Το στριφνό βιβλίο (ΤΟ ΤΕΛΟΣ)

1 Ήτο δέ ἑσπέρα, περί λύχνων ἀφᾶς, τήν δευτέραν ἑβδομάδαν τοῦ δευτέρου μηνός, μεσοῦντος χειμῶνος, ἐν ἔτει β΄ καί β ἀπό ἐλεύσεως Λάμποντος.
2 Και ἠκούσθη φωνή μεγάλη λέγουσα: Στήθι, ἐπί τούς πόδας σου, ὁρῶν ἀπό τῆς ὀφρύος τοῦ ὅρους.
3 Εστωκός τέ ἐπί τόν κρημνόν εἶδον, καί ἰδού θαυμάσια καί τεράστια καί σημεῖα. Γόος ἐξήρχετο ἐκ δυσμῶν καί ρόχθος καί πάταγος γῆς τρεμούσης.
4 Και ἐνεφανίσθη θηρίον σιδηροῦν, ἐνδεδυμένον πανοπλίαν θανάτου. Φλόγαι πυρός ἐπί τοῦ στόματος αὐτοῦ καί ἡ ἀπόπνοια αὐτοῦ καύσιμος.
5 Έπτυεν κεραυνούς ἐπί τούς ἐχθρούς αὐτοῦ καί συνέτριβεν αὐτούς ἐν πυγμῇ σιδηρᾶ. Καί οὐδείς ἠδύνατο ἀντιστῆναι τήν ὁρμήν αὐτοῦ.
6 Και ἅπαντες οἱ ἀνθιστάμενοι αὐτῶ ἀπέθνησκον καταπατώμενοι ὑπό τοῦ θηρίου. Ἱστάμην δέ ἔκθαμβος καί ἀγωνιῶν διά τήν ὄψιν καί τήν μοχθηρίαν αὐτοῦ.
7 Είτα, κάλεσμα ἠκούσθη ἀπό τοῦ οὐρανοῦ καί βροντή καί θόρυβος πολύς ὡς καταρράκτης ὑδάτων πολλῶν. Στρέφων δέ τήν κεφαλήν, θεωρῶν ἐπί τό στερέωμα τοῦ οὐρανοῦ, εἶδον καί ἰδού:
8 Δράκων πτερωτός, μέλας τήν ὄψιν, ἴπτατο ὑπέρ τό θηρίον. Πτέρυγαι ὀλέθρου ἐστήριζον αὐτόν, ὠά δέ θλίψεως καί ὀρυμαγδοῦ ἐγεννῶντο ἀπό τῆς κοιλίας αὐτοῦ πίπτοντα ἐπί τούς ἐχθρούς αὐτοῦ.
9 Όπου δέ συνεθλίβοντο τά ὠά τοῦ δράκοντος, ἐγενόντο φλόγαι καί κρότος πολύς καί ὀδυρμός θανάτου ἐπί πάντων τῶν ἐπί τῆς γῆς.
10 Και ὧν ἐν συγχίσει καί τρόμω καί φόβω εἶδον ἕτερον τέρας προβάλλον ἐπί τῶν ὑδάτων τῆς θαλάσσης. Λέπια σιδηρᾶ ἐπί τήν δοράν αὐτοῦ καί στόματα πυρός κύκλω. Ἐπί δέ τήν κεφαλήν αὐτοῦ ὀφθαλμός μέγας, ἀκοίμητος, ἐρευνῶν νύκτα καί ἡμέρα κυκλῶθεν διά τούς ἐχθρούς αὐτοῦ. Οὐδείς δέ ἠδύνατο λάθρα προσεγγίσαι αὐτῶ.
11 Και ἐστάθησαν τό τέρας καί τό θηρίον καί ὁ δράκων. Καί ἐμόλυναν πάσαν τήν γῆν διά τῆς πνοῆς αὐτῶν. Καί ἀπέθνησκον οἱ ἄνθρωποι καί τά ζῶα τά ἐπί τῆς γῆς καί τά πτηνά τά ἐν τῷ οὐρανῷ καί οἱ ἰχθεῖς οἱ ἐν τήν θαλάσση.
12 Και ἴσχυεν ὁ τρόμος ἐπί τήν γῆν ἡμέρας πολλᾶς. Ἅμα δέ τήν παρόδω τοῦ ὁρισθέντος χρόνου ἐκινήθησαν τά τέρατα. Καί ἐποίησαν πόλεμον τό θηρίον τό ἐπί τῆς γῆς καί τό θηρίον τό ἐπί τῆς θαλάσσης καί τό θηρίον τό ἐπί τοῦ ἀέρος.
13 Φλόγα πυρός κατέτρωγεν τήν γῆν καί σύντριμμα ἦτο ἐπί πᾶν τό πρόσωπον αὐτῆς. Τά ξύλα αὐτῆς κατεκαίοντο ὡς ὁ χόρτος τοῦ ἀγροῦ εἰς τόν κλίβανον, τά δέ ὄρη τρέμοντα συνετρίβοντο εἰς σκύρον.
14 Και ἀνηλοῦντο οἱ στρατιῶται τῶν θηρίων εἰς δεκάδας καί ἑκατοντάδας καί χιλιάδας. Καί ἔπιπτον ἀπό τῆς φλογός τοῦ στόματος τῶν θηρίων ἔγκυοι μετά τῶν ἐμβρύων αὐτῶν καί παῖδες καί γυναί καί ἄνδρες καί γέροντες προβεβηκότες τήν ἡλικίαν. Καί δέν ὑπῆρχεν ὁ ὑπερασπίζων.
15 Ουδείς δέ ἠδύνατο λάθρα βιῶσαι ἀπό τοῦ ὀφθαλμοῦ τῶν θηρίων καί τῶν στρατιωτῶν τῶν μετ’ αὐτῶν. Καί διήρπαζον οἱ στρατιῶται τᾶς πόλεις καί τά χωρία καί τᾶς οἰκίας ἐν τήν πυρρεία αὐτῶν νίκη.
16 Ήτο δέ πάσα ἡ γῆ ἔρημος καί πεφρυγμένη καί χαίνουσα καί ὀδυρμός καί τρόμος ἐπλανάτο ἀνά τήν οἰκουμένην. Ἐκασταχού δέ σοροί σκωληκόβρωτοι καί σεσηπότες εἰς τροφήν ζώων πτωματοφάγων.
17 Εγώ δέ γονυκλινής, φρικιῶν καί δειλιάζων, τύπτων τήν κεφαλήν, ἔκλαυσα πικρῶς διά τήν σκληρότητα τῶν θηρίων.
18 Και ἐξῆλθε σιγή ἀπό τοῦ στερεώματος καί ἠνοίχθησαν οἱ ὀφθαλμοί μου καί ἀντελήφθην ἐν σιωπῇ τό αἴτιον τῶν θηρίων. Ὅτι ἐμίσησαν ἀλλήλους αἵ φυλαί τοῦ ἀνθρώπου. Ἐπληθύνθησαν ἐν τήν κακία αὐτῶν καί ἐν τήν ἀπληστία αὐτῶν καί ἐν τήν μοχθηρία αὐτῶν καί ἐξηράνθη ἡ καρδία αὐτῶν.
19 Και οὐκ ἠδύναντο ἀγαπῆσαι ἕκαστος τόν πλησίον αὐτοῦ εἰμή μόνον τό σαρκίον αὐτοῦ. Καί ἐποίησαν πόλεμον εἰς λεηλασίαν. Καί ἐλαφυραγώγησαν καί ἐγκλημάτησαν ἐπί τῆς ψυχῆς αὐτῶν. Καί ἡ σκληρότης αὐτῶν ἀνέβη ἕως οὐρανοῦ.
20 Και ἐπληθύνθη ἡ ἀνομία ἐπί τήν γῆν καί συνέλαβεν ἡ ἄβυσσος καί ἔτεκε, ἐν ὀδύνῃ θανάτου, τά τέκνα αὐτῆς εἰς ἀνάθεμα διά τήν ἀνθρωπότητα. Διά νά καταπῖουν αὐτήν εἰς ἐκδίκησην διά τήν κακίαν αὐτῆς.
21 Διότι ὁ ἀπολλύων ἐνσκήπτει εἰς ἄποινα* αἵματος ἀθώου. Τό δέ ὄνομα αὐτοῦ Ἐρυθρός, ὁ θέσφατος, μέγας καί ἰσχυρός καί πλάνης καί ἡ ἴρις αὐτοῦ ἄλικος. Ἀμφότερον τ’ ἀγαθός κρατερός τ’ αἰχμητής.
22 Και ποιήσει πόλεμον ἐναντίον τῶν δυνατῶν, τῶν σκυλευσάντων τήν οἰκουμένην. Καί ἄνδρες δικαιοσύνης, ἰσχυροί ἐν ρομφαίᾳ, ἱστάμενοι ἐνώπιον τοῦ ὀλέθρου αὐτῶν, κυβερνῶντες τήν ἑαυτῶν ψυχήν ἐν πυγμῇ τέ καί ράβδω σιδηρᾶ, θέλουσιν ἐλθεῖ εἰς ἀρωγήν αὐτοῦ.
23 Ίνα δικαιώσει τούς ταπεινούς της γῆς. Καί θέλει συντρίψει τούς ἐν οἰήσει εὐρισκομένους καί οἱ ἐχθροί αὐτοῦ ὅμοιοι σκύβαλα ἐν θυέλλῃ.
24 Και θέλει ποιήσει εἰρήνην ἐπί τῆς γῆς εἰς χιλιάδας γενεῶν.
Καί θέλει ἱδρύσει ζωήν καινήν ἐπί τοῦ προσώπου τῆς γῆς ἐξηγνισμένης μέσω τοῦ θανάτου τῶν ἐθνῶν.
*Λύτρα

Advertisements

Ἕνα σχόλιο ἐπὶ τοῦ “Το στριφνό βιβλίο (ΤΟ ΤΕΛΟΣ)

Ἀπαντῆστε

Συμπληρῶστε κατωτέρω τὰ στοιχεῖα σας ἢ πατῆστε σὲ ἕνα εἰκονίδιο γιὰ νὰ συνδεθῆτε.

Λογότυπος τοῦ WordPress.com

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ WordPress.com. Ἀποσυνδεθῆτε / Ἀλλαγή )

Εἰκόνα Twitter

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Twitter. Ἀποσυνδεθῆτε / Ἀλλαγή )

Φωτογραφία στὸ Facebook

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Facebook. Ἀποσυνδεθῆτε / Ἀλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιῶντας τὸν λογαριασμό σας στὸ Google+. Ἀποσυνδεθῆτε / Ἀλλαγή )

Σύνδεση μὲ τὸ %s σὲ ἐξέλιξη...