες ἰοῖς, ὥστ᾽ ἀναστεῖλαι πρόσω.
κἀν τῷδε–δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
πρὸς γῆν, φόβος δ᾽ ἦν τέγξαι πόδα– 1380
λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,
ἔθηκ᾽ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς,
τό τ᾽ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
ἄγαλμα. ναὸς ἐκ μέσης ἐφθέγξατο 1385
βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς
λάβεσθε κώπαις ῥόθιά τ᾽ ἐκλευκαίνετε·
ἔχομεν γὰρ ὧνπερ οὕνεκ᾽ ἄξενον πόρον
Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.

Ἄγγελος
οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι 1390
ἔπαισαν ἅλμην. ναῦς δ᾽, ἕως μὲν ἐντὸς ἦν
λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ
λάβρῳ κλύδωνι συμπεσοῦσ᾽ ἠπείγετο·
δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς
ὠθεῖ παλίμπρυμν᾽ ἱστί᾽· οἳ δ᾽ ἐκαρτέρουν 1395
πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν
κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ
Ἀγαμέμνονος παῖς ηὔξατ᾽· ὦ Λητοῦς κόρη
σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα
ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθ᾽ ἐμαῖς. 1400
φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·
φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.
ναῦται δ᾽ ἐπευφήμησαν εὐχαῖσιν κόρης
παιᾶνα, γυμνὰς ἐκ ἐπωμίδας
κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος. 1405
μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος·
χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,
ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρ᾽ ἀπεστάλην,
σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας. 1410
ἀλλ᾽ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·
εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,
οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.
πόντου δ᾽ ἀνάκτωρ Ἴλιόν τ᾽ ἐπισκοπεῖ
σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος, 1415
καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον
σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν
λαβεῖν, ἀδελφήν θ᾽, ἣ φόνον τὸν Αὐλίδι
ἀμνημόνευτον θεᾷ προδοῦσ᾽ ἁλίσκεται.

Χορός
ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα 1420
θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.
Θόας
ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,
οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας
παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς
Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ 1425
σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
οἳ δ᾽ ὠκυπομποὺς ἕλξετ᾽ ἐς πόντον πλάτας;
ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι
λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας
ῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας. 1430
ὑμᾶς δὲ τὰς τῶνδ᾽ ἴστορας βουλευμάτων,
γυναῖκες, αὖθις, ἡνίκ᾽ ἂν σχολὴν λάβω,
ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην
σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.

Ἀθήνα
ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ 1435
Θόας; ἄκουσον τῆσδ᾽ Ἀθηναίας λόγους.
παῦσαι διώκων ῥεῦμά τ᾽ ἐξορμῶν στρατοῦ·
πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου
δεῦρ᾽ ἦλθ᾽ Ὀρέστης, τόν τ᾽ Ἐρινύων χόλον
φεύγων ἀδελφῆς τ᾽ Ἄργος ἐσπέμψων δέμας 1440
ἄγαλμά θ᾽ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,
τῶν νῦν παρόντων πημάτων ἀναψυχάς. 1441a
πρὸς μὲν σὲ ὅδ᾽ ἡμῖν μῦθος· ὃν δ᾽ ἀποκτενεῖν 1442
δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ,
ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα
πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ. 1445
μαθὼν δ᾽, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς–
κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς–
χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.
ὅταν δ᾽ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις 1450
ὅροισι, γείτων δειράδος Καρυστίας,
ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς·
ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,
ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,
οὓς ἐξεμόχθεις περιπολῶν καθ᾽ Ἑλλάδα 1455
οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ
τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
νόμον τε θὲς τόνδ᾽· ὅταν ἑορτάζῃ λεώς,
τῆς σῆς σφαγῆς ἄποιν᾽ ἐπισχέτω ξίφος
δέρῃ πρὸς ἀνδρὸς αἷμά τ᾽ ἐξανιέτω, 1460
ὁσίας ἕκατι θεά θ᾽ ὅπως τιμὰς ἔχῃ.
σὲ δ᾽ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας
Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ·
οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων
ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, 1465
ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς
λίπωσ᾽ ἐν οἴκοις. τάσδε δ᾽ ἐκπέμπειν χθονὸς
Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι
γνώμης δικαίας οὕνεκ᾽

ἐκσῴσασα δὲ
καὶ πρίν σ᾽ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας 1470
κρίνασ᾽, Ὀρέστα· καὶ νόμισμ᾽ ἔσται τόδε,
νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.
ἀλλ᾽ ἐκκομίζου σὴν κασιγνήτην χθονός,
Ἀγαμέμνονος παῖ. –καὶ σὺ μὴ θυμοῦ, Θόας.

Θόας
ἄνασσ᾽ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις 1475
ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
ἐγὼ δ᾽ Ὀρέστῃ τ᾽, εἰ φέρων βρέτας θεᾶς
βέβηκ᾽, ἀδελφῇ τ᾽ οὐχὶ θυμοῦμαι· τί γὰρ
πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;
ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι 1480
γαῖαν, καθιδρύσαιντό τ᾽ εὐτυχῶς βρέτας.
πέμψω δὲ καὶ τάσδ᾽ Ἑλλάδ᾽ εἰς εὐδαίμονα
γυναῖκας, ὥσπερ σὸν κέλευσμ᾽ ἐφίεται.
παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις
ναῶν τ᾽ ἐρετμά, σοὶ τάδ᾽ ὡς δοκεῖ, θεά. 1485

Ἀθήνα
αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.
ἴτ᾽, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος
παῖδ᾽ εἰς Ἀθήνας· συμπορεύσομαι δ᾽ ἐγὼ
σῴζουσ᾽ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.

Χορός
ἴτ᾽ ἐπ᾽ εὐτυχίᾳ τῆς σῳζομένης 1490
μοίρας εὐδαίμονες ὄντες.
ἀλλ᾽, ὦ σεμνὴ παρά τ᾽ ἀθανάτοις
καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,
δράσομεν οὕτως ὡς σὺ κελεύεις.
μάλα γὰρ τερπνὴν κἀνέλπιστον 1495
φήμην ἀκοαῖσι δέδεγμαι.
— — —

ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.

Εὐριπίδης Μήδεια

Εὐριπίδης Μήδεια

ΤΡΟΦΟΣ
Εἴθ΄ ὤφελ΄ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας͵
μηδ΄ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη͵ μηδ΄ ἐρετμῶσαι χέρας
ἀνδρῶν ἀρίστων. οἳ τὸ πάγχρυσον δέρας
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν΄ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ΄ Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ΄ Ἰάσονος·
οὐδ΄ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν 10
ξὺν ἀνδρὶ καὶ τέκνοισιν͵ ἁνδάνουσα μὲν
φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα͵
αὐτή τε πάντα ξυμφέρουσ΄ Ἰάσονι·
ἥπερ μεγίστη γίγνεται σωτηρία͵
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
νῦν δ΄ ἐχθρὰ πάντα͵ καὶ νοσεῖ τὰ φίλτατα.
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ΄ ἐμὴν
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται͵
γήμας Κρέοντος παῖδ΄͵ ὃς αἰσυμνᾷ χθονός·
Μήδεια δ΄ ἡ δύστηνος ἠτιμασμένη 20
βοᾷ μὲν ὅρκους͵ ἀνακαλεῖ δὲ δεξιάς͵
πίστιν μεγίστην͵ καὶ θεοὺς μαρτύρεται
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
κεῖται δ΄ ἄσιτος͵ σῶμ΄ ὑφεῖσ΄ ἀλγηδόσι͵
τὸν πάντα συντήκουσα δακρύοις χρόνον͵
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ΄ ἠδικημένη͵
οὔτ΄ ὄμμ΄ ἐπαίρουσ΄ οὔτ΄ ἀπαλλάσσουσα γῆς
πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος
κλύδων ἀκούει νουθετουμένη φίλων·
ἢν μή ποτε στρέψασα πάλλευκον δέρην 30
αὐτὴ πρὸς αὑτὴν πατέρ΄ ἀποιμώξῃ φίλον
καὶ γαῖαν οἴκους θ΄͵ οὓς προδοῦσ΄ ἀφίκετο
μετ΄ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
ἔγνωκε δ΄ ἡ τάλαινα συμφορᾶς ὕπο
οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
στυγεῖ δὲ παῖδας οὐδ΄ ὁρῶσ΄ εὐφραίνεται.
δέδοικα δ΄ αὐτὴν μή τι βουλεύσῃ νέον·
βαρεῖα γὰρ φρήν͵ οὐδ΄ ἀνέξεται κακῶς
πάσχουσ΄· ἐγᾦδα τήνδε͵ δειμαίνω τέ νιν
μὴ θηκτὸν ὤσῃ φάσγανον δι΄ ἥπατος͵ 40
σιγῇ δόμους εἰσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος͵
ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ͵
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.
ἀλλ΄ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
στείχουσι͵ μητρὸς οὐδὲν ἐννοούμενοι
κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
ΠΑΙΔΑΓΩΓΟΣ
παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς͵
τί πρὸς πύλαισι τήνδ΄ ἄγουσ΄ ἐρημίαν 50
ἕστηκας͵ αὐτὴ θρεομένη σαυτῇ κακά;
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
Τρ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος͵
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα͵ καὶ φρενῶν ἀνθάπτεται.
ἐγὼ γὰρ ἐς τοῦτ΄ ἐκβέβηκ΄ ἀλγηδόνος͵
ὥσθ΄ ἵμερός μ΄ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
Πα. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
Τρ. ζηλῶ σ΄· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. 60
Πα. ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
Τρ. τί δ΄ ἔστιν͵ ὦ γεραιέ; μὴ φθόνει φράσαι.
Πα. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ΄ εἰρημένα.
Τρ. μή͵ πρὸς γενείου͵ κρύπτε σύνδουλον σέθεν·
σιγὴν γάρ͵ εἰ χρή͵ τῶνδε θήσομαι πέρι.
Πα. ἤκουσά του λέγοντος͵ οὐ δοκῶν κλύειν͵
πεσσοὺς προσελθών͵ ἔνθα δὴ παλαίτατοι
θάσσουσι͵ σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ͵
ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας 70
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
οὐκ οἶδα· βουλοίμην δ΄ ἂν οὐκ εἶναι τόδε.
Τρ. καὶ ταῦτ΄ Ἰάσων παῖδας ἐξανέξεται
πάσχοντας͵ εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
Πα. παλαιὰ καινῶν λείπεται κηδευμάτων͵
κοὐκ ἔστ΄ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
Τρ. ἀπωλόμεσθ΄ ἄρ΄͵ εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ͵ πρὶν τόδ΄ ἐξηντληκέναι.
Πα. ἀτὰρ σύ γ΄—οὐ γὰρ καιρὸς εἰδέναι τόδε 80
δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.
Τρ. ὦ τέκν΄͵ ἀκούεθ΄ οἷος εἰς ὑμᾶς πατήρ;
ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ΄ ἐμός·
ἀτὰρ κακός γ΄ ὢν ἐς φίλους ἁλίσκεται.
Πα. τίς δ΄ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε͵
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ͵
οἳ μὲν δικαίως͵ οἳ δὲ καὶ κέρδους χάριν͵
εἰ τούσδε γ΄ εὐνῆς οὕνεκ΄ οὐ στέργει πατήρ.
Τρ. ἴτ΄—εὖ γὰρ ἔσται—δωμάτων ἔσω͵ τέκνα.
σὺ δ΄ ὡς μάλιστα τούσδ΄ ἐρημώσας ἔχε 90
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
τοῖσδ΄͵ ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
χόλου͵ σάφ΄ οἶδα͵ πρὶν κατασκῆψαί τινα . . .
ἐχθρούς γε μέντοι͵ μὴ φίλους͵ δράσειέ τι.

ΜΗΔΕΙΑ
ἰώ͵
δύστανος ἐγὼ μελέα τε πόνων͵
ἰώ μοί μοι͵ πῶς ἂν ὀλοίμαν;
Τρ. τόδ΄ ἐκεῖνο͵ φίλοι παῖδες· μήτηρ
κινεῖ κραδίαν͵ κινεῖ δὲ χόλον.
σπεύσατε θᾶσσον δώματος εἴσω 100
καὶ μὴ πελάσητ΄ ὄμματος ἐγγύς͵
μηδὲ προσέλθητ΄͵ ἀλλὰ φυλάσσεσθ΄
ἄγριον ἦθος στυγεράν τε φύσιν
φρενὸς αὐθάδους.—
ἴτε νῦν͵ χωρεῖθ΄ ὡς τάχος εἴσω.—
δῆλον δ΄ ἀρχῆς ἐξαιρόμενον
νέφος οἰμωγῆς ὡς τάχ΄ ἀνάψει
μείζονι θυμῷ· τί ποτ΄ ἐργάσεται
μεγαλόσπλαγχνος δυσκατάπαυστος
ψυχὴ δηχθεῖσα κακοῖσιν; 110
Μη. αἰαῖ͵
ἔπαθον τλάμων ἔπαθον μεγάλων
ἄξι΄ ὀδυρμῶν· ὦ κατάρατοι
παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
σὺν πατρί͵ καὶ πᾶς δόμος ἔρροι.
Τρ. ἰώ μοί μοι͵ ἰὼ τλήμων.
τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
μετέχουσι; τί τούσδ΄ ἔχθεις; οἴμοι͵
τέκνα͵ μή τι πάθηθ΄ ὡς ὑπεραλγῶ.
δεινὰ τυράννων λήματα καί πως
ὀλίγ΄ ἀρχόμενοι͵ πολλὰ κρατοῦντες 120
χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ΄ ἴσοισιν
κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις
ὀχυρῶς γ΄ εἴη καταγηράσκειν.
τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
τοὔνομα νικᾷ͵ χρῆσθαί τε μακρῷ
λῷστα βροτοῖσιν· τὰ δ΄ ὑπερβάλλοντ΄
οὐδένα καιρὸν δύναται θνητοῖς·
μείζους δ΄ ἄτας͵ ὅταν ὀργισθῇ
δαίμων οἴκοις͵ ἀπέδωκεν. 130

ΧΟΡΟΣ
ἔκλυον φωνάν͵ ἔκλυον δὲ βοὰν
τᾶς δυστάνου Κολχίδος͵ οὐδέ πω
ἤπιος· ἀλλ΄ ὦ γηραιά͵
λέξον· ἐπ΄ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
ἔκλυον· οὐδὲ συνήδομαι͵ ὦ γύναι͵ ἄλγεσιν
δώματος· ἐπεί μοι φίλον κέκρανται.
Τρ. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ΄ ἤδη.
τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων͵ 140
ἃ δ΄ ἐν θαλάμοις τάκει βιοτὰν
δέσποινα͵ φίλων οὐδενὸς οὐδὲν
παραθαλπομένα φρένα μύθοις.

Μη. αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
διά μου κεφαλᾶς φλὸξ οὐρανία
βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
βιοτὰν στυγερὰν προλιποῦσα.

Χο.
ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· [στρ.
ἀχὰν οἵαν ἁ δύστανος 150
μέλπει νύμφα;
— τίς σοί ποτε τᾶς ἀπλάτου
κοίτας ἔρος͵ ὦ ματαία;
σπεύσει θανάτου τελευτά·
μηδὲν τόδε λίσσου.
— εἰ δὲ σὸς πόσις
καινὰ λέχη σεβίζει͵
κείνῳ τόδε· μὴ χαράσσου·
— Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν
τάκου δυρομένα σὸν εὐνάταν.
Μη. ὦ μεγάλα Θέμι καὶ πότνι΄ Ἄρτεμι 160
λεύσσεθ΄ ἃ πάσχω͵ μεγάλοις ὅρκοις
ἐνδησαμένα τὸν κατάρατον
πόσιν; ὅν ποτ΄ ἐγὼ νύμφαν τ΄ ἐσίδοιμ΄
αὐτοῖς μελάθροις διακναιομένους͵
οἷ΄ ἐμὲ πρόσθεν τολμῶσ΄ ἀδικεῖν.
ὦ πάτερ͵ ὦ πόλις͵ ὧν ἀπενάσθην
αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
Τρ. κλύεθ΄ οἷα λέγει κἀπιβοᾶται
Θέμιν εὐκταίαν Ζῆνά θ΄͵ ὃς ὅρκων
θνητοῖς ταμίας νενόμισται; 170
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
δέσποινα χόλον καταπαύσει.

Χο.
πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν [ἀντ.
ἔλθοι μύθων τ΄ αὐδαθέντων
δέξαιτ΄ ὀμφάν;
— εἴ πως βαρύθυμον ὀργὰν
καὶ λῆμα φρενῶν μεθείη͵
μήτοι τό γ΄ ἐμὸν πρόθυμον
φίλοισιν ἀπέστω.
— ἀλλὰ βᾶσά νιν 180
δεῦρο πόρευσον οἴκων
ἔξω· φίλα καὶ τάδ΄ αὔδα.
— σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·
πένθος γὰρ μεγάλως τόδ΄ ὁρμᾶται.
Τρ. δράσω τάδ΄· ἀτὰρ φόβος εἰ πείσω
δέσποιναν ἐμήν·
μόχθου δὲ χάριν τήνδ΄ ἐπιδώσω.
καίτοι τοκάδος δέργμα λεαίνης
ἀποταυροῦται δμωσίν͵ ὅταν τις
μῦθον προφέρων πέλας ὁρμηθῇ.
σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς 190
τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις͵
οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις
ἐπί τ΄ εἰλαπίναις καὶ παρὰ δείπνοις
ηὕροντο βίου τερπνὰς ἀκοάς·
στυγίους δὲ βροτῶν οὐδεὶς λύπας
ηὕρετο μούσῃ καὶ πολυχόρδοις
ᾠδαῖς παύειν͵ ἐξ ὧν θάνατοι
δειναί τε τύχαι σφάλλουσι δόμους.
καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
μολπαῖσι βροτούς· ἵνα δ΄ εὔδειπνοι 200
δαῖτες͵ τί μάτην τείνουσι βοήν;
τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ΄ αὑτοῦ
δαιτὸς πλήρωμα βροτοῖσιν.

Χο. ἰαχὰν ἄιον πολύστονον γόων͵
λιγυρὰ δ΄ ἄχεα μογερὰ βοᾷ
τὸν ἐν λέχει προδόταν κακόνυμφον·
θεοκλυτεῖ δ΄ ἄδικα παθοῦσα
τὰν Ζηνὸς ὁρκίαν Θέμιν͵
ἅ νιν ἔβασεν
Ἑλλάδ΄ ἐς ἀντίπορον 210
δι΄ ἅλα νύχιον ἐφ΄ ἁλμυρὰν
πόντου κλῇδ΄ ἀπέραντον.

ΜΗΔΕΙΑ
Κορίνθιαι γυναῖκες͵ ἐξῆλθον δόμων͵
μή μοί τι μέμφησθ΄· οἶδα γὰρ πολλοὺς βροτῶν
σεμνοὺς γεγῶτας͵ τοὺς μὲν ὀμμάτων ἄπο͵
τοὺς δ΄ ἐν θυραίοις· οἱ δ΄ ἀφ΄ ἡσύχου ποδὸς
δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
δίκη γὰρ οὐκ ἔνεστ΄ ἐν ὀφθαλμοῖς βροτῶν͵
ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς 220
στυγεῖ δεδορκώς͵ οὐδὲν ἠδικημένος. . . .
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . .
οὐδ΄ ἀστὸν ᾔνεσ΄ ὅστις αὐθάδης γεγὼς
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
ἐμοὶ δ΄ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε
ψυχὴν διέφθαρκ΄· οἴχομαι δὲ καὶ βίου
χάριν μεθεῖσα κατθανεῖν χρῄζω͵ φίλαι.
ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς͵
κάκιστος ἀνδρῶν ἐκβέβηχ΄ οὑμὸς πόσις.
πάντων δ΄ ὅσ΄ ἔστ΄ ἔμψυχα καὶ γνώμην ἔχει 230
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
πόσιν πρίασθαι͵ δεσπότην τε σώματος
λαβεῖν· κακοῦ γὰρ τοῦτ΄ ἔτ΄ ἄλγιον κακόν.
κἀν τῷδ΄ ἀγὼν μέγιστος͵ ἢ κακὸν λαβεῖν
ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
γυναιξίν͵ οὐδ΄ οἷόν τ΄ ἀνήνασθαι πόσιν.
ἐς καινὰ δ΄ ἤθη καὶ νόμους ἀφιγμένην
δεῖ μάντιν εἶναι͵ μὴ μαθοῦσαν οἴκοθεν͵
ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ. 240
κἂν μὲν τάδ΄ ἡμῖν ἐκπονουμέναισιν εὖ
πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν͵
ζηλωτὸς αἰών· εἰ δὲ μή͵ θανεῖν χρεών.
ἀνὴρ δ΄͵ ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών͵
ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·
[ἢ πρὸς φίλον τιν΄ ἢ πρὸς ἥλικα τραπείς·]
ἡμῖν δ΄ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
λέγουσι δ΄ ἡμᾶς ὡς ἀκίνδυνον βίον
ζῶμεν κατ΄ οἴκους͵ οἳ δὲ μάρνανται δορί·
κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ΄ ἀσπίδα 250
στῆναι θέλοιμ΄ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
ἀλλ΄ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ΄ ἥκει λόγος·
σοὶ μὲν πόλις θ΄ ἥδ΄ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ΄ ὄνησις καὶ φίλων συνουσία͵
ἐγὼ δ΄ ἔρημος ἄπολις οὖσ΄ ὑβρίζομαι
πρὸς ἀνδρός͵ ἐκ γῆς βαρβάρου λελῃσμένη͵
οὐ μητέρ΄͵ οὐκ ἀδελφόν͵ οὐχὶ συγγενῆ
μεθορμίσασθαι τῆσδ΄ ἔχουσα συμφορᾶς.
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι͵
ἤν μοι πόρος τις μηχανή τ΄ ἐξευρεθῇ 260
πόσιν δίκην τῶνδ΄ ἀντιτείσασθαι κακῶν͵
[τὸν δόντα τ΄ αὐτῷ θυγατέρ΄ ἥ τ΄ ἐγήματο]
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
κακή τ΄ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
ὅταν δ΄ ἐς εὐνὴν ἠδικημένη κυρῇ͵
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
Χο. δράσω τάδ΄· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν͵
Μήδεια. πενθεῖν δ΄ οὔ σε θαυμάζω τύχας.
ὁρῶ δὲ καὶ Κρέοντα͵ τῆσδ΄ ἄνακτα γῆς͵
στείχοντα͵ καινῶν ἄγγελον βουλευμάτων. 270

ΚΡΕΩΝ
σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην͵
Μήδειαν͵ εἶπον τῆσδε γῆς ἔξω περᾶν
φυγάδα͵ λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·
καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
τοῦδ΄ εἰμί͵ κοὐκ ἄπειμι πρὸς δόμους πάλιν͵
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
Μη. αἰαῖ· πανώλης ἡ τάλαιν΄ ἀπόλλυμαι.
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων͵
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ΄ ὅμως· 280
τίνος μ΄ ἕκατι γῆς ἀποστέλλεις͵ Κρέον;
Κρ. δέδοικά σ΄—οὐδὲν δεῖ παραμπίσχειν λόγους—
μή μοί τι δράσῃς παῖδ΄ ἀνήκεστον κακόν.
συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·
σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις͵
λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
κλύω δ΄ ἀπειλεῖν σ΄͵ ὡς ἀπαγγέλλουσί μοι͵
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
δράσειν τι. ταῦτ΄ οὖν πρὶν παθεῖν φυλάξομαι.
κρεῖσσον δέ μοι νῦν πρός σ΄ ἀπεχθέσθαι͵ γύναι͵ 290
ἢ μαλθακισθένθ΄ ὕστερον μέγα στένειν.
Μη. φεῦ φεῦ.
οὐ νῦν με πρῶτον͵ ἀλλὰ πολλάκις͵ Κρέον͵
ἔβλαψε δόξα μεγάλα τ΄ εἴργασται κακά.
χρὴ δ΄ οὔποθ΄ ὅστις ἀρτίφρων πέφυκ΄ ἀνὴρ
παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
τῶν δ΄ αὖ δοκούντων εἰδέναι τι ποικίλον 300
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
σοφὴ γὰρ οὖσα͵ τοῖς μέν εἰμ΄ ἐπίφθονος͵
τοῖς δ΄ ἡσυχαία͵ τοῖς δὲ θατέρου τρόπου͵
τοῖς δ΄ αὖ προσάντης· εἰμὶ δ΄ οὐκ ἄγαν σοφή.
σὺ δ΄ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
οὐχ ὧδ΄ ἔχει μοιμὴ τρέσῃς ἡμᾶς͵ Κρέον
ὥστ΄ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
σὺ γὰρ τί μ΄ ἠδίκηκας; ἐξέδου κόρην
ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ΄ ἐμὸν πόσιν 310
μισῶ· σὺ δ΄͵ οἶμαι͵ σωφρονῶν ἔδρας τάδε.
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
νυμφεύετ΄͵ εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
ἐᾶτέ μ΄ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
σιγησόμεσθα͵ κρεισσόνων νικώμενοι.
Κρ. λέγεις ἀκοῦσαι μαλθάκ΄͵ ἀλλ΄ ἔσω φρενῶν
ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν͵
τόσῳ δέ γ΄ ἧσσον ἢ πάρος πέποιθά σοι·
γυνὴ γὰρ ὀξύθυμος͵ ὡς δ΄ αὔτως ἀνήρ͵
ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. 320
ἀλλ΄ ἔξιθ΄ ὡς τάχιστα͵ μὴ λόγους λέγε·
ὡς ταῦτ΄ ἄραρε͵ κοὐκ ἔχεις τέχνην ὅπως
μενεῖς παρ΄ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Μη. μή͵ πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
Κρ. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.
Μη. ἀλλ΄ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρ. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
Μη. ὦ πατρίς͵ ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρ. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μη. φεῦ φεῦ͵ βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. 330
Κρ. ὅπως ἄν͵ οἶμαι͵ καὶ παραστῶσιν τύχαι.
Μη. Ζεῦ͵ μὴ λάθοι σε τῶνδ΄ ὃς αἴτιος κακῶν.
Κρ. ἕρπ΄͵ ὦ ματαία͵ καί μ΄ ἀπάλλαξον πόνων.
Μη. πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.
Κρ. τάχ΄ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.
Μη. μὴ δῆτα τοῦτό γ΄͵ ἀλλά σ΄ αἰτοῦμαι͵ Κρέον . .
Κρ. ὄχλον παρέξεις͵ ὡς ἔοικας͵ ὦ γύναι.
Μη. φευξούμεθ΄· οὐ τοῦθ΄ ἱκέτευσα σοῦ τυχεῖν.
Κρ. τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;
Μη. μίαν με μεῖναι τήνδ΄ ἔασον ἡμέραν 340
καὶ ξυμπερᾶναι φροντίδ΄ ᾗ φευξούμεθα͵
παισίν τ΄ ἀφορμὴν τοῖς ἐμοῖς͵ ἐπεὶ πατὴρ
οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.
οἴκτιρε δ΄ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ
πέφυκας· εἰκὸς δ΄ ἐστὶν εὔνοιάν σ΄ ἔχειν.
τοὐμοῦ γὰρ οὔ μοι φροντίς͵ εἰ φευξούμεθα͵
κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.
Κρ. ἥκιστα τοὐμὸν λῆμ΄ ἔφυ τυραννικόν͵
αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·
καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων͵ γύναι͵ 350
ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι͵
εἴ σ΄ ἡ ΄πιοῦσα λαμπὰς ὄψεται θεοῦ
καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός͵
θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
νῦν δ΄͵ εἰ μένειν δεῖ͵ μίμν΄ ἐφ΄ ἡμέραν μίαν·
οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ΄ ἔχει.
Χο. [δύστανε γύναι͵]
φεῦ φεῦ͵ μελέα τῶν σῶν ἀχέων.
ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;
ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν 360
ἐξευρήσεις;
ὡς εἰς ἄπορόν σε κλύδωνα θεός͵
Μήδεια͵ κακῶν ἐπόρευσε.
Μη. κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
ἀλλ΄ οὔτι ταύτῃ ταῦτα͵ μὴ δοκεῖτέ πω.
ἔτ΄ εἴσ΄ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε͵
εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
οὐδ΄ ἂν προσεῖπον οὐδ΄ ἂν ἡψάμην χεροῖν. 370
ὃ δ΄ ἐς τοσοῦτον μωρίας ἀφίκετο͵
ὥστ΄ ἐξὸν αὐτῷ τἄμ΄ ἑλεῖν βουλεύματα
γῆς ἐκβαλόντι͵ τήνδ΄ ἀφῆκεν ἡμέραν
μεῖναί μ΄͵ ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
θήσω͵ πατέρα τε καὶ κόρην πόσιν τ΄ ἐμόν.
πολλὰς δ΄ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς͵
οὐκ οἶδ΄ ὁποίᾳ πρῶτον ἐγχειρῶ͵ φίλαι·
πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί͵
ἢ θηκτὸν ὤσω φάσγανον δι΄ ἥπατος͵
σιγῇ δόμους ἐσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος. 380
ἀλλ΄ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη͵
θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
κράτιστα τὴν εὐθεῖαν͵ ᾗ πεφύκαμεν
σοφαὶ μάλιστα͵ φαρμάκοις αὐτοὺς ἑλεῖν.
εἶἑν·
καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
οὐκ ἔστι. μείνασ΄ οὖν ἔτι σμικρὸν χρόνον͵
ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ͵ 390
δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
ἢν δ΄ ἐξελαύνῃ ξυμφορά μ΄ ἀμήχανος͵
αὐτὴ ξίφος λαβοῦσα͵ κεἰ μέλλω θανεῖν͵
κτενῶ σφε͵ τόλμης δ΄ εἶμι πρὸς τὸ καρτερόν.
οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην͵
Ἑκάτην͵ μυχοῖς ναίουσαν ἑστίας ἐμῆς͵
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
πικροὺς δ΄ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους͵
πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. 400
ἀλλ΄ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι͵
Μήδεια͵ βουλεύουσα καὶ τεχνωμένη·
ἕρπ΄ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ΄ ὀφλεῖν
τοῖς Σισυφείοις τοῖς τ΄ Ἰάσονος γάμοις͵
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ΄ ἄπο.
ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
γυναῖκες͵ ἐς μὲν ἔσθλ΄ ἀμηχανώταται͵
κακῶν δὲ πάντων τέκτονες σοφώταται. 409

Χο. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί͵ [στρ.
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.
ἀνδράσι μὲν δόλιαι βουλαί͵ θεῶν δ΄
οὐκέτι πίστις ἄραρε·
τὰν δ΄ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·
ἔρχεται τιμὰ γυναικείῳ γένει·
οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει. 420

μοῦσαι δὲ παλαιγενέων λήξουσ΄ ἀοιδῶν [ἀντ.
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
ὤπασε θέσπιν ἀοιδὰν
Φοῖβος͵ ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχησ΄ ἂν ὕμνον
ἀρσένων γέννᾳ. μακρὸς δ΄ αἰὼν ἔχει
πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν. 430

σὺ δ΄ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας [στρ.
μαινομένᾳ κραδίᾳ͵ διδύμους ὁρίσασα πόντου
πέτρας· ἐπὶ δὲ ξένᾳ
ναίεις χθονί͵ τᾶς ἀνάνδρου
κοίτας ὀλέσασα λέκτρον͵
τάλαινα͵ φυγὰς δὲ χώρας
ἄτιμος ἐλαύνῃ.

βέβακε δ΄ ὅρκων χάρις͵ οὐδ΄ ἔτ΄ αἰδὼς [ἀντ.
Ἑλλάδι τᾷ μεγάλᾳ μένει͵ αἰθερία δ΄ ἀνέπτα. 440
σοὶ δ΄ οὔτε πατρὸς δόμοι͵
δύστανε͵ μεθορμίσασθαι
μόχθων πάρα͵ τῶν τε λέκτρων
ἄλλα βασίλεια κρείσσων
δόμοισιν ἐπέστα.

ΙΑΣΩΝ
οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
κούφως φερούσῃ κρεισσόνων βουλεύματα͵
λόγων ματαίων οὕνεκ΄ ἐκπεσῇ χθονός. 450
κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ
λέγουσ΄ Ἰάσον΄ ὡς κάκιστός ἐστ΄ ἀνήρ·
ἃ δ΄ ἐς τυράννους ἐστί σοι λελεγμένα͵
πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.
κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
ὀργὰς ἀφῄρουν καί σ΄ ἐβουλόμην μένειν·
σὺ δ΄ οὐκ ἀνίεις μωρίας͵ λέγουσ΄ ἀεὶ
κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.
ὅμως δὲ κἀκ τῶνδ΄ οὐκ ἀπειρηκὼς φίλοις
ἥκω͵ τὸ σὸν δὲ προσκοπούμενος͵ γύναι͵ 460
ὡς μήτ΄ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς
μήτ΄ ἐνδεής του· πόλλ΄ ἐφέλκεται φυγὴ
κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς͵
οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
Μη. ὦ παγκάκιστε͵ τοῦτο γάρ σ΄ εἰπεῖν ἔχω͵
γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·
ἦλθες πρὸς ἡμᾶς͵ ἦλθες ἔχθιστος γεγώς;
[θεοῖς τε κἀμοὶ παντί τ΄ ἀνθρώπων γένει;]
οὔτοι θράσος τόδ΄ ἐστὶν οὐδ΄ εὐτολμία͵
φίλους κακῶς δράσαντ΄ ἐναντίον βλέπειν͵ 470
ἀλλ΄ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
πασῶν͵ ἀναίδει΄· εὖ δ΄ ἐποίησας μολών·
ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
ἔσῳσά σ΄͵ ὡς ἴσασιν Ἑλλήνων ὅσοι
ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος͵
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
δράκοντά θ΄͵ ὃς πάγχρυσον ἀμπέχων δέρας 480
σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν͵
κτείνασ΄ ἀνέσχον σοὶ φάος σωτήριον.
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ΄ ἐμοὺς
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
σὺν σοί͵ πρόθυμος μᾶλλον ἢ σοφωτέρα·
Πελίαν τ΄ ἀπέκτειν΄͵ ὥσπερ ἄλγιστον θανεῖν͵
παίδων ὑπ΄ αὐτοῦ͵ πάντα τ΄ ἐξεῖλον δόμον.
καὶ ταῦθ΄ ὑφ΄ ἡμῶν͵ ὦ κάκιστ΄ ἀνδρῶν͵ παθὼν
προύδωκας ἡμᾶς͵ καινὰ δ΄ ἐκτήσω λέχη—
παίδων γεγώτων· εἰ γὰρ ἦσθ΄ ἄπαις ἔτι͵ 490
συγγνώστ΄ ἂν ἦν σοι τοῦδ΄ ἐρασθῆναι λέχους.
ὅρκων δὲ φρούδη πίστις͵ οὐδ΄ ἔχω μαθεῖν
ἦ θεοὺς νομίζεις τοὺς τότ΄ οὐκ ἄρχειν ἔτι͵
ἢ καινὰ κεῖσθαι θέσμι΄ ἀνθρώποις τὰ νῦν͵
ἐπεὶ σύνοισθά γ΄ εἰς ἔμ΄ οὐκ εὔορκος ὤν.
φεῦ δεξιὰ χείρ͵ ἧς σὺ πόλλ΄ ἐλαμβάνου͵
καὶ τῶνδε γονάτων͵ ὡς μάτην κεχρῴσμεθα
κακοῦ πρὸς ἀνδρός͵ ἐλπίδων δ΄ ἡμάρτομεν.
ἄγ΄· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι
—δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; 500
ὅμως δ΄· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—
νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους͵
οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ΄ ἂν οὖν
δέξαιντό μ΄ οἴκοις ὧν πατέρα κατέκτανον.
ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
ἐχθρὰ καθέστηχ΄͵ οὓς δέ μ΄ οὐκ ἐχρῆν κακῶς
δρᾶν͵ σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε 510
ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν΄ ἐγώ͵
εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη͵
φίλων ἔρημος͵ σὺν τέκνοις μόνη μόνοις—
καλόν γ΄ ὄνειδος τῷ νεωστὶ νυμφίῳ͵
πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ΄ ἔσῳσά σε.
ὦ Ζεῦ͵ τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ
τεκμήρι΄ ἀνθρώποισιν ὤπασας σαφῆ͵
ἀνδρῶν δ΄ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι͵
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
Χο. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει͵ 520
ὅταν φίλοι φίλοισι συμβάλωσ΄ ἔριν.
Ια. δεῖ μ΄͵ ὡς ἔοικε͵ μὴ κακὸν φῦναι λέγειν͵
ἀλλ΄ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
τὴν σὴν στόμαργον͵ ὦ γύναι͵ γλωσσαλγίαν.
ἐγὼ δ΄͵ ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν͵
Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
σοὶ δ΄ ἔστι μὲν νοῦς λεπτός—ἀλλ΄ ἐπίφθονος
λόγος διελθεῖν͵ ὡς Ἔρως σ΄ ἠνάγκασε 530
τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.
ἀλλ΄ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·
ὅπῃ γὰρ οὖν ὤνησας͵ οὐ κακῶς ἔχει.
μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
εἴληφας ἢ δέδωκας͵ ὡς ἐγὼ φράσω.
πρῶτον μὲν Ἑλλάδ΄ ἀντὶ βαρβάρου χθονὸς
γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
πάντες δέ σ΄ ᾔσθοντ΄ οὖσαν Ἕλληνες σοφὴν
καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ΄ ἐσχάτοις 540
ὅροισιν ᾤκεις͵ οὐκ ἂν ἦν λόγος σέθεν.
εἴη δ΄ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
μήτ΄ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος͵
εἰ μὴ ΄πίσημος ἡ τύχη γένοιτό μοι.
τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
ἔλεξ΄· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
ἃ δ΄ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας͵
ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς͵
ἔπειτα σώφρων͵ εἶτα σοὶ μέγας φίλος
καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ΄ ἔχ΄ ἥσυχος. 550
ἐπεὶ μετέστην δεῦρ΄ Ἰωλκίας χθονὸς
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους͵
τί τοῦδ΄ ἂν εὕρημ΄ ηὗρον εὐτυχέστερον
ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
οὐχ͵ ᾗ σὺ κνίζῃ͵ σὸν μὲν ἐχθαίρων λέχος͵
καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος͵
οὐδ΄ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·
ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·
ἀλλ΄ ὡς͵ τὸ μὲν μέγιστον͵ οἰκοῖμεν καλῶς
καὶ μὴ σπανιζοίμεσθα͵ γιγνώσκων ὅτι 560
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος͵
παῖδας δὲ θρέψαιμ΄ ἀξίως δόμων ἐμῶν
σπείρας τ΄ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
ἐς ταὐτὸ θείην͵ καὶ ξυναρτήσας γένος
εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
τὰ ζῶντ΄ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
οὐδ΄ ἂν σὺ φαίης͵ εἴ σε μὴ κνίζοι λέχος.
ἀλλ΄ ἐς τοσοῦτον ἥκεθ΄ ὥστ΄ ὀρθουμένης
εὐνῆς γυναῖκες πάντ΄ ἔχειν νομίζετε͵ 570
ἢν δ΄ αὖ γένηται ξυμφορά τις ἐς λέχος͵
τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
παῖδας τεκνοῦσθαι͵ θῆλυ δ΄ οὐκ εἶναι γένος·
χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.
Χο. Ἰᾶσον͵ εὖ μὲν τούσδ΄ ἐκόσμησας λόγους·
ὅμως δ΄ ἔμοιγε͵ κεἰ παρὰ γνώμην ἐρῶ͵
δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
Μη. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν 580
πέφυκε͵ πλείστην ζημίαν ὀφλισκάνει·
γλώσσῃ γὰρ αὐχῶν τἄδικ΄ εὖ περιστελεῖν͵
τολμᾷ πανουργεῖν· ἔστι δ΄ οὐκ ἄγαν σοφός.
ὡς καὶ σὺ μή νυν εἰς ἔμ΄ εὐσχήμων γένῃ
λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ΄ ἔπος·
χρῆν σ΄͵ εἴπερ ἦσθα μὴ κακός͵ πείσαντά με
γαμεῖν γάμον τόνδ΄͵ ἀλλὰ μὴ σιγῇ φίλων.
Ια. καλῶς γ΄ ἄν͵ οἶμαι͵ τῷδ΄ ὑπηρέτεις λόγῳ͵
εἴ σοι γάμον κατεῖπον͵ ἥτις οὐδὲ νῦν
τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. 590
Μη. οὐ τοῦτό σ΄ εἶχεν͵ ἀλλὰ βάρβαρον λέχος
πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
Ια. εὖ νῦν τόδ΄ ἴσθι͵ μὴ γυναικὸς οὕνεκα
γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω͵
ἀλλ΄͵ ὥσπερ εἶπον καὶ πάρος͵ σῷσαι θέλων
σέ͵ καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
φῦσαι τυράννους παῖδας͵ ἔρυμα δώμασι.
Μη. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
μηδ΄ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
Ια. οἶσθ΄ ὡς μέτευξαι͵ καὶ σοφωτέρα φανῇ; 600
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ͵
μηδ΄ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
Μη. ὕβριζ΄͵ ἐπειδὴ σοὶ μὲν ἔστ΄ ἀποστροφή͵
ἐγὼ δ΄ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
Ια. αὐτὴ τάδ΄ εἵλου· μηδέν΄ ἄλλον αἰτιῶ.
Μη. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
Ια. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
Μη. καὶ σοῖς ἀραία γ΄ οὖσα τυγχάνω δόμοις.
Ια. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
ἀλλ΄͵ εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ 610
προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν͵
λέγ΄· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
ξένοις τε πέμπειν σύμβολ΄͵ οἳ δράσουσί σ΄ εὖ.
καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς͵ γύναι·
λήξασα δ΄ ὀργῆς κερδανεῖς ἀμείνονα.
Μη. οὔτ΄ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ΄ ἄν͵
οὔτ΄ ἄν τι δεξαίμεσθα͵ μηδ΄ ἡμῖν δίδου·
κακοῦ γὰρ ἀνδρὸς δῶρ΄ ὄνησιν οὐκ ἔχει.
Ια. ἀλλ΄ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι͵
ὡς πάνθ΄ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· 620
σοὶ δ΄ οὐκ ἀρέσκει τἀγάθ΄͵ ἀλλ΄ αὐθαδίᾳ
φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.
Μη. χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
νύμφευ΄· ἴσως γάρ—σὺν θεῷ δ΄ εἰρήσεται—
γαμεῖς τοιοῦτον ὥστε σ΄ ἀρνεῖσθαι γάμον.

Χο. ἔρωτες ὑπὲρ μὲν ἄγαν [στρ.
ἐλθόντες οὐκ εὐδοξίαν
οὐδ΄ ἀρετὰν παρέδωκαν
ἀνδράσιν· εἰ δ΄ ἅλις ἔλθοι 630
Κύπρις͵ οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
μήποτ΄͵ ὦ δέσποιν΄͵ ἐπ΄ ἐμοὶ χρυσέων τόξων ἐφείης
ἱμέρῳ χρίσασ΄ ἄφυκτον οἰστόν.

στέργοι δέ με σωφροσύνα͵ [ἀντ.
δώρημα κάλλιστον θεῶν·
μηδέ ποτ΄ ἀμφιλόγους ὀρ
γὰς ἀκόρεστά τε νείκη
θυμὸν ἐκπλήξασ΄ ἑτέροις ἐπὶ λέκτροις
προσβάλοι δεινὰ Κύπρις͵ 640
ἀπτολέμους δ΄ εὐνὰς σεβίζουσ΄
ὀξύφρων κρίνοι λέχη γυναικῶν.

ὦ πατρίς͵ ὦ δώματα͵ μὴ [στρ.
δῆτ΄ ἄπολις γενοίμαν
τὸν ἀμηχανίας ἔχουσα
δυσπέρατον αἰῶν΄͵
οἰκτροτάτων ἀχέων.
θανάτῳ θανάτῳ πάρος δαμείην
ἁμέραν τάνδ΄ ἐξανύσασα· μό
χθων δ΄ οὐκ ἄλλος ὕπερθεν ἢ 650
γᾶς πατρίας στέρεσθαι.

εἴδομεν͵ οὐκ ἐξ ἑτέρων [ἀντ.
μῦθον ἔχω φράσασθαι·
σὲ γὰρ οὐ πόλις͵ οὐ φίλων τις
ᾤκτισεν παθοῦσαν
δεινότατον παθέων.
ἀχάριστος ὄλοιθ΄͵ ὅτῳ πάρεστιν
μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί- 660
ξαντα κλῇδα φρενῶν· ἐμοὶ
μὲν φίλος οὔποτ΄ ἔσται.

ΑΙΓΕΥΣ
Μήδεια͵ χαῖρε· τοῦδε γὰρ προοίμιον
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μη. ὦ χαῖρε καὶ σύ͵ παῖ σοφοῦ Πανδίονος͵
Αἰγεῦ. πόθεν γῆς τῆσδ΄ ἐπιστρωφᾷ πέδον;
Αι. Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μη. τί δ΄ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αι. παίδων ἐρευνῶν σπέρμ΄ ὅπως γένοιτό μοι.
Μη. πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ΄ ἀεὶ τείνεις βίον;
Αι. ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μη. δάμαρτος οὔσης͵ ἢ λέχους ἄπειρος ὤν;
Αι. οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μη. τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αι. σοφώτερ΄ ἢ κατ΄ ἄνδρα συμβαλεῖν ἔπη.
Μη. θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αι. μάλιστ΄͵ ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μη. τί δῆτ΄ ἔχρησε; λέξον͵ εἰ θέμις κλύειν.
Αι. ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
Μη. πρὶν ἂν τί δράσῃς ἢ τίν΄ ἐξίκῃ χθόνα; 680
Αι. πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μη. σὺ δ΄ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
Αι. Πιτθεύς τις ἔστι͵ γῆς ἄναξ Τροζηνίας. . . .
Μη. παῖς͵ ὡς λέγουσι͵ Πέλοπος͵ εὐσεβέστατος.
Αι. τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.
Μη. σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
Αι. κἀμοί γε πάντων φίλτατος δορυξένων.
Μη. ἀλλ΄ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
Αι. τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ΄ ὅδε;
Μη. Αἰγεῦ͵ κάκιστός ἐστί μοι πάντων πόσις. 690
Αι. τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μη. ἀδικεῖ μ΄ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αι. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μη. γυναῖκ΄ ἐφ΄ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αι. οὔ που τετόλμηκ΄ ἔργον αἴσχιστον τόδε;
Μη. σάφ΄ ἴσθ΄· ἄτιμοι δ΄ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αι. πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μη. μέγαν γ΄ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
Αι. ἴτω νυν͵ εἴπερ͵ ὡς λέγεις͵ ἐστὶν κακός.
Μη. ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν. 700
Αι. δίδωσι δ΄ αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μη. Κρέων͵ ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αι. συγγνωστὰ μέν τἄρ΄ ἦν σε λυπεῖσθαι͵ γύναι.
Μη. ὄλωλα· καὶ πρός γ΄ ἐξελαύνομαι χθονός.
Αι. πρὸς τοῦ; τόδ΄ ἄλλο καινὸν αὖ λέγεις κακόν.
Μη. Κρέων μ΄ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αι. ἐᾷ δ΄ Ἰάσων; οὐδὲ ταῦτ΄ ἐπῄνεσα.
Μη. λόγῳ μὲν οὐχί͵ καρτερεῖν δὲ βούλεται.
ἀλλ΄ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι͵ 710
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
καὶ μή μ΄ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς͵
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
γένοιτο παίδων͵ καὐτὸς ὄλβιος θάνοις.
εὕρημα δ΄ οὐκ οἶσθ΄ οἷον ηὕρηκας τόδε·
παύσω δέ σ΄ ὄντ΄ ἄπαιδα καὶ παίδων γονὰς
σπεῖραί σε θήσω· τοιάδ΄ οἶδα φάρμακα.
Αι. πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν͵
γύναι͵ πρόθυμός εἰμι͵ πρῶτα μὲν θεῶν͵ 720
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
οὕτω δ΄ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα͵
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
τόσον γε μέντοι σοι προσημαίνω͵ γύναι·
ἐκ τῆσδε μὲν γῆς οὔ σ΄ ἄγειν βουλήσομαι͵
αὐτὴ δ΄ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους͵
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
ἐκ τῆσδε δ΄ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω. 730
Μη. ἔσται τάδ΄· ἀλλὰ πίστις εἰ γένοιτό μοι
τούτων͵ ἔχοιμ΄ ἂν πάντα πρὸς σέθεν καλῶς.
Αι. μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
Μη. πέποιθα· Πελίου δ΄ ἐχθρός ἐστί μοι δόμος
Κρέων τε. τούτοις δ΄ ὁρκίοισι μὲν ζυγεὶς
ἄγουσιν οὐ μεθεῖ΄ ἂν ἐκ γαίας ἐμέ·
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
φίλος γένοι΄ ἂν τἀπικηρυκεύματα·—
οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ͵
τοῖς δ΄ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός. 740
Αι. πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
ἀλλ΄͵ εἰ δοκεῖ σοι͵ δρᾶν τάδ΄ οὐκ ἀφίσταμαι.
ἐμοί τε γὰρ τάδ΄ ἐστὶν ἀσφαλέστατα͵
σκῆψίν τιν΄ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι͵
τὸ σόν τ΄ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.
Μη. ὄμνυ πέδον Γῆς͵ πατέρα θ΄ ῞Ηλιον πατρὸς
τοὐμοῦ͵ θεῶν τε συντιθεὶς ἅπαν γένος.
Αι. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Μη. μήτ΄ αὐτὸς ἐκ γῆς σῆς ἔμ΄ ἐκβαλεῖν ποτε͵
μήτ΄ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν 750
χρῄζῃ͵ μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
Αι. ὄμνυμι Γαῖαν Ἡλίου θ΄ ἁγνὸν σέβας
θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
Μη. ἀρκεῖ· τί δ΄ ὅρκῳ τῷδε μὴ ΄μμένων πάθοις;
Αι. ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
Μη. χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
κἀγὼ πόλιν σὴν ὡς τάχιστ΄ ἀφίξομαι͵
πράξασ΄ ἃ μέλλω καὶ τυχοῦσ΄ ἃ βούλομαι.
Χο. ἀλλά σ΄ ὁ Μαίας πομπαῖος ἄναξ
πελάσειε δόμοις͵ ὧν τ΄ ἐπίνοιαν 760
σπεύδεις κατέχων πράξειας͵ ἐπεὶ
γενναῖος ἀνήρ͵
Αἰγεῦ͵ παρ΄ ἐμοὶ δεδόκησαι.
Μη. ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς͵
νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν͵ φίλαι͵
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·
νῦν [δ΄] ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ΄ ἐκάμνομεν
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
ἐκ τοῦδ΄ ἀναψόμεσθα πρυμνήτην κάλων͵ 770
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
πέμψασ΄ ἐμῶν τιν΄ οἰκετῶν Ἰάσονα
ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·
μολόντι δ΄ αὐτῷ μαλθακοὺς λέξω λόγους͵
ὡς καὶ δοκεῖ μοι ταὐτά͵ καὶ καλῶς ἔχειν
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
καὶ ξύμφορ΄ εἶναι καὶ καλῶς ἐγνωσμένα.
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι͵ 780
οὐχ ὡς λιποῦσ΄ ἂν πολεμίας ἐπὶ χθονὸς
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι͵
ἀλλ΄ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
πέμψω γὰρ αὐτοὺς δῶρ΄ ἔχοντας ἐν χεροῖν͵
νύμφῃ φέροντας͵ τήνδε μὴ φυγεῖν χθόνα͵
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ͵
κακῶς ὀλεῖται πᾶς θ΄ ὃς ἂν θίγῃ κόρης·
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
ἐνταῦθα μέντοι τόνδ΄ ἀπαλλάσσω λόγον· 790
ᾤμωξα δ΄ οἷον ἔργον ἔστ΄ ἐργαστέον
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
τἄμ΄· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
δόμον τε πάντα συγχέασ΄ Ἰάσονος
ἔξειμι γαίας͵ φιλτάτων παίδων φόνον
φεύγουσα καὶ τλᾶσ΄ ἔργον ἀνοσιώτατον.
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν͵ φίλαι.
ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
οὔτ΄ οἶκος ἔστιν οὔτ΄ ἀποστροφὴ κακῶν.
ἡμάρτανον τόθ΄ ἡνίκ΄ ἐξελίμπανον 800
δόμους πατρῴους͵ ἀνδρὸς Ἕλληνος λόγοις
πεισθεῖσ΄͵ ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
οὔτ΄ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
νύμφης τεκνώσει παῖδ΄͵ ἐπεὶ κακῶς κακὴν
θανεῖν σφ΄ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
μηδ΄ ἡσυχαίαν͵ ἀλλὰ θατέρου τρόπου͵
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. 810
Χο. ἐπείπερ ἡμῖν τόνδ΄ ἐκοίνωσας λόγον͵
σέ τ΄ ὠφελεῖν θέλουσα͵ καὶ νόμοις βροτῶν
ξυλλαμβάνουσα͵ δρᾶν σ΄ ἀπεννέπω τάδε.
Μη. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
τάδ΄ ἐστί͵ μὴ πάσχουσαν͵ ὡς ἐγώ͵ κακῶς.
Χο. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις͵ γύναι;
Μη. οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
Χο. σὺ δ΄ ἂν γένοιό γ΄ ἀθλιωτάτη γυνή.
Μη. ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
ἀλλ΄ εἶα χώρει καὶ κόμιζ΄ Ἰάσονα· 820
ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων͵
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ΄ ἔφυς.

Χο. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι [στρ.
καὶ θεῶν παῖδες μακάρων͵ ἱερᾶς
χώρας ἀπορθήτου τ΄ ἄπο͵ φερβόμενοι
κλεινοτάταν σοφίαν͵ αἰεὶ διὰ λαμπροτάτου
βαίνοντες ἁβρῶς αἰθέρος͵ ἔνθα ποθ΄ ἁγνὰς 830
ἐννέα Πιερίδας Μούσας λέγουσι
ξανθὰν Ἁρμονίαν φυτεῦσαι·

τοῦ καλλινάου τ΄ ἐπὶ Κηφισοῦ ῥοαῖς [ἀντ.
τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν
χώραν καταπνεῦσαι μετρίας ἀνέμων
ἡδυπνόους αὔρας· αἰεὶ δ΄ ἐπιβαλλομέναν 840
χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας͵
παντοίας ἀρετᾶς ξυνεργούς.

πῶς οὖν ἱερῶν ποταμῶν [στρ.
ἢ πόλις; ἦ φίλων
πόμπιμός σε χώρα
τὰν παιδολέτειραν ἕξει͵
τὰν οὐχ ὁσίαν μετ΄ ἄλλων; 850
σκέψαι τεκέων πλαγάν͵
σκέψαι φόνον οἷον αἴρῃ.
μή͵ πρὸς γονάτων σε πάντη
πάντως ἱκετεύομεν͵
τέκνα φονεύσῃς.

πόθεν θράσος ἢ φρενὸς ἢ [ἀντ.
χειρὶ τέκνων σέθεν
καρδίᾳ τε λήψῃ
δεινὰν προσάγουσα τόλμαν;
πῶς δ΄ ὄμματα προσβαλοῦσα 860
τέκνοις ἄδακρυν μοῖραν
σχήσεις φόνου; οὐ δυνάσῃ͵
παίδων ἱκετᾶν πιτνόντων͵
τέγξαι χέρα φοινίαν
τλάμονι θυμῷ.

Ια. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
οὔ τἂν ἁμάρτοις τοῦδέ γ΄͵ ἀλλ΄ ἀκούσομαι
τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ͵ γύναι.
Μη. Ἰᾶσον͵ αἰτοῦμαί σε τῶν εἰρημένων
συγγνώμον΄ εἶναι· τὰς δ΄ ἐμὰς ὀργὰς φέρειν 870
εἰκός σ΄͵ ἐπεὶ νῷν πόλλ΄ ὑπείργασται φίλα.
ἐγὼ δ΄ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
κἀλοιδόρησα· Σχετλία͵ τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ͵
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
πόσει θ΄͵ ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα͵
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦ—τί πάσχω;— θεῶν ποριζόντων καλῶς;
οὐκ εἰσὶ μέν μοι παῖδες͵ οἶδα δὲ χθόνα 880
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ΄ ἐννοήσασ΄ ᾐσθόμην ἀβουλίαν
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ΄ ἐμοὶ δοκεῖς
κῆδος τόδ΄ ἡμῖν προσλαβών͵ ἐγὼ δ΄ ἄφρων͵
ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων͵
καὶ ξυγγαμεῖν σοι͵ καὶ παρεστάναι λέχει
νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
ἀλλ΄ ἐσμὲν οἷόν ἐσμεν͵ οὐκ ἐρῶ κακόν͵
γυναῖκες· οὔκουν χρῆν σ΄ ὁμοιοῦσθαι κακοῖς͵ 890
οὐδ΄ ἀντιτείνειν νήπι΄ ἀντὶ νηπίων.
παριέμεσθα͵ καί φαμεν κακῶς φρονεῖν
τότ΄͵ ἀλλ΄ ἄμεινον νῦν βεβούλευμαι τάδε·
ὦ τέκνα τέκνα͵ δεῦτε͵ λείπετε στέγας͵
ἐξέλθετ΄͵ ἀσπάσασθε καὶ προσείπατε
πατέρα μεθ΄ ἡμῶν͵ καὶ διαλλάχθηθ΄ ἅμα
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι͵ κακῶν
ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. 900
ἆρ΄͵ ὦ τέκν΄͵ οὕτω καὶ πολὺν ζῶντες χρόνον
φίλην ὀρέξετ΄ ὠλένην; τάλαιν΄ ἐγώ͵
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
ὄψιν τέρειναν τήνδ΄ ἔπλησα δακρύων.
Χο. κἀμοὶ κατ΄ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
Ια. αἰνῶ͵ γύναι͵ τάδ΄͵ οὐδ΄ ἐκεῖνα μέμφομαι·
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
γάμου παρεμπολῶντος ἀλλοίου πόσει. 910
ἀλλ΄ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ͵
ἔγνως δὲ τὴν νικῶσαν͵ ἀλλὰ τῷ χρόνῳ͵
βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
ὑμῖν δέ͵ παῖδες͵ οὐκ ἀφροντίστως πατὴρ
πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
τὰ πρῶτ΄ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
ἀλλ΄ αὐξάνεσθε· τἄλλα δ΄ ἐξεργάζεται
πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·
ἴδοιμι δ΄ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος 920
μολόντας͵ ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
αὕτη͵ τί χλωροῖς δακρύοις τέγγεις κόρας͵
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
κοὐκ ἀσμένη τόνδ΄ ἐξ ἐμοῦ δέχῃ λόγον;

Μη. οὐδέν. τέκνων τῶνδ΄ ἐννοουμένη πέρι.
Ια. θάρσει νυν· εὖ γὰρ τῶνδ΄ ἐγὼ θήσω πέρι.
Μη. δράσω τάδ΄· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
Ια. τί δῆτα λίαν τοῖσδ΄ ἐπιστένεις τέκνοις;
Μη. ἔτικτον αὐτούς· ζῆν δ΄ ὅτ΄ ἐξηύχου τέκνα͵ 930
ἐσῆλθέ μ΄ οἶκτος εἰ γενήσεται τάδε.
ἀλλ΄ ὧνπερ οὕνεκ΄ εἰς ἐμοὺς ἥκεις λόγους͵
τὰ μὲν λέλεκται͵ τῶν δ΄ ἐγὼ μνησθήσομαι.
ἐπεὶ τυράννοις γῆς μ΄ ἀποστεῖλαι δοκεῖ
κἀμοὶ τάδ΄ ἐστὶ λῷστα͵ γιγνώσκω καλῶς͵
μήτ΄ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ΄ ἀπαίρομεν φυγῇ͵
παῖδες δ΄ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί͵
αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα. 940
Ια. οὐκ οἶδ΄ ἂν εἰ πείσαιμι͵ πειρᾶσθαι δὲ χρή.
Μη. σὺ δ΄ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
Ια. μάλιστα͵ καὶ πείσειν γε δοξάζω σφ΄ ἐγώ.
Μη. εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
πέμψω γὰρ αὐτῇ δῶρ΄ ἃ καλλιστεύεται
τῶν νῦν ἐν ἀνθρώποισιν͵ οἶδ΄ ἐγώ͵ πολύ͵
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
παῖδας φέροντας. ἀλλ΄ ὅσον τάχος χρεὼν 950
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
εὐδαιμονήσει δ΄ οὐχ ἕν͵ ἀλλὰ μυρία͵
ἀνδρός τ΄ ἀρίστου σοῦ τυχοῦσ΄ ὁμευνέτου
κεκτημένη τε κόσμον ὅν ποθ΄ ῞Ηλιος
πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
λάζυσθε φερνὰς τάσδε͵ παῖδες͵ ἐς χέρας
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ια. τί δ΄͵ ὦ ματαία͵ τῶνδε σὰς κενοῖς χέρας;
δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων͵ 960
δοκεῖς δὲ χρυσοῦ; σῷζε͵ μὴ δίδου τάδε.
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
γυνή͵ προθήσει χρημάτων͵ σάφ΄ οἶδ΄ ἐγώ.
Μη. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
κείνης ὁ δαίμων͵ κεῖνα νῦν αὔξει θεός͵
νέα τυραννεῖ· τῶν δ΄ ἐμῶν παίδων φυγὰς
ψυχῆς ἂν ἀλλαξαίμεθ΄͵ οὐ χρυσοῦ μόνον.
ἀλλ΄͵ ὦ τέκν΄͵ εἰσελθόντε πλουσίους δόμους
πατρὸς νέαν γυναῖκα͵ δεσπότιν δ΄ ἐμήν͵ 970
ἱκετεύετ΄͵ ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα͵
κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
ἐς χεῖρ΄ ἐκείνης δῶρα δέξασθαι τάδε.
ἴθ΄ ὡς τάχιστα· μητρὶ δ΄ ὧν ἐρᾷ τυχεῖν
εὐάγγελοι γένοισθε πράξαντες καλῶς.

Χο. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας͵ [στρ.
οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
δέξεται νύμφα χρυσέων ἀναδεσμῶν
δέξεται δύστανος ἄταν·
ξανθᾷ δ΄ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα 980
κόσμον αὐτὰ χεροῖν. [λαβοῦσα.]

πείσει χάρις ἀμβρόσιός τ΄ αὐγὰ πέπλων [ἀντ.
χρυσέων τευκτὸν στέφανον περιθέσθαι·
νερτέροις δ΄ ἤδη πάρα νυμφοκομήσει.
τοῖον εἰς ἕρκος πεσεῖται
καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ΄
οὐχ ὑπεκφεύξεται.

σὺ δ΄͵ ὦ τάλαν͵ ὦ κακόνυμφε κηδεμὼν τυράννων͵ [στρ.
παισὶν οὐ κατειδὼς 990
ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε
σᾷ στυγερὸν θάνατον.
δύστανε μοίρας ὅσον παροίχῃ.

μεταστένομαι δὲ σὸν ἄλγος͵ ὦ τάλαινα παίδων [ἀντ.
μᾶτερ͵ ἃ φονεύσεις
τέκνα νυμφιδίων ἕνεκεν λεχέων͵ ἅ
σοι προλιπὼν ἀνόμως 1000
ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.

Πα. δέσποιν΄͵ ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς͵
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
ἐδέξατ΄· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
ἔα.
τί συγχυθεῖσ΄ ἕστηκας ἡνίκ΄ εὐτυχεῖς;
[τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
κοὐκ ἀσμένη τόνδ΄ ἐξ ἐμοῦ δέχῃ λόγον;]
Μη. αἰαῖ.
Πα. τάδ΄ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μη. αἰαῖ μάλ΄ αὖθις. Πα. μῶν τιν΄ ἀγγέλλων τύχην
οὐκ οἶδα͵ δόξης δ΄ ἐσφάλην εὐαγγέλου; 1010
Μη. ἤγγειλας οἷ΄ ἤγγειλας· οὐ σὲ μέμφομαι.
Πα. τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
Μη. πολλή μ΄ ἀνάγκη͵ πρέσβυ· ταῦτα γὰρ θεοὶ
κἀγὼ κακῶς φρονοῦσ΄ ἐμηχανησάμην.
Πα. θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
Μη. ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν΄ ἐγώ.
Πα. οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μη. δράσω τάδ΄. ἀλλὰ βαῖνε δωμάτων ἔσω
καὶ παισὶ πόρσυν΄ οἷα χρὴ καθ΄ ἡμέραν. 1020
ὦ τέκνα τέκνα͵ σφῷν μὲν ἔστι δὴ πόλις
καὶ δῶμ΄͵ ἐν ᾧ͵ λιπόντες ἀθλίαν ἐμέ͵
οἰκήσετ΄ αἰεὶ μητρὸς ἐστερημένοι·
ἐγὼ δ΄ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς͵
πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας͵
πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ΄ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ΄ ὑμᾶς͵ ὦ τέκν΄͵ ἐξεθρεψάμην͵
ἄλλως δ΄ ἐμόχθουν καὶ κατεξάνθην πόνοις͵ 1030
στερρὰς ἐνεγκοῦσ΄ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ΄ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν͵ γηροβοσκήσειν τ΄ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν͵
ζηλωτὸν ἀνθρώποισι· νῦν δ΄ ὄλωλε δὴ
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ΄ ἐμοί.
ὑμεῖς δὲ μητέρ΄ οὐκέτ΄ ὄμμασιν φίλοις
ὄψεσθ΄͵ ἐς ἄλλο σχῆμ΄ ἀποστάντες βίου.
φεῦ φεῦ· τί προσδέρκεσθέ μ΄ ὄμμασιν͵ τέκνα; 1040
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται͵
γυναῖκες͵ ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ΄ ἔγωγε. χαιρέτω βουλεύματα.
καίτοι τί πάσχω; βούλομαι γέλωτ΄ ὀφλεῖν
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους; 1050
τολμητέον τάδ΄. ἀλλὰ τῆς ἐμῆς κάκης͵
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε͵ παῖδες͵ ἐς δόμους. ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν͵
αὐτῷ μελήσει· χεῖρα δ΄ οὐ διαφθερῶ.
ἆ ἆ.
μὴ δῆτα͵ θυμέ͵ μὴ σύ γ΄ ἐργάσῃ τάδε·
ἔασον αὐτούς͵ ὦ τάλαν͵ φεῖσαι τέκνων·
ἐκεῖ μεθ΄ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ΄ Ἅιδῃ νερτέρους ἀλάστορας͵
οὔτοι ποτ΄ ἔσται τοῦθ΄ ὅπως ἐχθροῖς ἐγὼ 1060
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
[πάντως σφ΄ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή͵
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.]
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
καὶ δὴ ΄πὶ κρατὶ στέφανος͵ ἐν πέπλοισι δὲ
νύμφη τύραννος ὄλλυται͵ σάφ΄ οἶδ΄ ἐγώ.
ἀλλ΄͵ εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν͵
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι͵
παῖδας προσειπεῖν βούλομαι. —δότ΄͵ ὦ τέκνα͵
δότ΄ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. 1070
ὦ φιλτάτη χείρ͵ φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων͵
εὐδαιμονοῖτον͵ ἀλλ΄ ἐκεῖ· τὰ δ΄ ἐνθάδε
πατὴρ ἀφείλετ΄. ὦ γλυκεῖα προσβολή͵
ὦ μαλθακὸς χρὼς πνεῦμά θ΄ ἥδιστον τέκνων.
χωρεῖτε χωρεῖτ΄· οὐκέτ΄ εἰμὶ προσβλέπειν
οἵα τε πρὸς ὑμᾶς͵ ἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά͵
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων͵
ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς. 1080
Χο. πολλάκις ἤδη
διὰ λεπτοτέρων μύθων ἔμολον
καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·
ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν͵
ἣ προσομιλεῖ σοφίας ἕνεκεν·
πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ
γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως
κοὐκ ἀπόμουσον τὸ γυναικῶν.
καί φημι βροτῶν οἵτινές εἰσιν 1090
πάμπαν ἄπειροι μηδ΄ ἐφύτευσαν
παῖδας͵ προφέρειν εἰς εὐτυχίαν
τῶν γειναμένων.
οἱ μὲν ἄτεκνοι δι΄ ἀπειροσύνην
εἴθ΄ ἡδὺ βροτοῖς εἴτ΄ ἀνιαρὸν
παῖδες τελέθουσ΄ οὐχὶ τυχόντες
πολλῶν μόχθων ἀπέχονται·
οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
γλυκερὸν βλάστημ΄͵ ὁρῶ μελέτῃ
κατατρυχομένους τὸν ἅπαντα χρόνον͵ 1100
πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
βίοτόν θ΄ ὁπόθεν λείψουσι τέκνοις·
ἔτι δ΄ ἐκ τούτων εἴτ΄ ἐπὶ φλαύροις
εἴτ΄ ἐπὶ χρηστοῖς
μοχθοῦσι͵ τόδ΄ ἐστὶν ἄδηλον.
ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
πᾶσιν κατερῶ θνητοῖσι κακόν·
καὶ δὴ γὰρ ἅλις βίοτόν θ΄ ηὗρον
σῶμά τ΄ ἐς ἥβην ἤλυθε τέκνων
χρηστοί τ΄ ἐγένοντ΄· εἰ δὲ κυρήσαι
δαίμων οὕτως͵ φροῦδος ἐς Ἅιδην 1110
θάνατος προφέρων σώματα τέκνων.
πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
τήνδ΄ ἔτι λύπην ἀνιαροτάτην
παίδων ἕνεκεν
θνητοῖσι θεοὺς ἐπιβάλλειν;

Μη. φίλαι͵ πάλαι τοι προσμένουσα τὴν τύχην
καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
στείχοντ΄ ὀπαδῶν· πνεῦμα δ΄ ἠρεθισμένον
δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. 1120

ΑΓΓΕΛΟΣ
ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη͵
Μήδεια͵ φεῦγε φεῦγε͵ μήτε ναΐαν
λιποῦσ΄ ἀπήνην μήτ΄ ὄχον πεδοστιβῆ.
Μη. τί δ΄ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
Αγ. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη
Κρέων θ΄ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
Μη. κάλλιστον εἶπας μῦθον͵ ἐν δ΄ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
Αγ. τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ͵ γύναι͵
ἥτις͵ τυράννων ἑστίαν ᾐκισμένη͵ 1130
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
Μη. ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον
λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου͵ φίλος͵
λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
τέρψειας ἡμᾶς͵ εἰ τεθνᾶσι παγκάκως.
Αγ. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
σὺν πατρί͵ καὶ παρῆλθε νυμφικοὺς δόμους͵
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
δμῶες· δι΄ ὤτων δ΄ εὐθὺς ἦν πολὺς λόγος
σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. 1140
κυνεῖ δ΄ ὃ μέν τις χεῖρ΄͵ ὃ δὲ ξανθὸν κάρα
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
στέγας γυναικῶν σὺν τέκνοις ἅμ΄ ἑσπόμην.
δέσποινα δ΄ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν͵
πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα͵
πρόθυμον εἶχ΄ ὀφθαλμὸν εἰς Ἰάσονα·
ἔπειτα μέντοι προὐκαλύψατ΄ ὄμματα
λευκήν τ΄ ἀπέστρεψ΄ ἔμπαλιν παρηίδα͵
παίδων μυσαχθεῖσ΄ εἰσόδους· πόσις δὲ σὸς
ὀργάς τ΄ ἀφῄρει καὶ χόλον νεάνιδος 1150
λέγων τάδ΄· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις͵
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα͵
φίλους νομίζουσ΄ οὕσπερ ἂν πόσις σέθεν͵
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
φυγὰς ἀφεῖναι παισὶ τοῖσδ΄͵ ἐμὴν χάριν;
ἣ δ΄ ὡς ἐσεῖδε κόσμον͵ οὐκ ἠνέσχετο͵
ἀλλ΄ ᾔνεσ΄ ἀνδρὶ πάντα͵ καὶ πρὶν ἐκ δόμων
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας͵ [σέθεν]
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο͵
χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις 1160
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην͵
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
κἄπειτ΄ ἀναστᾶσ΄ ἐκ θρόνων διέρχεται
στέγας͵ ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί͵
δώροις ὑπερχαίρουσα͵ πολλὰ πολλάκις
τένοντ΄ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ΄ ἰδεῖν·
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. 1170
καί τις γεραιὰ προσπόλων͵ δόξασά που
ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν͵
ἀνωλόλυξε͵ πρίν γ΄ ὁρᾷ διὰ στόμα
χωροῦντα λευκὸν ἀφρόν͵ ὀμμάτων τ΄ ἄπο
κόρας στρέφουσαν͵ αἷμά τ΄ οὐκ ἐνὸν χροΐ·
εἶτ΄ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
κωκυτόν. εὐθὺς δ΄ ἣ μὲν ἐς πατρὸς δόμους
ὥρμησεν͵ ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν͵
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν. 1180
ἤδη δ΄ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο͵
ἣ δ΄ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ΄ ἡ τάλαιν΄ ἠγείρετο.
διπλοῦν γὰρ αὐτῇ πῆμ΄ ἐπεστρατεύετο·
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός͵
πέπλοι δὲ λεπτοί͵ σῶν τέκνων δωρήματα͵
λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
φεύγει δ΄ ἀναστᾶσ΄ ἐκ θρόνων πυρουμένη͵ 1190
σείουσα χαίτην κρᾶτά τ΄ ἄλλοτ΄ ἄλλοσε͵
ῥῖψαι θέλουσα στέφανον· ἀλλ΄ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε͵ πῦρ δ΄͵ ἐπεὶ κόμην
ἔσεισε͵ μᾶλλον δὶς τόσως ἐλάμπετο.
πίτνει δ΄ ἐς οὖδας συμφορᾷ νικωμένη͵
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
οὔτ΄ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ΄ εὐφυὲς πρόσωπον͵ αἷμα δ΄ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί͵
σάρκες δ΄ ἀπ΄ ὀστέων ὥστε πεύκινον δάκρυ 1200
γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον͵
δεινὸν θέαμα· πᾶσι δ΄ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ΄ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·
ᾤμωξε δ΄ εὐθύς͵ καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ΄· Ὦ δύστηνε παῖ͵
τίς σ΄ ὧδ΄ ἀτίμως δαιμόνων ἀπώλεσε;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
τίθησιν; οἴμοι͵ συνθάνοιμί σοι͵ τέκνον. 1210
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο͵
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ΄ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις͵ δεινὰ δ΄ ἦν παλαίσματα·
ὃ μὲν γὰρ ἤθελ΄ ἐξαναστῆσαι γόνυ͵
ἣ δ΄ ἀντελάζυτ΄. εἰ δὲ πρὸς βίαν ἄγοι͵
σάρκας γεραιὰς ἐσπάρασσ΄ ἀπ΄ ὀστέων.
χρόνῳ δ΄ ἀπέσβη καὶ μεθῆχ΄ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ΄ ἦν ὑπέρτερος.
κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ 1220
πέλας͵ ποθεινὴ δακρύοισι συμφορά.
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
τὰ θνητὰ δ΄ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν͵
οὐδ΄ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ΄ ἐπιρρυέντος εὐτυχέστερος
ἄλλου γένοιτ΄ ἂν ἄλλος͵ εὐδαίμων δ΄ ἂν οὔ. 1230
Χο. ἔοιχ΄ ὁ δαίμων πολλὰ τῇδ΄ ἐν ἡμέρᾳ
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
ὦ τλῆμον͵ ὥς σου συμφορὰς οἰκτίρομεν͵
κόρη Κρέοντος͵ ἥτις εἰς Ἅιδου δόμους
οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.
Μη. φίλαι͵ δέδοκται τοὔργον ὡς τάχιστά μοι
παῖδας κτανούσῃ τῆσδ΄ ἀφορμᾶσθαι χθονός͵
καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
πάντως σφ΄ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή͵ 1240
ἡμεῖς κτενοῦμεν͵ οἵπερ ἐξεφύσαμεν.
ἀλλ΄ εἶ΄ ὁπλίζου͵ καρδία. τί μέλλομεν
τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
ἄγ΄͵ ὦ τάλαινα χεὶρ ἐμή͵ λαβὲ ξίφος͵
λάβ΄͵ ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου͵
καὶ μὴ κακισθῇς μηδ΄ ἀναμνησθῇς τέκνων͵
ὡς φίλταθ΄͵ ὡς ἔτικτες· ἀλλὰ τήνδε γε
λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν͵
κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ΄͵ ὅμως
φίλοι γ΄ ἔφυσαν—δυστυχὴς δ΄ ἐγὼ γυνή. 1250

Χο. ἰὼ Γᾶ τε καὶ παμφαὴς [στρ.
ἀκτὶς Ἀελίου͵ κατίδετ΄ ἴδετε τὰν
ὀλομέναν γυναῖκα͵ πρὶν φοινίαν
τέκνοις προσβαλεῖν χέρ΄ αὐτοκτόνον·
τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς
ἔβλαστεν͵ θεοῦ δ΄ αἷμά τι πίτνειν
φόβος ὑπ΄ ἀνέρων.
ἀλλά νιν͵ ὦ φάος διογενές͵ κάτειρ-
γε κατάπαυσον͵ ἔξελ΄ οἴκων φονίαν
τάλαινάν τ΄ Ἐρινὺν ὑπ΄ ἀλαστόρων. 1260

μάταν μόχθος ἔρρει τέκνων͵ [ἀντ.
ἆρα μάταν γένος φίλιον ἔτεκες͵ ὦ
κυανεᾶν λιποῦσα Συμπληγάδων
πετρᾶν ἀξενωτάταν ἐσβολάν;
δειλαία͵ τί σοι φρενῶν βαρὺς
χόλος προσπίτνει καὶ δυσμενὴς
φόνος; ἀμείβεται
χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά
σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ
δὰ θεόθεν πίτνοντ΄ ἐπὶ δόμοις ἄχη. 1270

<ΠΑΙΔΕΣ ἔνδοθεν.
αἰαῖ.>
Χο. ἀκούεις βοὰν ἀκούεις τέκνων; [στρ. 1273
— ἰὼ τλᾶμον͵ ὦ κακοτυχὲς γύναι. 1274
Πα. οἴμοι͵ τί δράσω; ποῖ φύγω μητρὸς χέρας; 1271
— οὐκ οἶδ΄͵ ἄδελφε φίλτατ΄· ὀλλύμεσθα γάρ. 1272
Χο. παρέλθω δόμους; ἀρῆξαι φόνον 1275
δοκεῖ μοι τέκνοις.
Πα. ναί͵ πρὸς θεῶν͵ ἀρήξατ΄· ἐν δέοντι γάρ.
— ὡς ἐγγὺς ἤδη γ΄ ἐσμὲν ἀρκύων ξίφους.
Χο. τάλαιν΄͵ ὡς ἄρ΄ ἦσθα πέτρος ἢ σίδα-
ρος͵ ἅτις τέκνων 1280
ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.

— μίαν δὴ κλύω μίαν τῶν πάρος [ἀντ.
γυναῖκ΄ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·
Ἰνὼ μανεῖσαν ἐκ θεῶν͵ ὅθ΄ ἡ Διὸς
δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ·
πίτνει δ΄ ἁ τάλαιν΄ ἐς ἅλμαν φόνῳ
τέκνων δυσσεβεῖ͵
ἀκτῆς ὑπερτείνασα ποντίας πόδα͵
δυοῖν τε παίδοιν συνθανοῦσ΄ ἀπόλλυται.
τί δῆτ΄ οὖν γένοιτ΄ ἂν ἔτι δεινόν; ὦ 1290
γυναικῶν λέχος
πολύπονον͵ ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.

Ια. γυναῖκες͵ αἳ τῆσδ΄ ἐγγὺς ἕστατε στέγης͵
ἆρ΄ ἐν δόμοισιν ἡ τὰ δείν΄ εἰργασμένη
Μήδεια τοῖσδ΄ ἔτ΄͵ ἢ μεθέστηκεν φυγῇ;
δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω͵
ἢ πτηνὸν ἆραι σῶμ΄ ἐς αἰθέρος βάθος͵
εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
πέποιθ΄ ἀποκτείνασα κοιράνους χθονὸς
ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων; 1300
ἀλλ΄ οὐ γὰρ αὐτῆς φροντίδ΄ ὡς τέκνων ἔχω·
κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς͵
ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον͵
μή μοί τι δράσωσ΄ οἱ προσήκοντες γένει͵
μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.
Χο. ὦ τλῆμον͵ οὐκ οἶσθ΄ οἷ κακῶν ἐλήλυθας͵
Ἰᾶσον· οὐ γὰρ τούσδ΄ ἂν ἐφθέγξω λόγους.
Ια. τί δ΄ ἔστιν; ἦ που κἄμ΄ ἀποκτεῖναι θέλει;
Χο. παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ια. οἴμοι τί λέξεις; ὥς μ΄ ἀπώλεσας͵ γύναι. 1310
Χο. ὡς οὐκέτ΄ ὄντων σῶν τέκνων φρόντιζε δή.
Ια. ποῦ γάρ νιν ἔκτειν΄; ἐντὸς ἢ ἔξωθεν δόμων;
Χο. πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
Ια. χαλᾶτε κλῇδας ὡς τάχιστα͵ πρόσπολοι͵
ἐκλύεθ΄ ἁρμούς͵ ὡς ἴδω διπλοῦν κακόν͵
τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.

Μη. τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας͵
νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
παῦσαι πόνου τοῦδ΄. εἰ δ΄ ἐμοῦ χρείαν ἔχεις͵
λέγ΄͵ εἴ τι βούλῃ͵ χειρὶ δ΄ οὐ ψαύσεις ποτέ. 1320
τοιόνδ΄ ὄχημα πατρὸς ῞Ηλιος πατὴρ
δίδωσιν ἡμῖν͵ ἔρυμα πολεμίας χερός.
Ια. ὦ μῖσος͵ ὦ μέγιστον ἐχθίστη γύναι
θεοῖς τε κἀμοὶ παντί τ΄ ἀνθρώπων γένει͵
ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
ἔτλης τεκοῦσα͵ κἄμ΄ ἄπαιδ΄ ἀπώλεσας·
καὶ ταῦτα δράσασ΄ ἥλιόν τε προσβλέπεις
καὶ γαῖαν͵ ἔργον τλᾶσα δυσσεβέστατον·
ὄλοι΄· ἐγὼ δὲ νῦν φρονῶ͵ τότ΄ οὐ φρονῶν͵
ὅτ΄ ἐκ δόμων σε βαρβάρου τ΄ ἀπὸ χθονὸς 1330
Ἕλλην΄ ἐς οἶκον ἠγόμην͵ κακὸν μέγα͵
πατρός τε καὶ γῆς προδότιν ἥ σ΄ ἐθρέψατο.
τὸν σὸν δ΄ ἀλάστορ΄ εἰς ἔμ΄ ἔσκηψαν θεοί·
κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
παρ΄ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα͵
εὐνῆς ἕκατι καὶ λέχους σφ΄ ἀπώλεσας.
οὐκ ἔστιν ἥτις τοῦτ΄ ἂν Ἑλληνὶς γυνὴ
ἔτλη ποθ΄͵ ὧν γε πρόσθεν ἠξίουν ἐγὼ 1340
γῆμαι σέ͵ κῆδος ἐχθρὸν ὀλέθριόν τ΄ ἐμοί͵
λέαιναν͵ οὐ γυναῖκα͵ τῆς Τυρσηνίδος
Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
ἀλλ΄ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
δάκοιμι· τοιόνδ΄ ἐμπέφυκέ σοι θράσος·
ἔρρ΄͵ αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον΄ αἰάζειν πάρα͵
ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι͵
οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
ἕξω προσειπεῖν ζῶντας͵ ἀλλ΄ ἀπώλεσα. 1350
Μη. μακρὰν ἂν ἐξέτεινα τοῖσδ΄ ἐναντίον
λόγοισιν͵ εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
οἷ΄ ἐξ ἐμοῦ πέπονθας οἷά τ΄ εἰργάσω·
σὺ δ΄ οὐκ ἔμελλες τἄμ΄ ἀτιμάσας λέχη
τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·
οὐδ΄ ἡ τύραννος͵ οὐδ΄ ὁ σοὶ προσθεὶς γάμους
Κρέων ἀνατεὶ τῆσδέ μ΄ ἐκβαλεῖν χθονός.
πρὸς ταῦτα καὶ λέαιναν͵ εἰ βούλῃ͵ κάλει
καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην. 1360
Ια. καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μη. σάφ΄ ἴσθι· λύει δ΄ ἄλγος͵ ἢν σὺ μὴ ΄γγελᾷς.
Ια. ὦ τέκνα͵ μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μη. ὦ παῖδες͵ ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ια. οὔτοι νυν ἡμὴ δεξιά σφ΄ ἀπώλεσεν.
Μη. ἀλλ΄ ὕβρις͵ οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ια. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μη. σμικρὸν γυναικὶ πῆμα τοῦτ΄ εἶναι δοκεῖς;
Ια. ἥτις γε σώφρων· σοὶ δὲ πάντ΄ ἐστὶν κακά.
Μη. οἵδ΄ οὐκέτ΄ εἰσί· τοῦτο γάρ σε δήξεται.
Ια. οἵδ΄ εἰσίν͵ οἴμοι͵ σῷ κάρᾳ μιάστορες.
Μη. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ια. ἴσασι δῆτα σήν γ΄ ἀπόπτυστον φρένα.
Μη. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ια. καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ΄ ἀπαλλαγαί.
Μη. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ια. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μη. οὐ δῆτ΄͵ ἐπεί σφας τῇδ΄ ἐγὼ θάψω χερί͵
φέρουσ΄ ἐς ῞Ηρας τέμενος Ἀκραίας θεοῦ͵
ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ͵ 1380
τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως͵
Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
σὺ δ΄͵ ὥσπερ εἰκός͵ κατθανῇ κακὸς κακῶς͵
Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος͵
πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
Ια. ἀλλά σ΄ Ἐρινὺς ὀλέσειε τέκνων
φονία τε Δίκη. 1390
Μη. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων͵
τοῦ ψευδόρκου καὶ ξειναπάτου;
Ια. φεῦ φεῦ͵ μυσαρὰ καὶ παιδολέτορ.
Μη. στεῖχε πρὸς οἴκους καὶ θάπτ΄ ἄλοχον.
Ια. στείχω͵ δισσῶν γ΄ ἄμορος τέκνων.
Μη. οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
Ια. ὦ τέκνα φίλτατα. Μη. μητρί γε͵ σοὶ δ΄ οὔ.
Ια. κἄπειτ΄ ἔκανες; Μη. σέ γε πημαίνουσ΄.
Ια. ὤμοι͵ φιλίου χρῄζω στόματος
παίδων ὁ τάλας προσπτύξασθαι. 1400
Μη. νῦν σφε προσαυδᾷς͵ νῦν ἀσπάζῃ͵
τότ΄ ἀπωσάμενος. Ια. δός μοι πρὸς θεῶν
μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
Μη. οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.
Ια. Ζεῦ͵ τάδ΄ ἀκούεις ὡς ἀπελαυνόμεθ΄͵
οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
καὶ παιδοφόνου τῆσδε λεαίνης;
ἀλλ΄ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
τάδε καὶ θρηνῶ κἀπιθεάζω͵
μαρτυρόμενος δαίμονας ὥς μοι 1410
τέκνα κτείνασ΄ ἀποκωλύεις
ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς͵
οὓς μήποτ΄ ἐγὼ φύσας ὄφελον
πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.

Χο. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ͵
πολλὰ δ΄ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ΄ οὐκ ἐτελέσθη͵
τῶν δ΄ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ΄ ἀπέβη τόδε πρᾶγμα.

Ευριπίδης Βάκχαι

Εὐριπίδης
Βάκχαι
(ed. Gilbert Murray, Oxford. 1913)

Διόνυσος
ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
Διόνυσος, ὃν τίκτει ποθ᾽ ἡ Κάδμου κόρη
Σεμέλη λοχευθεῖσ᾽ ἀστραπηφόρῳ πυρί·
μορφὴν δ᾽ ἀμείψας ἐκ θεοῦ βροτησίαν
πάρειμι Δίρκης νάματ᾽ Ἰσμηνοῦ θ᾽ ὕδωρ. 5
ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
τόδ᾽ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
ἀθάνατον Ἥρας μητέρ᾽ εἰς ἐμὴν ὕβριν.
αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε 10
τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
πέριξ ἐγὼ ᾽κάλυψα βοτρυώδει χλόῃ.
λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
Φρυγῶν τε, Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας
Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα 15
Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμονα
Ἀσίαν τε πᾶσαν, ἣ παρ᾽ ἁλμυρὰν ἅλα
κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ᾽ ὁμοῦ
πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, 20
τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
τελετάς, ἵν᾽ εἴην ἐμφανὴς δαίμων βροτοῖς.
πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος
ἀνωλόλυξα, νεβρίδ᾽ ἐξάψας χροὸς
θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος· 25
ἐπεί μ᾽ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
ἐς Ζῆν᾽ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
Κάδμου σοφίσμαθ᾽, ὧν νιν οὕνεκα κτανεῖν 30
Ζῆν᾽ ἐξεκαυχῶνθ᾽, ὅτι γάμους ἐψεύσατο.
τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ᾽ ἐγὼ
μανίαις, ὄρος δ᾽ οἰκοῦσι παράκοποι φρενῶν·
σκευήν τ᾽ ἔχειν ἠνάγκασ᾽ ὀργίων ἐμῶν,
καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι 35
γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
χλωραῖς ὑπ᾽ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.
δεῖ γὰρ πόλιν τήνδ᾽ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, 40
Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ᾽ ὕπερ
φανέντα θνητοῖς δαίμον᾽ ὃν τίκτει Διί.
Διόνυσος
Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
ὃς θεομαχεῖ τὰ κατ᾽ ἐμὲ καὶ σπονδῶν ἄπο 45
ὠθεῖ μ᾽, ἐν εὐχαῖς τ᾽ οὐδαμοῦ μνείαν ἔχει.
ὧν οὕνεκ᾽ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
πᾶσίν τε Θηβαίοισιν. ἐς δ᾽ ἄλλην χθόνα,
τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις 50
ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.
ὧν οὕνεκ᾽ εἶδος θνητὸν ἀλλάξας ἔχω
μορφήν τ᾽ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
ἀλλ᾽, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, 55
θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
αἴρεσθε τἀπιχώρι᾽ ἐν πόλει Φρυγῶν
τύμπανα, ῾Ρέας τε μητρὸς ἐμά θ᾽ εὑρήματα,
βασίλειά τ᾽ ἀμφὶ δώματ᾽ ἐλθοῦσαι τάδε 60
κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
ἐλθὼν ἵν᾽ εἰσί, συμμετασχήσω χορῶν.
Χορός
Ἀσίας ἀπὸ γᾶς
ἱερὸν Τμῶλον ἀμείψασα θοάζω 65
Βρομίῳ πόνον ἡδὺν
κάματόν τ᾽ εὐκάματον, Βάκ-
χιον εὐαζομένα.
τίς ὁδῷ τίς ὁδῷ; τίς;
μελάθροις ἔκτοπος ἔστω, στόμα τ᾽ εὔφη-
μον ἅπας ἐξοσιούσθω· 70
τὰ νομισθέντα γὰρ αᾇεὶ
Διόνυσον ὑμνήσω.

μάκαρ, ὅστις εὐδαίμων 73b
τελετὰς θεῶν εἰδὼς
βιοτὰν ἁγιστεύει καὶ 74b
θιασεύεται ψυχὰν 75
ἐν ὄρεσσι βακχεύων
ὁσίοις καθαρμοῖσιν,
τά τε ματρὸς μεγάλας ὄρ-
για Κυβέλας θεμιτεύων,
ἀνὰ θύρσον τε τινάσσων, 80
κισσῷ τε στεφανωθεὶς
Διόνυσον θεραπεύει.
ἴτε βάκχαι, ἴτε βάκχαι,
Βρόμιον παῖδα θεὸν θεοῦ
Διόνυσον κατάγουσαι 85
Φρυγίων ἐξ ὀρέων Ἑλ-
λάδος εἰς εὐρυχόρους ἀ-
γυιάς, τὸν Βρόμιον· 87b
ὅν
ποτ᾽ ἔχουσ᾽ ἐν ὠδίνων 88b
λοχίαις ἀνάγκαισι
πταμένας Διὸς βροντᾶς νη- 90
δύος ἔκβολον μάτηρ
ἔτεκεν, λιποῦσ᾽ αᾇῶ-
να κεραυνίῳ πληγᾷ·
λοχίοις δ᾽ αὐτίκα νιν δέ-
ξατο θαλάμαις Κρονίδας Ζεύς, 95
κατὰ μηρῷ δὲ καλύψας
χρυσέαισιν συνερείδει
περόναις κρυπτὸν ἀφ᾽ Ἥρας.
ἔτεκεν δ᾽, ἁνίκα Μοῖραι
τέλεσαν, ταυρόκερων θεὸν 100
στεφάνωσέν τε δρακόντων
στεφάνοις, ἔνθεν ἄγραν θη-
ροτρόφον μαινάδες ἀμφι-
βάλλονται πλοκάμοις.
ὦ Σεμέλας τροφοὶ Θῆ- 105
βαι, στεφανοῦσθε κισσῷ·
βρύετε βρύετε χλοήρει
μίλακι καλλικάρπῳ
καὶ καταβακχιοῦσθε δρυὸς
ἢ ἐλάτας κλάδοισι, 110
στικτῶν τ᾽ ἐνδυτὰ νεβρίδων
στέφετε λευκοτρίχων πλοκάμων
μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς
ὁσιοῦσθ᾽· αὐτίκα γᾶ πᾶσα χορεύσει–
Βρόμιος ὅστις ἄγῃ θιάσους– 115
εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει
θηλυγενὴς ὄχλος
ἀφ᾽ ἱστῶν παρὰ κερκίδων τ᾽
οἰστρηθεὶς Διονύσῳ.
ὦ θαλάμευμα Κουρή- 120
των ζάθεοί τε Κρήτας
Διογενέτορες ἔναυλοι,
ἔνθα τρικόρυθες ἄντροις
βυρσότονον κύκλωμα τόδε
μοι Κορύβαντες ηὗρον· 125
βακχείᾳ δ᾽ ἀνὰ συντόνῳ
κέρασαν ἁδυβόᾳ Φρυγίων
αὐλῶν πνεύματι ματρός τε ῾Ρέας ἐς
χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν·
παρὰ δὲ μαινόμενοι Σάτυροι 130
ματέρος ἐξανύσαντο θεᾶς,
ἐς δὲ χορεύματα
συνῆψαν τριετηρίδων,
αἷς χαίρει Διόνυσος.
ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- 135
ων πέσῃ πεδόσε, νε-
βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων 138
αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε-
νος ἐς ὄρεα Φρύγια, Λύδι᾽, ὁ δ᾽ ἔξαρχος Βρόμιος, 140
εὐοἷ.
ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ᾽ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
νέκταρι.
Συρίας δ᾽ ὡς λιβάνου κα-
πνὸν ὁ Βακχεὺς ἀνέχων 145
πυρσώδη φλόγα πεύκας
ἐκ νάρθηκος ἀίσσει
δρόμῳ καὶ χοροῖσιν
πλανάτας ἐρεθίζων
ἰαχαῖς τ᾽ ἀναπάλλων,
τρυφερόν πλόκαμον εἰς αἰθέρα ῥίπτων. 150
ἅμα δ᾽ εὐάσμασι τοιάδ᾽ ἐπιβρέμει·
Ὦ ἴτε βάκχαι,
[ὦ] ἴτε βάκχαι,
Τμώλου χρυσορόου χλιδᾷ
μέλπετε τὸν Διόνυσον 155
βαρυβρόμων ὑπὸ τυμπάνων, 157
εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
λωτὸς ὅταν εὐκέλαδος 160
ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα 164
φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ- 165
να δ᾽ ἄρα, πῶλος ὅπως ἅμα ματέρι
φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα. 169
Τειρεσίας
τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων, 170
Ἀγήνορος παῖδ᾽, ὃς πόλιν Σιδωνίαν
λιπὼν ἐπύργωσ᾽ ἄστυ Θηβαίων τόδε.
ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
ζητεῖ νιν· οἶδε δ᾽ αὐτὸς ὧν ἥκω πέρι
ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, 175
θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.
Κάδμος
ὦ φίλταθ᾽, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
σοφὴν σοφοῦ παρ᾽ ἀνδρός, ἐν δόμοισιν ὤν·
ἥκω δ᾽ ἕτοιμος τήνδ᾽ ἔχων σκευὴν θεοῦ· 180
δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
[Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς]
ὅσον καθ᾽ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι 185
γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
ὡς οὐ κάμοιμ᾽ ἂν οὔτε νύκτ᾽ οὔθ᾽ ἡμέραν
θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθ᾽ ἡδέως
γέροντες ὄντες.
Τειρεσίας
ταὔτ᾽ ἐμοὶ πάσχεις ἄρα·
κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς. 190
Κάδμος
οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
Τειρεσίας
ἀλλ᾽ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
Κάδμος
γέρων γέροντα παιδαγωγήσω σ᾽ ἐγώ.
Τειρεσίας
ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
Κάδμος
μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν; 195
Τειρεσίας
μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ᾽ ἄλλοι κακῶς.
Κάδμος
μακρὸν τὸ μέλλειν· ἀλλ᾽ ἐμῆς ἔχου χερός.
Τειρεσίας
ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
Κάδμος
οὐ καταφρονῶ ᾽γὼ τῶν θεῶν θνητὸς γεγώς.
Τειρεσίας
οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν. 200
πατρίους παραδοχάς, ἅς θ᾽ ὁμήλικας χρόνῳ
κεκτήμεθ᾽, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
οὐδ᾽ εἰ δι᾽ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν; 205
οὐ γὰρ διῄρηχ᾽ ὁ θεός, οὔτε τὸν νέον
εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
ἀλλ᾽ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
κοινάς, διαριθμῶν δ᾽ οὐδέν᾽ αὔξεσθαι θέλει.
Κάδμος
ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ᾽ οὐχ ὁρᾷς, 210
ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
ὡς ἐπτόηται· τί ποτ᾽ ἐρεῖ νεώτερον;
Πενθεύς
ἔκδημος ὢν μὲν τῆσδ᾽ ἐτύγχανον χθονός, 215
κλύω δὲ νεοχμὰ τήνδ᾽ ἀνὰ πτόλιν κακά,
γυναῖκας ἡμῖν δώματ᾽ ἐκλελοιπέναι
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς· 220
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
κρατῆρας, ἄλλην δ᾽ ἄλλοσ᾽ εἰς ἐρημίαν
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
τὴν δ᾽ Ἀφροδίτην πρόσθ᾽ ἄγειν τοῦ Βακχίου. 225
ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·
ὅσαι δ᾽ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
[Ἰνώ τ᾽ Ἀγαύην θ᾽, ἥ μ᾽ ἔτικτ᾽ Ἐχίονι,
Ἀκταίονός τε μητέρ᾽, Αὐτονόην λέγω.] 230
καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
παύσω κακούργου τῆσδε βακχείας τάχα.
λέγουσι δ᾽ ὥς τις εἰσελήλυθε ξένος,
γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, 235
οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
τελετὰς προτείνων εὐίους νεάνισιν.
εἰ δ᾽ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε 240
κόμας, τράχηλον σώματος χωρὶς τεμών.
ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
ἐκεῖνος ἐν μηρῷ ποτ᾽ ἐρράφθαι Διός,
ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο. 245
ταῦτ᾽ οὐχὶ δεινῆς ἀγχόνης ἔστ᾽ ἄξια,
ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
ἀτὰρ τόδ᾽ ἄλλο θαῦμα, τὸν τερασκόπον
ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
πατέρα τε μητρὸς τῆς ἐμῆς–πολὺν γέλων– 250
νάρθηκι βακχεύοντ᾽· ἀναίνομαι, πάτερ,
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
θύρσου μεθήσεις χεῖρ᾽, ἐμῆς μητρὸς πάτερ;
σὺ ταῦτ᾽ ἔπεισας, Τειρεσία· τόνδ᾽ αὖ θέλεις 255
τὸν δαίμον᾽ ἀνθρώποισιν ἐσφέρων νέον
σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
καθῆσ᾽ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ 260
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
Χορός
τῆς δυσσεβείας. ὦ ξέν᾽, οὐκ αἰδῇ θεοὺς
Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
Ἐχίονος δ᾽ ὢν παῖς καταισχύνεις γένος; 265
Τειρεσίας
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
καλὰς ἀφορμάς, οὐ μέγ᾽ ἔργον εὖ λέγειν·
σὺ δ᾽ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δ᾽ οὐκ ἔνεισί σοι φρένες.
θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ᾽ ἀνὴρ 270
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
οὗτος δ᾽ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ᾽ Ἑλλάδ᾽ ἔσται. δύο γάρ, ὦ νεανία,
τὰ πρῶτ᾽ ἐν ἀνθρώποισι· Δημήτηρ θεά– 275
γῆ δ᾽ ἐστίν, ὄνομα δ᾽ ὁπότερον βούλῃ κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δ᾽ ἦλθ᾽ ἔπειτ᾽, ἀντίπαλον ὁ Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμ᾽ ηὗρε κεἰσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς 280
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθ᾽ ἡμέραν κακῶν
δίδωσιν, οὐδ᾽ ἔστ᾽ ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
ὥστε διὰ τοῦτον τἀγάθ᾽ ἀνθρώπους ἔχειν. 285
καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
μηρῷ; διδάξω σ᾽ ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασ᾽ ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δ᾽ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
Ἥρα νιν ἤθελ᾽ ἐκβαλεῖν ἀπ᾽ οὐρανοῦ· 290
Ζεὺς δ᾽ ἀντεμηχανήσαθ᾽ οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόν᾽ ἐγκυκλουμένου
αἰθέρος, ἔθηκε τόνδ᾽ ὅμηρον ἐκδιδούς,
*
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, 295
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθ᾽ ὡμήρευσε, συνθέντες λόγον.
Τειρεσίας
μάντις δ᾽ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ᾽ ἔλθῃ πολύς, 300
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
μανία δὲ καὶ τοῦτ᾽ ἐστὶ Διονύσου πάρα. 305
ἔτ᾽ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
μέγαν τ᾽ ἀν᾽ Ἑλλάδα. ἀλλ᾽ ἐμοί, Πενθεῦ, πιθοῦ·
μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, 310
μηδ᾽, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
φρονεῖν δόκει τι· τὸν θεὸν δ᾽ ἐς γῆν δέχου
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει
γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ᾽ ἐν τῇ φύσει 315
[τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ᾽ ἀεί]
τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ᾽ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
πολλοί, τὸ Πενθέως δ᾽ ὄνομα μεγαλύνῃ πόλις· 320
κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
κισσῷ τ᾽ ἐρεψόμεσθα καὶ χορεύσομεν,
πολιὰ ξυνωρίς, ἀλλ᾽ ὅμως χορευτέον,
κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. 325
μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
ἄκη λάβοις ἂν οὔτ᾽ ἄνευ τούτων νοσεῖς.
Χορός
ὦ πρέσβυ, Φοῖβόν τ᾽ οὐ καταισχύνεις λόγοις,
τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Κάδμος
ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. 330
οἴκει μεθ᾽ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
ὡς ἔστι, Σεμέλη θ᾽ ἵνα δοκῇ θεὸν τεκεῖν, 335
ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
διεσπάσαντο, κρείσσον᾽ ἐν κυναγίαις
Ἀρτέμιδος εἶναι κομπάσαντ᾽, ἐν ὀργάσιν. 340
ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα
κισσῷ· μεθ᾽ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθεύς
οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ᾽ ἰών,
μηδ᾽ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
τῆς σῆς ἀνοίας τόνδε τὸν διδάσκαλον 345
δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
ἐλθὼν δὲ θάκους τοῦδ᾽ ἵν᾽ οἰωνοσκοπεῖ
μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
καὶ στέμματ᾽ ἀνέμοις καὶ θυέλλαισιν μέθες. 350
μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
οἳ δ᾽ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
κἄνπερ λάβητε, δέσμιον πορεύσατε 355
δεῦρ᾽ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
Τειρεσίας
ὦ σχέτλι᾽, ὡς οὐκ οἶσθα ποῦ ποτ᾽ εἶ λόγων.
μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα 360
ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου
ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον
δρᾶν. ἀλλ᾽ ἕπου μοι κισσίνου βάκτρου μέτα,
πειρῶ δ᾽ ἀνορθοῦν σῶμ᾽ ἐμόν, κἀγὼ τὸ σόν·
γέροντε δ᾽ αἰσχρὸν δύο πεσεῖν· ἴτω δ᾽ ὅμως, 365
τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.
Πενθεὺς δ᾽ ὅπως μὴ πένθος εἰσοίσει δόμοις
τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,
τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.
Χορός
Ὁσία πότνα θεῶν, 370
Ὁσία δ᾽ ἃ κατὰ γᾶν
χρυσέαν πτέρυγα φέρεις,
τάδε Πενθέως ἀίεις;
ἀίεις οὐχ ὁσίαν
ὕβριν ἐς τὸν Βρόμιον, τὸν 375
Σεμέλας, τὸν παρὰ καλλι-
στεφάνοις εὐφροσύναις δαί-
μονα πρῶτον μακάρων; ὃς τάδ᾽ ἔχει,
θιασεύειν τε χοροῖς
μετά τ᾽ αὐλοῦ γελάσαι 380
ἀποπαῦσαί τε μερίμνας,
ὁπόταν βότρυος ἔλθῃ
γάνος ἐν δαιτὶ θεῶν, κισ-
σοφόροις δ᾽ ἐν θαλίαις ἀν-
δράσι κρατὴρ ὕπνον ἀμ- 385
φιβάλλῃ. 385b
ἀχαλίνων στομάτων
ἀνόμου τ᾽ ἀφροσύνας
τὸ τέλος δυστυχία·
ὁ δὲ τᾶς ἡσυχίας
βίοτος καὶ τὸ φρονεῖν 390
ἀσάλευτόν τε μένει καὶ
συνέχει δώματα· πόρσω
γὰρ ὅμως αἰθέρα ναίον-
τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
τὸ σοφὸν δ᾽ οὐ σοφία 395
τό τε μὴ θνητὰ φρονεῖν.
βραχὺς αἰών· ἐπὶ τούτῳ
δέ τις ἂν μεγάλα διώκων
τὰ παρόντ᾽ οὐχὶ φέροι. μαι-
νομένων οἵδε τρόποι καὶ 400
κακοβούλων παρ᾽ ἔμοι-
γε φωτῶν. 401b
ἱκοίμαν ποτὶ Κύπρον,
νᾶσον τᾶς Ἀφροδίτας,
ἵν᾽ οἱ θελξίφρονες νέμον-
ται θνατοῖσιν Ἔρωτες, 405
Πάφον θ᾽ ἃν ἑκατόστομοι
βαρβάρου ποταμοῦ ῥοαὶ
καρπίζουσιν ἄνομβροι.
οὗ δ᾽ ἁ καλλιστευομένα
Πιερία μούσειος ἕδρα, 410
σεμνὰ κλιτὺς Ὀλύμπου,
ἐκεῖσ᾽ ἄγε με, Βρόμιε Βρόμιε,
πρόβακχ᾽ εὔιε δαῖμον.
ἐκεῖ Χάριτες,
ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ- 415
χαις θέμις ὀργιάζειν.
ὁ δαίμων ὁ Διὸς παῖς
χαίρει μὲν θαλίαισιν,
φιλεῖ δ᾽ ὀλβοδότειραν Εᾇ-
ρήναν, κουροτρόφον θεάν. 420
ἴσαν δ᾽ ἔς τε τὸν ὄλβιον
τόν τε χείρονα δῶκ᾽ ἔχειν
οἴνου τέρψιν ἄλυπον·
μισεῖ δ᾽ ᾧ μὴ ταῦτα μέλει,
κατὰ φάος νύκτας τε φίλας 425
εὐαίωνα διαζῆν,
σοφὰν δ᾽ ἀπέχειν πραπίδα φρένα τε
περισσῶν παρὰ φωτῶν·
τὸ πλῆθος ὅ τι 430
τὸ φαυλότερον ἐνόμισε χρῆ-
ταί τε, τόδ᾽ ἂν δεχοίμαν.
Θεράπων
Πενθεῦ, πάρεσμεν τήνδ᾽ ἄγραν ἠγρευκότες
ἐφ᾽ ἣν ἔπεμψας, οὐδ᾽ ἄκρανθ᾽ ὡρμήσαμεν. 435
ὁ θὴρ δ᾽ ὅδ᾽ ἡμῖν πρᾶος οὐδ᾽ ὑπέσπασεν
φυγῇ πόδ᾽, ἀλλ᾽ ἔδωκεν οὐκ ἄκων χέρας
οὐδ᾽ ὠχρός, οὐδ᾽ ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. 440
κἀγὼ δι᾽ αἰδοῦς εἶπον· Ὦ ξέν᾽, οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δ᾽ ὅς μ᾽ ἔπεμψ᾽ ἐπιστολαῖς.
ἃς δ᾽ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
φροῦδαί γ᾽ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας 445
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
αὐτόματα δ᾽ αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῇδές τ᾽ ἀνῆκαν θύρετρ᾽ ἄνευ θνητῆς χερός.
πολλῶν δ᾽ ὅδ᾽ ἁνὴρ θαυμάτων ἥκει πλέως
ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. 450
Πενθεύς
μέθεσθε χειρῶν τοῦδ᾽· ἐν ἄρκυσιν γὰρ ὢν
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ᾽ ἐκφυγεῖν.
ἀτὰρ τὸ μὲν σῶμ᾽ οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφ᾽ ὅπερ ἐς Θήβας πάρει·
πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, 455
γένυν παρ᾽ αὐτὴν κεχυμένος, πόθου πλέως·
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν, ἀλλ᾽ ὑπὸ σκιᾶς,
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. 460
Διόνυσος
οὐ κόμπος οὐδείς· ῥᾴδιον δ᾽ εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πενθεύς
οἶδ᾽, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
Διόνυσος
ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
Πενθεύς
πόθεν δὲ τελετὰς τάσδ᾽ ἄγεις ἐς Ἑλλάδα; 465
Διόνυσος
Διόνυσος ἡμᾶς εἰσέβησ᾽, ὁ τοῦ Διός.
Πενθεύς
Ζεὺς δ᾽ ἔστ᾽ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
Διόνυσος
οὔκ, ἀλλ᾽ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πενθεύς
πότερα δὲ νύκτωρ σ᾽ ἢ κατ᾽ ὄμμ᾽ ἠνάγκασεν;
Διόνυσος
ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. 470
Πενθεύς
τὰ δ᾽ ὄργι᾽ ἐστὶ τίν᾽ ἰδέαν ἔχοντά σοι;
Διόνυσος
ἄρρητ᾽ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πενθεύς
ἔχει δ᾽ ὄνησιν τοῖσι θύουσιν τίνα;
Διόνυσος
οὐ θέμις ἀκοῦσαί σ᾽, ἔστι δ᾽ ἄξι᾽ εἰδέναι.
Πενθεύς
εὖ τοῦτ᾽ ἐκιβδήλευσας, ἵν᾽ ἀκοῦσαι θέλω. 475
Διόνυσος
ἀσέβειαν ἀσκοῦντ᾽ ὄργι᾽ ἐχθαίρει θεοῦ.
Πενθεύς
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
Διόνυσος
ὁποῖος ἤθελ᾽· οὐκ ἐγὼ ᾽τασσον τόδε.
Πενθεύς
τοῦτ᾽ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
Διόνυσος
δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. 480
Πενθεύς
ἦλθες δὲ πρῶτα δεῦρ᾽ ἄγων τὸν δαίμονα;
Διόνυσος
πᾶς ἀναχορεύει βαρβάρων τάδ᾽ ὄργια.
Πενθεύς
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διόνυσος
τάδ᾽ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
Πενθεύς
τὰ δ᾽ ἱερὰ νύκτωρ ἢ μεθ᾽ ἡμέραν τελεῖς; 485
Διόνυσος
νύκτωρ τὰ πολλά· σεμνότητ᾽ ἔχει σκότος.
Πενθεύς
τοῦτ᾽ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διόνυσος
κἀν ἡμέρᾳ τό γ᾽ αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθεύς
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
Διόνυσος
σὲ δ᾽ ἀμαθίας γε κἀσεβοῦντ᾽ ἐς τὸν θεόν. 490
Πενθεύς
ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
Διόνυσος
εἴφ᾽ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
Πενθεύς
πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Διόνυσος
ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δ᾽ αὐτὸν τρέφω.
Πενθεύς
ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. 495
Διόνυσος
αὐτός μ᾽ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.
Πενθεύς
εἱρκταῖσί τ᾽ ἔνδον σῶμα σὸν φυλάξομεν.
Διόνυσος
λύσει μ᾽ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πενθεύς
ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διόνυσος
καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ. 500
Πενθεύς
καὶ ποῦ ᾽στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ᾽ ἐμοῖς.
Διόνυσος
παρ᾽ ἐμοί· σὺ δ᾽ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
Πενθεύς
λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
Διόνυσος
αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
Πενθεύς
ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν. 505
Διόνυσος
οὐκ οἶσθ᾽ ὅ τι ζῇς, οὐδ᾽ ὃ δρᾷς, οὐδ᾽ ὅστις εἶ.
Πενθεύς
Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ᾽ Ἐχίονος.
Διόνυσος
ἐνδυστυχῆσαι τοὔνομ᾽ ἐπιτήδειος εἶ.
Πενθεύς
χώρει· καθείρξατ᾽ αὐτὸν ἱππικαῖς πέλας
φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. 510
ἐκεῖ χόρευε· τάσδε δ᾽ ἃς ἄγων πάρει
κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
παύσας, ἐφ᾽ ἱστοῖς δμωίδας κεκτήσομαι.
Διόνυσος
στείχοιμ᾽ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν 515
παθεῖν. ἀτάρ τοι τῶνδ᾽ ἄποιν᾽ ὑβρισμάτων
μέτεισι Διόνυσός σ᾽, ὃν οὐκ εἶναι λέγεις·
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.
Χορός
*
Ἀχελῴου θύγατερ,
πότνι᾽ εὐπάρθενε Δίρκα, 520
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
πασέ νιν, τάδ᾽ ἀναβοάσας· 525
Ἴθι, Διθύραμβ᾽, ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν·
ἀναφαίνω σε τόδ᾽, ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
σὺ δέ μ᾽, ὦ μάκαιρα Δίρκα, 530
στεφανηφόρους ἀπωθῇ
θιάσους ἔχουσαν ἐν σοί.
τί μ᾽ ἀναίνῃ; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
Διονύσου χάριν οἴνας, 535
ἔτι σοι τοῦ Βρομίου μελήσει.
οἵαν οἵαν ὀργὰν
ἀναφαίνει χθόνιον
γἑνος ἐκφύς τε δράκοντός
ποτε Πενθεύς, ὃν Ἐχίων 540
ἐφύτευσε χθόνιος,
ἀγριωπὸν τἑρας, οὐ φῶ-
τα βρότειον, φόνιον δ᾽ ὥσ-
τε γίγαντ᾽ ἀντίπαλον θεοῖς·
ὃς ὰμ᾽ ἐν βρόχοισι τὰν τοῦ 545
Βρομίου τάχα ξυνάψει,
τὸν ἐμὸν δ᾽ ἐντὸς ὰχει δώ-
ματος ἤδη θιασώταν
σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.
ἐσορᾷς τάδ᾽, ὦ Διὸς παῖ 550
Διόνυσε, σοὺς προφἀτας
ἐν ἁμίλλαισιν ἀνάγκας;
μόλε, χρυσῶπα τινάσσων,
ἄνα, θύρσον κατ᾽ Ὄλυμπον,
φονίου δ᾽ ἀνδρὸς ὕβριν κατάσχες. 555
πόθι Νύσας ἄρα τᾶς θη-
ροτρόφου θυρσοφορεῖς
θιάσους, ὦ Διόνυσ᾽, ἢ
κορυφαῖς Κωρυκίαις;
τάχα δ᾽ ἐν ταῖς πολυδένδρεσ- 560
σιν Ὀλύμπου θαλάμαις, ἔν-
θα ποτ᾽ Ὀρφεὺς κιθαρίζων
σύναγεν δένδρεα μούσαις,
σύναγεν θῆρας ἀγρώτας.
μάκαρ ὦ Πιερία, 565
σέβεταί σ᾽ Εὔιος, ἥξει
τε χορεύσων ἅμα βακχεύ-
μασι, τόν τ᾽ ὠκυρόαν
διαβὰς Ἀξιὸν εἱλισ-
σομένας Μαινάδας ἄξει, 570
Λυδίαν πατέρα τε, τὸν
τᾶς εὐδαιμονίας βροτοῖς
ὀλβοδόταν, τὸν ἔκλυον
εὔιππον χώραν ὕδασιν
καλλίστοισι λιπαίνειν. 575
Διόνυσος
ἰώ,
κλύετ᾽ ἐμᾶς κλύετ᾽ αὐδᾶς,
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
Χορός
τίς ὅδε, τίς πόθεν ὁ κέλαδος
ἀνά μ᾽ ἐκάλεσεν Εὐίου;
Διόνυσος
ἰὼ ἰώ, πάλιν αὐδῶ, 580
ὁ Σεμέλας, ὁ Διὸς παῖς.
Χορός
ἰὼ ἰὼ δέσποτα δέσποτα,
μόλε νυν ἡμέτερον ἐς
θίασον, ὦ Βρόμιε Βρόμιε.
Διόνυσος
πέδον χθονὸς Ἔννοσι πότνια. 585
Χορός
ἆ ἆ,
τάχα τὰ Πενθέως μέλαθρα διατι-
νάξεται πεσήμασιν.
–ὁ Διόνυσος ἀνὰ μέλαθρα·
σέβετέ νιν. 590
–σέβομεν ὤ.
–εἴδετε λάινα κίοσιν ἔμβολα
διάδρομα τάδε; Βρόμιος ἀλα-
λάζεται στέγας ἔσω.
Διόνυσος
ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·
σύμφλεγε σύμφλεγε δώματα Πενθέος. 595
Χορός
ἆ ἆ,
πῦρ οὐ λεύσσεις, οὐδ᾽ αὐγάζῃ,
Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
ποτε κεραυνόβολος ἔλιπε φλόγα
Δίου βροντᾶς;
δίκετε πεδόσε τρομερὰ σώματα 600
δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ
ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.
Διόνυσος
βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
πρὸς πέδῳ πεπτώκατ᾽; ᾔσθησθ᾽, ὡς ἔοικε, Βακχίου 605
διατινάξαντος ‘δῶμα Πενθέως· ἀλλ᾽ ἐξανίστατε’
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Χορός
ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ᾽ ἔχουσ᾽ ἐρημίαν.
Διόνυσος
εἰς ἀθυμίαν ἀφίκεσθ᾽, ἡνίκ᾽ εἰσεπεμπόμην, 610
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
Χορός
πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
Διόνυσος
αὐτὸς ἐξέσῳσ᾽ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
Χορός
οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις; 615
Διόνυσος
ταῦτα καὶ καθύβρισ᾽ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
οὔτ᾽ ἔθιγεν οὔθ᾽ ἥψαθ᾽ ἡμῶν, ἐλπίσιν δ᾽ ἐβόσκετο.
πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ᾽ ἡμᾶς ἄγων,
τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,
θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, 620
χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ᾽ ἐγὼ παρὼν
ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
ἀνετίναξ᾽ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
πῦρ ἀνῆψ᾽· ὃ δ᾽ ὡς ἐσεῖδε, δώματ᾽ αἴθεσθαι δοκῶν,
ᾖσσ᾽ ἐκεῖσε κᾆτ᾽ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν 625
ἐννέπων, ἅπας δ᾽ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.
διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
κᾆθ᾽ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
φάσμ᾽ ἐποίησεν κατ᾽ αὐλήν· ὃ δ᾽ ἐπὶ τοῦθ᾽ ὡρμημένος 630
ᾖσσε κἀκέντει φαεννὸν , ὡς σφάζων ἐμέ.
πρὸς δὲ τοῖσδ᾽ αὐτῷ τάδ᾽ ἄλλα Βάκχιος λυμαίνεται·
δώματ᾽ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δ᾽ ἅπαν
πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ᾽ ὕπο
διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ 635
ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δ᾽ ἐκβὰς ἐγὼ
δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
ὡς δέ μοι δοκεῖ–ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω–
ἐς προνώπι᾽ αὐτίχ᾽ ἥξει. τί ποτ᾽ ἄρ᾽ ἐκ τούτων ἐρεῖ;
ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα. 640
πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον᾽ εὐοργησίαν.
Πενθεύς
πέπονθα δεινά· διαπέφευγέ μ᾽ ὁ ξένος,
ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
ἔα ἔα·
ὅδ᾽ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος 645
φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Διόνυσος
στῆσον πόδ᾽, ὀργῇ δ᾽ ὑπόθες ἥσυχον πόδα.
Πενθεύς
πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
Διόνυσος
οὐκ εἶπον–ἢ οὐκ ἤκουσας–ὅτι λύσει μέ τις;
Πενθεύς
τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί. 650
Διόνυσος
ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
Πενθεύς
*
Διόνυσος
ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
Πενθεύς
κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
Διόνυσος
τί δ᾽; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
Πενθεύς
σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σ᾽ εἶναι σοφόν. 655
Διόνυσος
ἃ δεῖ μάλιστα, ταῦτ᾽ ἔγωγ᾽ ἔφυν σοφός.
κείνου δ᾽ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·
ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
Ἄγγελος
Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός, 660
ἥκω Κιθαιρῶν᾽ ἐκλιπών, ἵν᾽ οὔποτε
λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.
Πενθεύς
ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
Ἄγγελος
βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν, 665
ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
θέλω δ᾽ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·
τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ᾽, ἄναξ, 670
καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
Πενθεύς
λέγ᾽, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
ὅσῳ δ᾽ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας 675
γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
Ἄγγελος
ἀγελαῖα μὲν βοσκήματ᾽ ἄρτι πρὸς λέπας
μόσχων ὑπεξήκριζον, ἡνίχ᾽ ἥλιος
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, 680
ὧν ἦρχ᾽ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
μήτηρ Ἀγαύη σή, τρίτου δ᾽ Ἰνὼ χοροῦ.
ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
αἳ μὲν πρὸς ἐλάτης νῶτ᾽ ἐρείσασαι φόβην,
αἳ δ᾽ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα 685
εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς
ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
θηρᾶν καθ᾽ ὕλην Κύπριν ἠρημωμένας.
ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, 690
μυκήμαθ᾽ ὡς ἤκουσε κεροφόρων βοῶν.
αἳ δ᾽ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
ἀνῇξαν ὀρθαί, θαῦμ᾽ ἰδεῖν εὐκοσμίας,
νέαι παλαιαὶ παρθένοι τ᾽ ἔτ᾽ ἄζυγες.
καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας 695
νεβρίδας τ᾽ ἀνεστείλανθ᾽ ὅσαισιν ἁμμάτων
σύνδεσμ᾽ ἐλέλυτο, καὶ καταστίκτους δορὰς
ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
αἳ δ᾽ ἀγκάλαισι δορκάδ᾽ ἢ σκύμνους λύκων
ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, 700
ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
βρέφη λιπούσαις· ἐπὶ δ᾽ ἔθεντο κισσίνους
στεφάνους δρυός τε μίλακός τ᾽ ἀνθεσφόρου.
θύρσον δέ τις λαβοῦσ᾽ ἔπαισεν ἐς πέτραν,
ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· 705
ἄλλη δὲ νάρθηκ᾽ ἐς πέδον καθῆκε γῆς,
καὶ τῇδε κρήνην ἐξανῆκ᾽ οἴνου θεός·
ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων 710
θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
ὥστ᾽, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν 715
ὡς δεινὰ δρῶσι θαυμάτων τ᾽ ἐπάξια·
καί τις πλάνης κατ᾽ ἄστυ καὶ τρίβων λόγων
ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας
ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
Πενθέως Ἀγαύην μητέρ᾽ ἐκ βακχευμάτων 720
χάριν τ᾽ ἄνακτι θώμεθα; εὖ δ᾽ ἡμῖν λέγειν
ἔδοξε, θάμνων δ᾽ ἐλλοχίζομεν φόβαις
κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην
ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον 725
Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ᾽ ὄρος
καὶ θῆρες, οὐδὲν δ᾽ ἦν ἀκίνητον δρόμῳ.
Ἄγγελος
κυρεῖ δ᾽ Ἀγαύη πλησίον θρῴσκουσά μου·
κἀγὼ ᾽ξεπήδησ᾽ ὡς συναρπάσαι θέλων,
λόχμην κενώσας ἔνθ᾽ ἐκρυπτόμην δέμας. 730
ἣ δ᾽ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,
θηρώμεθ᾽ ἀνδρῶν τῶνδ᾽ ὕπ᾽· ἀλλ᾽ ἕπεσθέ μοι,
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην 735
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
εἶδες δ᾽ ἂν ἢ πλεύρ᾽ ἢ δίχηλον ἔμβασιν 740
ῥιπτόμεν᾽ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
ἔσταζ᾽ ὑπ᾽ ἐλάταις ἀναπεφυρμέν᾽ αἵματι.
ταῦροι δ᾽ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. 745
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
χωροῦσι δ᾽ ὥστ᾽ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
πεδίων ὑποτάσεις, αἳ παρ᾽ Ἀσωποῦ ῥοαῖς
εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· 750
Ὑσιάς τ᾽ Ἐρυθράς θ᾽, αἳ Κιθαιρῶνος λέπας
νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
ἐπεσπεσοῦσαι πάντ᾽ ἄνω τε καὶ κάτω
διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
ὁπόσα δ᾽ ἐπ᾽ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο 755
προσείχετ᾽ οὐδ᾽ ἔπιπτεν ἐς μέλαν πέδον,
οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις
πῦρ ἔφερον, οὐδ᾽ ἔκαιεν. οἳ δ᾽ ὀργῆς ὕπο
ἐς ὅπλ᾽ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·
οὗπερ τὸ δεινὸν ἦν θέαμ᾽ ἰδεῖν, ἄναξ. 760
τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
πάλιν δ᾽ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, 765
κρήνας ἐπ᾽ αὐτὰς ἃς ἀνῆκ᾽ αὐταῖς θεός.
νίψαντο δ᾽ αἷμα, σταγόνα δ᾽ ἐκ παρηίδων
γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
τὸν δαίμον᾽ οὖν τόνδ᾽ ὅστις ἔστ᾽, ὦ δέσποτα,
δέχου πόλει τῇδ᾽· ὡς τά τ᾽ ἄλλ᾽ ἐστὶν μέγας, 770
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ᾽ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ᾽ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
Χορός
ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους 775
πρὸς τὸν τύραννον, ἀλλ᾽ ὅμως εἰρήσεται·
Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πενθεύς
ἤδη τόδ᾽ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
ἀλλ᾽ οὐκ ὀκνεῖν δεῖ· στεῖχ᾽ ἐπ᾽ Ἠλέκτρας ἰὼν 780
πύλας· κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τ᾽ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θ᾽ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
βάκχαισιν· οὐ γὰρ ἀλλ᾽ ὑπερβάλλει τάδε, 785
εἰ πρὸς γυναικῶν πεισόμεσθ᾽ ἃ πάσχομεν.
Διόνυσος
πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
οὔ φημι χρῆναί σ᾽ ὅπλ᾽ ἐπαίρεσθαι θεῷ,
ἀλλ᾽ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται 790
κινοῦντα βάκχας εὐίων ὀρῶν ἄπο.
Πενθεύς
οὐ μὴ φρενώσεις μ᾽, ἀλλὰ δέσμιος φυγὼν
σῴσῃ τόδ᾽; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;
Διόνυσος
θύοιμ᾽ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. 795
Πενθεύς
θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
Διόνυσος
φεύξεσθε πάντες· καὶ τόδ᾽ αἰσχρόν, ἀσπίδας
θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
Πενθεύς
ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, 800
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
Διόνυσος
ὦ τᾶν, ἔτ᾽ ἔστιν εὖ καταστῆσαι τάδε.
Πενθεύς
τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
Διόνυσος
ἐγὼ γυναῖκας δεῦρ᾽ ὅπλων ἄξω δίχα.
Πενθεύς
οἴμοι· τόδ᾽ ἤδη δόλιον ἔς με μηχανᾷ. 805
Διόνυσος
ποῖόν τι, σῷσαί σ᾽ εἰ θέλω τέχναις ἐμαῖς;
Πενθεύς
ξυνέθεσθε κοινῇ τάδ᾽, ἵνα βακχεύητ᾽ ἀεί.
Διόνυσος
καὶ μὴν ξυνεθέμην–τοῦτό γ᾽ ἔστι–τῷ θεῷ.
Πενθεύς
ἐκφέρετέ μοι δεῦρ᾽ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
Διόνυσος
ἆ. 810
βούλῃ σφ᾽ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
Πενθεύς
μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
Διόνυσος
τί δ᾽ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πενθεύς
λυπρῶς νιν εἰσίδοιμ᾽ ἂν ἐξῳνωμένας.
Διόνυσος
ὅμως δ᾽ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; 815
Πενθεύς
σάφ᾽ ἴσθι, σιγῇ γ᾽ ὑπ᾽ ἐλάταις καθήμενος.
Διόνυσος
ἀλλ᾽ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθεύς
ἀλλ᾽ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Διόνυσος
ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθεύς
ἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. 820
Διόνυσος
στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθεύς
τί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Διόνυσος
μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθεύς
εὖ γ᾽ εἶπας αὖ τόδ᾽· ὥς τις εἶ πάλαι σοφός.
Διόνυσος
Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. 825
Πενθεύς
πῶς οὖν γένοιτ᾽ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
Διόνυσος
ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθεύς
τίνα στολήν; ἦ θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει.
Διόνυσος
οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθεύς
στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν; 830
Διόνυσος
κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθεύς
τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Διόνυσος
πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα.
Πενθεύς
ἦ καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί;
Διόνυσος
θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. 835
Πενθεύς
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Διόνυσος
ἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πενθεύς
ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.
Διόνυσος
σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.
Πενθεύς
καὶ πῶς δι᾽ ἄστεως εἶμι Καδμείους λαθών; 840
Διόνυσος
ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ᾽ ἡγήσομαι.
Πενθεύς
πᾶν κρεῖσσον ὥστε μὴ ᾽γγελᾶν βάκχας ἐμοί.
ἐλθόντ᾽ ἐς οἴκους . . . ἃν δοκῇ βουλεύσομαι.
Διόνυσος
ἔξεστι· πάντῃ τό γ᾽ ἐμὸν εὐτρεπὲς πάρα.
Πενθεύς
στείχοιμ᾽ ἄν· ἢ γὰρ ὅπλ᾽ ἔχων πορεύσομαι 845
ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διόνυσος
γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, 848
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. 847
Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· 849
τεισώμεθ᾽ αὐτόν. πρῶτα δ᾽ ἔκστησον φρενῶν, 850
ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
ἔξω δ᾽ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
γυναικόμορφον ἀγόμενον δι᾽ ἄστεως 855
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, 860
δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος.
Χορός
ἆρ᾽ ἐν παννυχίοις χοροῖς
θήσω ποτὲ λευκὸν
πόδ᾽ ἀναβακχεύουσα, δέραν
εἰς αἰθέρα δροσερὸν ῥίπτουσ᾽, 865
ὡς νεβρὸς χλοεραῖς ἐμπαί-
ζουσα λείμακος ἡδοναῖς,
ἡνίκ᾽ ἂν φοβερὰν φύγῃ
θήραν ἔξω φυλακᾶς
εὐπλέκτων ὑπὲρ ἀρκύων, 870
θωΰσσων δὲ κυναγέτας
συντείνῃ δράμημα κυνῶν·
μόχθοις τ᾽ ὠκυδρόμοις τ᾽ ἀέλ-
λαις θρῴσκει πεδίον
παραποτάμιον, ἡδομένα
βροτῶν ἐρημίαις σκιαρο- 875
κόμοιό τ᾽ ἔρνεσιν ὕλας.
τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς
τῶν ἐχθρῶν κρείσσω κατέχειν; 880
ὅ τι καλὸν φίλον ἀεί.
ὁρμᾶται μόλις, ἀλλ᾽ ὅμως
πιστόν τὸ θεῖον
σθένος· ἀπευθύνει δὲ βροτῶν
τούς τ᾽ ἀγνωμοσύναν τιμῶν- 885
τας καὶ μὴ τὰ θεῶν αὔξον-
τας σὺν μαινομένᾳ δόξᾳ.
κρυπτεύουσι δὲ ποικίλως
δαρὸν χρόνου πόδα καὶ
θηρῶσιν τὸν ἄσεπτον. οὐ 890
γὰρ κρεῖσσόν ποτε τῶν νόμων
γιγνώσκειν χρὴ καὶ μελετᾶν.
κούφα γὰρ δαπάνα νομί-
ζειν ᾇσχὺν τόδ᾽ ἔχειν,
ὅ τι ποτ᾽ ἄρα τὸ δαιμόνιον,
τό τ᾽ ἐν χρόνῳ μακρῷ νόμιμον 895
ἀεὶ φύσει τε πεφυκός.
τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς
τῶν ἐχθρῶν κρείσσω κατέχειν; 900
ὅ τι καλὸν φίλον ἀεί.
εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
ἔφυγε χεῖμα, λιμένα δ᾽ ἔκιχεν·
εὐδαίμων δ᾽ ὃς ὕπερθε μόχθων
ἐγένεθ᾽· ἑτέρᾳ δ᾽ ἕτερος ἕτερον 905
ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
μυρίαι δ᾽ ἔτι μυρίοις
εἰσὶν ἐλπίδες· αἳ μὲν
τελευτῶσιν ἐν ὄλβῳ
βροτοῖς, αἳ δ᾽ ἀπέβησαν·
τὸ δὲ κατ᾽ ἦμαρ ὅτῳ βίοτος 910
εὐδαίμων, μακαρίζω.
Διόνυσος
σὲ τὸν πρόθυμον ὄνθ᾽ ἃ μὴ χρεὼν ὁρᾶν
σπεύδοντά τ᾽ ἀσπούδαστα, Πενθέα λέγω,
ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, 915
μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·
πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.
Πενθεύς
καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
δισσὰς δὲ Θήβας καὶ πόλισμ᾽ ἑπτάστομον·
καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς 920
καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
ἀλλ᾽ ἦ ποτ᾽ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.
Διόνυσος
ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,
ἔνσπονδος ἡμῖν· νῦν δ᾽ ὁρᾷς ἃ χρή σ᾽ ὁρᾶν.
Πενθεύς
τί φαίνομαι δῆτ᾽; οὐχὶ τὴν Ἰνοῦς στάσιν 925
ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γ᾽ ἐμῆς;
Διόνυσος
αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ᾽ ὁρῶν.
ἀλλ᾽ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ᾽ ὅδε,
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
Πενθεύς
ἔνδον προσείων αὐτὸν ἀνασείων τ᾽ ἐγὼ 930
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
Διόνυσος
ἀλλ᾽ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
πάλιν καταστελοῦμεν· ἀλλ᾽ ὄρθου κάρα.
Πενθεύς
ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
Διόνυσος
ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων 935
στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
Πενθεύς
κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·
τἀνθένδε δ᾽ ὀρθῶς παρὰ τένοντ᾽ ἔχει πέπλος.
Διόνυσος
ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,
ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. 940
Πενθεύς
πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;
Διόνυσος
ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ
αἴρειν νιν· αἰνῶ δ᾽ ὅτι μεθέστηκας φρενῶν.
Πενθεύς
ἆρ᾽ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς 945
αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
Διόνυσος
δύναι᾽ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας
οὐκ εἶχες ὑγιεῖς, νῦν δ᾽ ἔχεις οἵας σε δεῖ.
Πενθεύς
μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω
κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα; 950
Διόνυσος
μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα
καὶ Πανὸς ἕδρας ἔνθ᾽ ἔχει συρίγματα.
Πενθεύς
καλῶς ἔλεξας· οὐ σθένει νικητέον
γυναῖκας· ἐλάταισιν δ᾽ ἐμὸν κρύψω δέμας.
Διόνυσος
κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, 955
ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.
Πενθεύς
καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς
λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.
Διόνυσος
οὐκοῦν ἐπ᾽ αὐτὸ τοῦτ᾽ ἀποστέλλῃ φύλαξ·
λήψῃ δ᾽ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. 960
Πενθεύς
κόμιζε διὰ μέσης με Θηβαίας χθονός·
μόνος γὰρ αὐτῶν εἰμ᾽ ἀνὴρ τολμῶν τόδε.
Διόνυσος
μόνος σὺ πόλεως τῆσδ᾽ ὑπερκάμνεις, μόνος·
τοιγάρ σ᾽ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
ἕπου δέ· πομπὸς [δ᾽] εἶμ᾽ ἐγὼ σωτήριος, 965
κεῖθεν δ᾽ ἀπάξει σ᾽ ἄλλος.
Πενθεύς
ἡ τεκοῦσά γε.
Διόνυσος
ἐπίσημον ὄντα πᾶσιν.
Πενθεύς
ἐπὶ τόδ᾽ ἔρχομαι.
Διόνυσος
φερόμενος ἥξεις . . .
Πενθεύς
ἁβρότητ᾽ ἐμὴν λέγεις.
Διόνυσος
ἐν χερσὶ μητρός.
Πενθεύς
καὶ τρυφᾶν μ᾽ ἀναγκάσεις.
Διόνυσος
τρυφάς γε τοιάσδε. 970
Πενθεύς
ἀξίων μὲν ἅπτομαι.
Διόνυσος
δεινὸς σὺ δεινὸς κἀπὶ δείν᾽ ἔρχῃ πάθη,
ὥστ᾽ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.
ἔκτειν᾽, Ἀγαύη, χεῖρας αἵ θ᾽ ὁμόσποροι
Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω
τόνδ᾽ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ᾽ ἐγὼ 975
καὶ Βρόμιος ἔσται. τἄλλα δ᾽ αὐτὸ σημανεῖ.
Χορός
ἴτε θοαὶ Λύσσας κύνες ἴτ᾽ εἰς ὄρος,
θίασον ἔνθ᾽ ἔχουσι Κάδμου κόραι,
ἀνοιστρήσατέ νιν
ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ 980
λυσσώδη κατάσκοπον μαινάδων.
μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
ἢ σκόλοπος ὄψεται
δοκεύοντα, μαινάσιν δ᾽ ἀπύσει·
Τίς ὅδ᾽ ὀρειδρόμων 985
μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολ᾽
ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;
οὐ γὰρ ἐξ αἵματος
γυναικῶν ἔφυ, λεαίνας δέ τινος
ὅδ᾽ ἢ Γοργόνων Λιβυσσᾶν γένος. 990
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 992
φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 995
γόνον γηγενῆ.
ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τ᾽ ὀργᾷ
περὶ Βάκχι᾽, ὄργια ματρός τε σᾶς
μανείσᾳ πραπίδι
παρακόπῳ τε λήματι στέλλεται, 1000
τἀνίκατον ὡς κρατήσων βίᾳ,
γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι-
στος ἐς τὰ θεῶν ἔφυ·
βροτείως τ᾽ ἔχειν ἄλυπος βίος.
τὸ σοφὸν οὐ φθονῶ· 1005
χαίρω θηρεύουσα· τὰ δ᾽ ἕτερα μεγάλα
φανερά τ᾽· ὤ, νάει ἐπὶ τὰ καλὰ βίον,
ἦμαρ ἐς νύκτα τ᾽ εὐ-
αγοῦντ᾽ εὐσεβεῖν, τὰ δ᾽ ἔξω νόμιμα
δίκας ἐκβαλόντα τιμᾶν θεούς. 1010
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 1013
φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 1015
τόκον γηγενῆ.
φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν 1018
δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.
ἴθ᾽, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν 1020
γελῶντι προσώπῳ περίβαλε βρόχον
θανάσιμον ὑπ᾽ ἀγέλαν πεσόν-
τι τὰν μαινάδων.
Ἄγγελος Β
ὦ δῶμ᾽ ὃ πρίν ποτ᾽ εὐτύχεις ἀν᾽ Ἑλλάδα,
Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς 1025
δράκοντος ἔσπειρ᾽ Ὄφεος ἐν γαίᾳ θέρος,
ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλ᾽ ὅμως
[χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν].
Χορός
τί δ᾽ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
Ἄγγελος
Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός. 1030
Χορός
ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Ἄγγελος
πῶς φῄς; τί τοῦτ᾽ ἔλεξας; ἦ ᾽πὶ τοῖς ἐμοῖς
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορός
εὐάζω ξένα μέλεσι βαρβάροις·
οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. 1035
Ἄγγελος
Θήβας δ᾽ ἀνάνδρους ὧδ᾽ ἄγεις . . .
*
Χορός
ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι
κράτος ἔχουσ᾽ ἐμόν.
Ἄγγελος
συγγνωστὰ μέν σοι, πλὴν ἐπ᾽ ἐξειργασμένοις
κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν. 1040
Χορός
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
ἄδικος ἄδικά τ᾽ ἐκπορίζων ἀνήρ;
Ἄγγελος
ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
λέπας Κιθαιρώνειον εἰσεβάλλομεν 1045
Πενθεύς τε κἀγώ–δεσπότῃ γὰρ εἱπόμην–
ξένος θ᾽ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
τά τ᾽ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. 1050
ἦν δ᾽ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
καθῆντ᾽ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
κισσῷ κομήτην αὖθις ἐξανέστεφον, 1055
αἳ δ᾽, ἐκλιποῦσαι ποικίλ᾽ ὡς πῶλοι ζυγά,
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
Πενθεὺς δ᾽ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
ἔλεξε τοιάδ᾽· Ὦ ξέν᾽, οὗ μὲν ἕσταμεν,
οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· 1060
ὄχθων δ᾽ ἔπ᾽, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
ἴδοιμ᾽ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
τοὐντεῦθεν ἤδη τοῦ ξένου θαῦμ᾽ ὁρῶ·
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· 1065
κυκλοῦτο δ᾽ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·
ὣς κλῶν᾽ ὄρειον ὁ ξένος χεροῖν ἄγων
ἔκαμπτεν ἐς γῆν, ἔργματ᾽ οὐχὶ θνητὰ δρῶν.
Πενθέα δ᾽ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, 1070
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾽ ἄνω
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
ὀρθὴ δ᾽ ἐς ὀρθὸν αἰθέρ᾽ ἐστηρίζετο,
ἔχουσα νώτοις δεσπότην ἐφήμενον·
ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. 1075
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
καὶ τὸν ξένον μὲν οὐκέτ᾽ εἰσορᾶν παρῆν,
ἐκ δ᾽ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,
ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾽ ὄργια 1080
γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πρὸς οὐρανὸν
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
σίγησε δ᾽ αἰθήρ, σῖγα δ᾽ ὕλιμος νάπη
φύλλ᾽ εἶχε, θηρῶν δ᾽ οὐκ ἂν ἤκουσας βοήν. 1085
αἳ δ᾽ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
ὃ δ᾽ αὖθις ἐπεκέλευσεν· ὡς δ᾽ ἐγνώρισαν
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
ᾖξαν πελείας ὠκύτητ᾽ οὐχ ἥσσονες 1090
ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
μήτηρ Ἀγαύη σύγγονοί θ᾽ ὁμόσποροι
πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης
ἀγμῶν τ᾽ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
ὡς δ᾽ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, 1095
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
ὄζοισί τ᾽ ἐλατίνοισιν ἠκοντίζετο.
ἄλλαι δὲ θύρσους ἵεσαν δι᾽ αἰθέρος
Πενθέως, στόχον δύστηνον· ἀλλ᾽ οὐκ ἤνυτον. 1100
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
καθῆσθ᾽ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
ἐπεὶ δὲ μόχθων τέρματ᾽ οὐκ ἐξήνυτον, 1105
ἔλεξ᾽ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ
πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
θῆρ᾽ ὡς ἕλωμεν, μηδ᾽ ἀπαγγείλῃ θεοῦ
χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· 1110
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο 1115
ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
οἴκτιρε δ᾽ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς 1120
ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
ἣ δ᾽ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
κόρας ἑλίσσουσ᾽, οὐ φρονοῦσ᾽ ἃ χρὴ φρονεῖν,
ἐκ Βακχίου κατείχετ᾽, οὐδ᾽ ἔπειθέ νιν.
λαβοῦσα δ᾽ ὠλένης ἀριστερὰν χέρα, 1125
πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
ἀλλ᾽ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
Ἰνὼ δὲ τἀπὶ θάτερ᾽ ἐξειργάζετο,
ῥηγνῦσα σάρκας, Αὐτονόη τ᾽ ὄχλος τε πᾶς 1130
ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσ᾽ ὁμοῦ βοή,
ὃ μὲν στενάζων ὅσον ἐτύγχαν᾽ ἐμπνέων,
αἳ δ᾽ ἠλάλαζον. ἔφερε δ᾽ ἣ μὲν ὠλένην,
ἣ δ᾽ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
πλευραὶ σπαραγμοῖς· πᾶσα δ᾽ ᾑματωμένη 1135
χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
πέτραις, τὸ δ᾽ ὕλης ἐν βαθυξύλῳ φόβῃ,
οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δ᾽ ἄθλιον,
ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, 1140
πήξασ᾽ ἐπ᾽ ἄκρον θύρσον ὡς ὀρεστέρου
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
λιποῦσ᾽ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
τειχέων ἔσω τῶνδ᾽, ἀνακαλοῦσα Βάκχιον 1145
τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.
ἐγὼ μὲν οὖν ἐκποδὼν τῇ ξυμφορᾷ
ἄπειμ᾽, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν 1150
κάλλιστον· οἶμαι δ᾽ αὐτὸ καὶ σοφώτατον
θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
Χορός
ἀναχορεύσωμεν Βάκχιον,
ἀναβοάσωμεν ξυμφορὰν
τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα· 1155
ὃς τὰν θηλυγενῆ στολὰν
νάρθηκά τε, πιστὸν Ἅιδαν,
ἔλαβεν εὔθυρσον,
ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.
βάκχαι Καδμεῖαι, 1160
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
ἐς στόνον, ἐς δάκρυα.
καλὸς ἀγών, χέρ᾽ αἵματι στάζουσαν
περιβαλεῖν τέκνου.
ἀλλ᾽, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην 1165
Πενθέως Ἀγαύην μητέρ᾽ ἐν διαστρόφοις
ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.
Ἀγαύη
Ἀσιάδες βάκχαι–
Χορός
τί μ᾽ ὀροθύνεις, ὤ;
Ἀγαύη
φέρομεν ἐξ ὀρέων
ἕλικα νεότομον ἐπὶ μέλαθρα, 1170
μακάριον θήραν.
Χορός
ὁρῶ καί σε δέξομαι σύγκωμον.
Ἀγαύη
ἔμαρψα τόνδ᾽ ἄνευ βρόχων
νέον ἶνιν·
ὡς ὁρᾶν πάρα. 1175
Χορός
πόθεν ἐρημίας;
Ἀγαύη
Κιθαιρὼν . . .
Χορός
Κιθαιρών;
Ἀγαύη
κατεφόνευσέ νιν.
Χορός
τίς ἁ βαλοῦσα;
Ἀγαύη
πρῶτον ἐμὸν τὸ γέρας.
μάκαιρ᾽ Ἀγαύη κλῃζόμεθ᾽ ἐν θιάσοις. 1180
Χορός
τίς ἄλλα;
Ἀγαύη
τὰ Κάδμου . . .
Χορός
τί Κάδμου;
Ἀγαύη
γένεθλα
μετ᾽ ἐμὲ μετ᾽ ἐμὲ τοῦδ᾽ 1182b
ἔθιγε θηρός· εὐτυχής γ᾽ ἅδ᾽ ἄγρα.
Χορός
*
Ἀγαύη
μέτεχέ νυν θοίνας.
Χορός
τί; μετέχω, τλᾶμον;
Ἀγαύη
νέος ὁ μόσχος ἄρ- 1185
τι γένυν ὑπὸ κόρυθ᾽ ἁπαλότριχα
κατάκομον θάλλει.
Χορός
πρέπει γ᾽ ὥστε θὴρ ἄγραυλος φόβῃ.
Ἀγαύη
ὁ Βάκχιος κυναγέτας
σοφὸς σοφῶς ἀνέπηλ᾽ ἐπὶ θῆρα 1190
τόνδε μαινάδας.
Χορός
ὁ γὰρ ἄναξ ἀγρεύς.
Ἀγαύη
ἐπαινεῖς;
Χορός
ἐπαινῶ.
Ἀγαύη
τάχα δὲ Καδμεῖοι . . .
Χορός
καὶ παῖς γε Πενθεὺς . . . 1195
Ἀγαύη
ματέρ᾽ ἐπαινέσεται,
λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.
Χορός
περισσάν.
Ἀγαύη
περισσῶς.
Χορός
ἀγάλλῃ;
Ἀγαύη
γέγηθα,
μεγάλα μεγάλα καὶ 1198b
φανερὰ τᾷδ᾽ ἄγρᾳ κατειργασμένα.
Χορός
δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον 1200
ἀστοῖσιν ἄγραν ἣν φέρουσ᾽ ἐλήλυθας.
Ἀγαύη
ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
ναίοντες, ἔλθεθ᾽ ὡς ἴδητε τήνδ᾽ ἄγραν,
Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν, 1205
οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
ἡμεῖς δέ γ᾽ αὐτῇ χειρὶ τόνδε θ᾽ εἵλομεν,
χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν. 1210
ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.
Πενθεύς τ᾽ ἐμὸς παῖς ποῦ ᾽στιν; αἰρέσθω λαβὼν
πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
λέοντος ὃν πάρειμι θηράσασ᾽ ἐγώ. 1215
Κάδμος
ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
φέρω τόδ᾽, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ 1220
λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.
ἤκουσα γάρ του θυγατέρων τολμήματα,
ἤδη κατ᾽ ἄστυ τειχέων ἔσω βεβὼς
σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·
πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι 1225
τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
καὶ τὴν μὲν Ἀκτέων᾽ Ἀρισταίῳ ποτὲ
τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ᾽ ἅμα
ἔτ᾽ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
τὴν δ᾽ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ 1230
στείχειν Ἀγαύην, οὐδ᾽ ἄκραντ᾽ ἠκούσαμεν·
λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
Ἀγαύη
πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δ᾽ ἐμέ, 1235
ἣ τὰς παρ᾽ ἱστοῖς ἐκλιποῦσα κερκίδας
ἐς μείζον᾽ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
φέρω δ᾽ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν· 1240
γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
μακάριος, ἡμῶν τοιάδ᾽ ἐξειργασμένων.
Κάδμος
ὦ πένθος οὐ μετρητὸν οὐδ᾽ οἷόν τ᾽ ἰδεῖν,
φόνον ταλαίναις χερσὶν ἐξειργασμένων. 1245
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾽ ἐμῶν·
ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ᾽ ἄγαν,
Βρόμιος ἄναξ ἀπώλεσ᾽ οἰκεῖος γεγώς. 1250
Ἀγαύη
ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τ᾽ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
ὅτ᾽ ἐν νεανίαισι Θηβαίοις ἅμα
θηρῶν ὀριγνῷτ᾽· ἀλλὰ θεομαχεῖν μόνον 1255
οἷός τ᾽ ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρ᾽ ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
Κάδμος
φεῦ φεῦ· φρονήσασαι μὲν οἷ᾽ ἐδράσατε
ἀλγήσετ᾽ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους 1260
ἐν τῷδ᾽ ἀεὶ μενεῖτ᾽ ἐν ᾧ καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετ᾽ οὐχὶ δυστυχεῖν.
Ἀγαύη
τί δ᾽ οὐ καλῶς τῶνδ᾽ ἢ τί λυπηρῶς ἔχει;
Κάδμος
πρῶτον μὲν ἐς τόνδ᾽ αἰθέρ᾽ ὄμμα σὸν μέθες.
Ἀγαύη
ἰδού· τί μοι τόνδ᾽ ἐξυπεῖπας εἰσορᾶν; 1265
Κάδμος
ἔθ᾽ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Ἀγαύη
λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κάδμος
τὸ δὲ πτοηθὲν τόδ᾽ ἔτι σῇ ψυχῇ πάρα;
Ἀγαύη
οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. 1270
Κάδμος
κλύοις ἂν οὖν τι κἀποκρίναι᾽ ἂν σαφῶς;
Ἀγαύη
ὡς ἐκλέλησμαί γ᾽ ἃ πάρος εἴπομεν, πάτερ.
Κάδμος
ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Ἀγαύη
Σπαρτῷ μ᾽ ἔδωκας, ὡς λέγουσ᾽, Ἐχίονι.
Κάδμος
τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει; 1275
Ἀγαύη
Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
Κάδμος
τίνος πρόσωπον δῆτ᾽ ἐν ἀγκάλαις ἔχεις;
Ἀγαύη
λέοντος, ὥς γ᾽ ἔφασκον αἱ θηρώμεναι.
Κάδμος
σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
Ἀγαύη
ἔα, τί λεύσσω; τί φέρομαι τόδ᾽ ἐν χεροῖν; 1280
Κάδμος
ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
Ἀγαύη
ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν᾽ ἐγώ.
Κάδμος
μῶν σοι λέοντι φαίνεται προσεικέναι;
Ἀγαύη
οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν᾽ ἔχω κάρα.
Κάδμος
ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι. 1285
Ἀγαύη
τίς ἔκτανέν νιν; –πῶς ἐμὰς ἦλθεν χέρας;
Κάδμος
δύστην᾽ ἀλήθει᾽, ὡς ἐν οὐ καιρῷ πάρει.
Ἀγαύη
λέγ᾽, ὡς τὸ μέλλον καρδία πήδημ᾽ ἔχει.
Κάδμος
σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
Ἀγαύη
ποῦ δ᾽ ὤλετ᾽; ἦ κατ᾽ οἶκον; ἢ ποίοις τόποις; 1290
Κάδμος
οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.
Ἀγαύη
τί δ᾽ ἐς Κιθαιρῶν᾽ ἦλθε δυσδαίμων ὅδε;
Κάδμος
ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
Ἀγαύη
ἡμεῖς δ᾽ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
Κάδμος
ἐμάνητε, πᾶσά τ᾽ ἐξεβακχεύθη πόλις. 1295
Ἀγαύη
Διόνυσος ἡμᾶς ὤλεσ᾽, ἄρτι μανθάνω.
Κάδμος
ὕβριν ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
Ἀγαύη
τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
Κάδμος
ἐγὼ μόλις τόδ᾽ ἐξερευνήσας φέρω.
Ἀγαύη
ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς; 1300
Κάδμος
*
Ἀγαύη
Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ᾽ ἐμῆς;
Κάδμος
ὑμῖν ἐγένεθ᾽ ὅμοιος, οὐ σέβων θεόν.
τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
ὑμᾶς τε τόνδε θ᾽, ὥστε διολέσαι δόμους
κἄμ᾽, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς 1305
τῆς σῆς τόδ᾽ ἔρνος, ὦ τάλαινα, νηδύος
αἴσχιστα καὶ κάκιστα κατθανόνθ᾽ ὁρῶ,
ᾧ δῶμ᾽ ἀνέβλεφ᾽–ὃς συνεῖχες, ὦ τέκνον,
τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ 1310
οὐδεὶς ὑβρίζειν ἤθελ᾽ εἰσορῶν τὸ σὸν
κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.
νῦν δ᾽ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος
ἔσπειρα κἀξήμησα κάλλιστον θέρος. 1315
ὦ φίλτατ᾽ ἀνδρῶν–καὶ γὰρ οὐκέτ᾽ ὢν ὅμως
τῶν φιλτάτων ἔμοιγ᾽ ἀριθμήσῃ, τέκνον–
οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,
τὸν αὐδῶν προσπτύξῃ, τέκνον,
λέγων· Τίς ἀδικεῖ, τίς σ᾽ ἀτιμάζει, γέρον; 1320
τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
λέγ᾽, ὡς κολάζω τὸν ἀδικοῦντά σ᾽, ὦ πάτερ.
νῦν δ᾽ ἄθλιος μέν εἰμ᾽ ἐγώ, τλήμων δὲ σύ.
οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
εἰ δ᾽ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, 1325
ἐς τοῦδ᾽ ἀθρήσας θάνατον ἡγείσθω θεούς.
Χορός
τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δ᾽ ἔχει δίκην
παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
Ἀγαύη
ὦ πάτερ, ὁρᾷς γὰρ τἄμ᾽ ὅσῳ μετεστράφη …
*
Διόνυσος
δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ 1330
ἐκθηριωθεῖσ᾽ ὄφεος ἀλλάξει τύπον,
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
ἐλᾷς μετ᾽ ἀλόχου, βαρβάρων ἡγούμενος.
πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι 1335
πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
σχήσουσι· σὲ δ᾽ Ἄρης Ἁρμονίαν τε ῥύσεται
μακάρων τ᾽ ἐς αἶαν σὸν καθιδρύσει βίον.
ταῦτ᾽ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω 1340
Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
ἔγνωθ᾽, ὅτ᾽ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
εὐδαιμονεῖτ᾽ ἂν σύμμαχον κεκτημένοι.
Κάδμος
Διόνυσε, λισσόμεσθά σ᾽, ἠδικήκαμεν.
Διόνυσος
ὄψ᾽ ἐμάθεθ᾽ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. 1345
Κάδμος
ἐγνώκαμεν ταῦτ᾽· ἀλλ᾽ ἐπεξέρχῃ λίαν.
Διόνυσος
καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
Κάδμος
ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Διόνυσος
πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
Ἀγαύη
αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. 1350
Διόνυσος
τί δῆτα μέλλεθ᾽ ἅπερ ἀναγκαίως ἔχει;
Κάδμος
ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
σύ θ᾽ ἡ τάλαινα σύγγονοί τε σαί,
ἐγώ θ᾽ ὁ τλήμων· βαρβάρους ἀφίξομαι
γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον 1355
ἐς Ἑλλάδ᾽ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
καὶ τὴν Ἄρεως παῖδ᾽ Ἁρμονίαν, δάμαρτ᾽ ἐμήν,
δράκων δρακαίνης ἔχουσαν ἀγρίαν
ἄξω ᾽πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι 1360
κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην
Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
Ἀγαύη
ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
Κάδμος
τί μ᾽ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος; 1365
Ἀγαύη
ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
Κάδμος
οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
Ἀγαύη
χαῖρ᾽, ὦ μέλαθρον, χαῖρ᾽, ὦ πατρία
πόλις· ἐκλείπω σ᾽ ἐπὶ δυστυχίᾳ
φυγὰς ἐκ θαλάμων. 1370
Κάδμος
στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου …
*
Ἀγαύη
στένομαί σε, πάτερ.
Κάδμος
κἀγὼ , τέκνον,
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
Ἀγαύη
δεινῶς γὰρ τάνδ᾽ αἰκείαν
Διόνυσος ἄναξ τοὺς σοὺς εἰς 1375
οἴκους ἔφερεν.
Διόνυσος
καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
ἀγέραστον ἔχων ὄνομ᾽ ἐν Θήβαις.
Ἀγαύη
χαῖρε, πάτερ, μοι.
Κάδμος
χαῖρ᾽, ὦ μελέα
θύγατερ. χαλεπῶς ἐς τόδ᾽ ἂν ἥκοις. 1380
Ἀγαύη
ἄγετ᾽, ὦ πομποί, με κασιγνήτας
ἵνα συμφυγάδας ληψόμεθ᾽ οἰκτράς.
ἔλθοιμι δ᾽ ὅπου
μήτε Κιθαιρὼν μιαρὸς
μήτε Κιθαιρῶν᾽ ὄσσοισιν ἐγώ, 1385
μήθ᾽ ὅθι θύρσου μνῆμ᾽ ἀνάκειται·
Βάκχαις δ᾽ ἄλλαισι μέλοιεν.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη, 1390
τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα.